Galenus. De morborum temporibus (De morb. temp.) [n° 049 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).

De morborum temporibus, 7, ed. Kühn, 1824, vol. 7, p. 427-431. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:7

14. Αὐτὴ μὲν οὖν ἡ τομὴ τῶν εἰς ἀπυρεξίαν
15. ληγόντων ἁπάντων ἐστὶ πυρετῶν, ἀμφημερινῶν, τριταίων,
16. τεταρταίων, ὡς ἓξ ἐχόντων τὰ μέρη διαφέροντα ἀλλήλων
17. ἰδέαις εὐσήμοις· ἑτέρα δὲ, τῶν μὴ διαλειπόντων, εἰς πέντε
18. μέρη διαιρουμένων. εἰσὶ δὲ καὶ οὗτοι πάμπολλοι, τινὲς μὲν
1. ἑκάστης ἡμέρας παροξυνόμενοι, τινὲς δὲ διὰ τρίτης· οὐ μὴν
2. οἵ γε διὰ τετάρτης πολλάκις, ἀλλ’ ἐν τῷ σπανίῳ, φαίνονται
3. γινόμενοι· τὸ πλεῖστον γὰρ αὐτῶν γένος εἰς ἀπυρεξίαν παύεται.
4. διττὴ δὲ καὶ τούτων ἐστὶν ἡ ἰδέα τῶν εἰς ἀπυρεξίαν
5. μὴ παυομένων, ἀμφημερινῶν, τριταίων, τεταρταίων.
6. ἔνιοι μὲν γὰρ αὐτῶν καὶ τὸ μέγεθος ἀποτίθενται τοῦ σφυγμοῦ
7. καὶ τὸ τάχος καὶ τὴν πυκνότητα καὶ τὴν
8. σκληρότητα· τινὲς δὲ τὰ μὲν ἄλλα τρία πρὸς τὸ κατὰ φύσιν
9. ἐπανάγουσι, φυλάττουσι δὲ ταχύτητα οἱ μὲν πλεῖον, οἱ δὲ
10. ἧττον. ἀλλ’ οὐ τοῦ νῦν παρόντος λόγου περὶ ἐκείνων διαιρεῖσθαι·
11. πρόκειται γὰρ ἐξαριθμῆσαι τὰ μόρια τῆς περιόδου
12. καθ’ ἕκαστον γένος νοσήματος. εἰρηκότες οὖν ὀλίγον
13. ἔμπροσθεν, ὡς ἕξ εἰσι τὰ πάντα κατὰ τοὺς διαλείποντας
14. πυρετοὺς, ἑξῆς διερχόμεθα τὰ μέρη τῶν μὴ διαλειπόντων,
15. πέντε εἶναι λέγοντες, ὅταν τὰ μὲν ἄλλα παραπλησίως αὐτοῖς
16. ὑπάρχῃ, μόνον δὲ λείπῃ τὸ τῆς ἀπυρεξίας. ἡ δ’ ἐν τοῖς
17. ἄλλοις μέρεσιν ὁμοιότης ἔξ ἀνάγκης ἐστὶ, τὸ τῆς εἰσβολῆς τῶν
18. παροξυσμῶν μετὰ συστολῆς γίγνεσθαι, ὀνομάζω δ’ οὕτω τὸ
19. μετὰ τοῦ ψύχεσθαι, τούτῳ γὰρ ἕπεται κατὰ τοὺς σφυγμοὺς
1. εἴσω μᾶλλον κινεῖσθαι μετὰ μικρότητος, ἀποχωροῦντος εἰς
2. τὰ σπλάγχνα τοῦ αἵματος, ᾧ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ τῆς
3. ἀνωμαλίας, εἶθ’ ἑξῆς τὸ τῆς ἀναβάσεως, ἀκμῆς τε καὶ παρακμῆς.
4. ἐφ’ ὧν μέντοι χωρὶς αἰσθητῆς συστολῆς εἰσβολὴ γίγνεται παροξυσμοῦ,
5. τοὺς τρεῖς καιροὺς εἰς ἕνα μεταπίπτειν ἀναγκαῖόν ἐστι,
6. καὶ γίγνεσθαι τὸ σύμπαν μέχρι τῆς ἀκμῆς ἀνάβασιν. ὅπου γὰρ
7. οὐκ ἐγένετο συστολὴ, δῆλον ὡς οὐδ’ ἀνωμαλία. τὴν δὲ ἀκμὴν οὐδ’
8. ἄν ποτε εἶδον ἀπολείπουσαν, ἀλλ’ ἀεὶ διαμένουσαν αἰσθητὴν
9. ἰσότητα κατὰ πάντας τοὺς πυρετοὺς ἐπί τινα χρόνον· εἰσβολὴν
10. μέντοι μυριάκις ἐθεασάμην ἄνευ τῶν εἰρημένων τῆς ἀρχῆς
11. συμπτωμάτων, ὧν τὸ μὲν κυριώτατον ἦν ἁπάσαις ὀλίγου δεῖν
12. ταῖς ἀρχαῖς ἡ ψύξις συνοῦσα τῶν παροξυσμῶν, ὥσπερ καὶ ἡ
13. ἐπὶ τὰ ἔσω τῶν ἀρτηριῶν κίνησις, ὑπὲρ ἧς εἴρηται μὲν ἐπιπλέον
14. ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ, κατὰ δὲ τὸν ἐνεστῶτα
15. λόγον ἀρκεῖ τῷ τάχει τῆς συστολῆς ἀφορίζειν αὐτήν.
