18. Ἔξεστι δὲ καὶ κατ’ ἄλλον τινα τρόπον
19. εἰς μείζω μέρη διελεῖν ὅλην τὴν περίοδον, εἴ γε εἰς δύο
1. δυνατὸν αὐτὴν ὅλην διελεῖν, ἓν μὲν τὸ τοῦ πρώτου παροξυσμοῦ
2. ποιοῦντας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἐσχάτης
3. ἀνέσεως· τὸ δὲ (μετὰ) μεταξὺ (ἐστὶ) τῆς παρακμῆς καὶ τῆς εἰσβολῆς
4. τοῦ δευτέρου παροξυσμοῦ. καλῶ δὲ εἰσβολὴν παροξυσμοῦ
5. τὸν ἀκριβῶς ἤδη πρῶτον χρόνον ἀπλατῆ, τὸν δ’ αὐτὸν τοῦτον
6. ἐπισημασίαν εἰώθασιν ὀνομάζειν. καὶ τό γε πρὸς Ἱπποκράτους
7. εἰρημένον· ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι· κατὰ ταύτην
8. ἡγοῦμαι λελέχθαι τὴν τομήν. προειπὼν γὰρ, ὡς προσήκει,
9. οἷς μὲν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτᾷν, οἷς δ’
10. ὕστερον, εἰς εἰκεῖνο μὲν καὶ πρὸ ἐκείνου λεπτῶς, ἔμπροσθεν
11. δὲ πιότερον διαιτᾷν, ὡς ἂν ἐξαρκέσοι ὁ νουσέων, ἐπήνεγκεν·
12. ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· διδάσκων ἡμᾶς
13. δηλονότι μόνον ἐκεῖνον τὸν καιρὸν φυλάττεσθαι, τὸν ὑπ’ αὐτοῦ
14. καλούμενον παροξυσμόν. οὐδέποτε γὰρ ἐν αὐτῷ τρέφομεν,
15. ἐν δὲ τῷ λοιπῷ παντὶ τῆς ἀνέσεως ἄλλοτε κατ’ ἄλλο
16. μόριον αὐτοῦ· ποτὲ μὲν γὰρ ἁπλοῦς ἐστιν ἐκ παρακμῆς
17. μόνον ὑπάρχων, ἐνίοτε δ’ ἐκ παρακμῆς καὶ διαλείμματος
18. σύγκειται. αὕτη μέν ἐστιν ἡ εἰς δύο μέρη τομὴ τῆς μιᾶς
1. περιόδου, τὸ μὲν ἕτερον μέρος αὐτῆς τὸ πρότερον, ὀνομαζόντων
2. ἡμῶν παροξυσμὸν, τὸ δὲ ἐπ’ αὐτῷ δεύτερον, ἤτοι γε
3. ἄνεσιν, ὡς ἀρτίως, ἢ ὡς ἔνιοι, διάλειμμα. διάλειμμα γὰρ
4. καλοῦσιν οὐκ ὀλίγοι τῶν ἰατρῶν τὸ μετὰ τὴν ἀκμὴν ἅπαν,
5. ὅπως ἂν ἔχῃ φύσεως, εἶτ’ οὖν εἰς ἀπυρεξίαν παυόμενον, εἴτε
6. καὶ μή. ἀλλ’ ἡμῖν γε φυλαττέσθωσαν αἱ προειρημέναι κλήσεις,
7. ὑπὲρ τοῦ μηδεμίαν ἀσάφειαν γίνεσθαι κατὰ τὸν λόγον,
8. καὶ προσαγορευέσθω τὸ μετὰ τὸν παροξυσμὸν ἅπαν ἄνεσις,
9. οὐ κωλυόντων ἡμῶν, ὡς ἔφην, εἰ καὶ διάλειμμά τις αὐτὸν
10. καλεῖν ὅλον, ἢ παρακμὴν, ἢ ἔνδοσιν, ἢ ὕφεσιν, ἢ ἀφαίρεσιν
11. ἐθέλοι. πρόκειται γὰρ οὐ περὶ τῶν ὀνομάτων ζυγομαχεῖν,
12. ἀλλὰ τὰ μέρη τῆς περιόδου σκοπεῖν ὁπόσα τε τὸν ἀριθμόν
13. ἐστι καὶ ὅπῃ διενήνοχεν ἀλλήλων.
⟨
(De morb. temp.) [n° 049 Fichtner] [GalLat]
De morborum temporibus
Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).
De morborum temporibus, 6, ed. Kühn, 1824, vol. 7, p. 425-427. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