16. ὅσα δ’ ἄλλα συμπτώματά τε καὶ σημεῖα τῆς ἀρχῆς τῶν παροξυσμῶν
17. ἐστιν ἴδια, προείρηται τὰ μὲν ἐπιγινόμενα τῇ περιψύξει,
18. τὰ δ’ ἄλλα ἄλλως συμβαίνειν· σμικρότης μὲν τῶν
19. σφυγμῶν καὶ ἀραιότης καὶ βραδυτὴς διαστολῆς ἐπὶ τῇ καταψύξει,
1. ῥῖγος δ’ ἐπ’ ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς τῶν συμπτωμάτων
2. αἰτίαις εἴπομεν. ἀλλ’ ὅλον τὸ γένος τοῦτο τῶν
3. παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς
4. πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυμαστῶν τούτων
5. ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι
6. κελευθέντας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους
7. ὥρας τοῦ παροξυσμοῦ. συμβαίνει δὲ αὐτοὺς ἀγνοοῦντας
8. ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτηρίας, ἐν τοῖς τοιούτοις σφάλμασι
9. καθίστασθαι. ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ συστολὴ
10. θάττων γίγνεται· γνωρίζειν δ’ αὐτὴν οὐ παντός ἐστιν,
11. ἀλλὰ δεῖται μάλιστα τοῦτο τὸ ἔργον, εἴπερ τι καὶ ἄλλο τῆς
12. τέχνης, ἀσκήσεως ἱκανῆς, ἣν οὐχ οὐχ οἷόν τε ποιήσασθαι,
13. πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ’ ἡμῶν τρόπον ἐν τῷ
14. πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν. εἰ μὲν οὖν τις εἴη
15. γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρεῖ τούτῳ
16. τίθεσθαι τοῦτ’ αὐτὸ τὸ μέρος τοῦ παροξυσμοῦ, καθ’ ὃ
17. τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γεγενημένην ἄνευ τῆς
18. διαστολῆς, ἀρχὴν τῆς περιόδου· τὸ δ’ ἐφεξῆς τῷδε ἐπανάβασιν,
19. ἄχρι τῆς ἀκμῆς· εἰ δὲ μὴ γνωρίζοι μηδὲ τοῦτο, 
1. φαίνοιτο δὲ ἀθλίπτως αὐτῷ παντοίως ἡ εἰσβολὴ γεγενημένη,
2. τὸ μέχρι τῆς ἀκμῆς μέρος τοῦ παροξυσμοῦ πᾶν ἐπανάβασιν,
3. ἢ ἐπίδοσιν, ἢ αὔξησιν ὀνομάσει· τέμνων δ’ αὐτὴν εἰς πρῶτα
4. καὶ τελευταῖα καὶ μέσα κατὰ τὸ μᾶλλόν τε καὶ ἦττον, οὐκ
5. εἴδεσι διαφόροις, ὡς ἔμπροσθεν ἔλεγον ἐπὶ τῶν αἰσθητῶν
6. περιψύξεων. ἐν τοῖς τοιούτοις οὖν πυρετοῖς οἱ πάντες ἔσονται
7. καιροὶ τρεῖς, αὔξησις, ἀκμὴ, μείωσις· οὐδὲν γὰρ χεῖρον
8. οὐδὲ μείωσιν ὀνομάζειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τοῦ μεγέθους
9. ἀφαιρεῖταί τι τοῦ πυρετοῦ· ἐν ὅσοις δ’ οὐκ ἔστι περίοδος,
10. οἷον καὶ τοῖς συνόχοις ὀνομαζομένοις, τούτοις τοῖς
11. πυρετοῖς οὔτε παροξυσμὸς ὅλως τίς ἐστιν, οὔτε τὰ
12. προειρημένα μέρη, τὰ μέντοι τῆς ὅλης νόσου μόρια κατὰ
13. διαφέροντας χρόνους καὶ τούτοις ἐστὶν, ἑτέροις τρόποις διαγινωσκόμενα
14. παρὰ τοὺς ἐν τοῖς παροξυσμοῖς καιροὺς, οὓς
15. ὀλίγον ὕστερον ἐρῶ, καὶ μάλιστα ὅτι σφάλλονται πάντες ἐν
16. αὐτοῖς ἰατροὶ, καίτοιγε Ἱπποκράτους ὀρθότατα διδάξαντος
17. ὑπὲρ αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image