Galenus. De morborum temporibus (De morb. temp.) [n° 049 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).

De morborum temporibus, 8, ed. Kühn, 1824, vol. 7, p. 431-437. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:8

18. Ἀλλὰ νῦν ἐπὶ τοὺς κατὰ περίοδόν τινα
19. παροξύνοντας ἐπανέλθωμεν τῷ λόγῳ, πᾶν ὅσον ὑπόλοιπον
1. ἐν αὐτοῖς ἄσκοπον ἀφεῖται διαιροῦντες. ἑνὸς μὲν δὴ καὶ
2. πρώτου μεμνῆσθαι κελεύω, τοῦ γεγονέναι τὸν λόγον ἡμῖν
3. ἅπαντα τὸν ἀπ’ ἀρχῆς ἄχρι δεῦρο περὶ τῶν ἁπλῶν περιόδων.
4. ἐν γὰρ ταῖς ἐπιπεπλεγμέναις ὁ μετὰ τὴν ἀκμὴν καιρὸς
5. ἐνίοτε στενοῦται, φθανούσης εἰσβάλλειν ἐπισημασίας ἑτέρου
6. παροξυσμοῦ, πρὶν τὴν προτέραν περίοδον ἀκριβῶς πληρωθῆναι,
7. καὶ πολλάκις γε κατὰ μὲν τὴν ἑαυτοῦ φύσιν ὁ πυρετὸς
8. ἐκ τοῦ τῶν διαλειπόντων ἐστὶ γένους, ὥσπερ ὁ τριταῖος, ἡ
9. δ’ ἐπιπλοκὴ χρόνον ἀπυρεξίας οὐδένα καταλείπει τῇ προτέρᾳ
10. περιόδῳ, φθάσαντος εἰσβαλεῖν τοῦ δευτέρου παροξυσμοῦ,
11. πρὶν ἀπολυθῆναι τὸν πρότερον. εἴρηται δέ μοι περὶ τῶν
12. τοιούτων ἐπιπλοκῶν ἐν δύο πραγματείαις, τῇ τε περὶ κρίσεων
13. καὶ τῇ περὶ διαφορᾶς τῶν πυρετῶν, ἔνθα καὶ διώρισται
14. μίξις ἐπιπλοκῆς. ὁ γοῦν ἡμιτριταῖος ἐκ μίξεώς τε καὶ κράσεως
15. ἐδείχθη γιγνόμενος ἀμφημερινοῦ τε καὶ τριταίου πυρετοῦ.
16. πολλάκις δὲ καὶ αὐτῷ τῷ ἡμιτριταίῳ τῶν ἁπλῶν εἷς
17. ἐπιπλέκεται πυρετῶν, ἤτοι τριταῖος, ἢ ἀμφημερινὸς, ἀλλ’
18. οὐκ ἔστιν ἡ τοιαύτη ποικιλία τῆς ἐνεστώσης οἰκεία πραγματείας,
19. ἀρκεῖ γὰρ ἐνταῦθα τοὺς ἰδίους ἑκάστου τῶν πυρετῶν
1. καιροὺς ἀκριβῶς διαρθρῶσαι· τὸ γὰρ τὸ συμπλεκόμενον αὐτῶν
2. ἑτοίμως δύνασθαι διακρίνειν οὕτως ἂν ἡμῖν μάλισθ’
3. ὑπάρξειεν. οἱ μὲν οὖν ἀκριβῶς ἁπλοῖ προείρηνται, περὶ δὲ
4. τῶν ἐπιμίκτων ἑξῆς ἐρῶ. γίνεται τοίνυν ἐνίοτε φρικώδης
5. εἰσβολὴ, τὰ τῆς ἀρχῆς ἴδια γνωρίσματα πάντα ἔχουσα, πλὴν
6. ῥίγους, ἔστι δ’ ὅτε καὶ τούτου τὴν ἔμφασιν· ἡ γάρ τοι σφοδρὰ
7. φρίκη δόξειεν ἂν ἤτοι γε ἀρχή τις εἶναι ῥίγους, ἢ μικρὸν
8. ῥῖγος, ἀλλὰ τό γε ἀκριβὲς ῥῖγος, οἷον ἐν τριταίοις τε καὶ τεταρταίοις
9. πυρετοῖς ἐστιν, ὁ τοιοῦτος μὴ λαμβάνει, καὶ διὰ
10. τοῦτ’ οὖν αὐτὸν ὀνομάζω φρικώδη· καὶ πολύ γε μᾶλλον ὅτι
11. προδείξας τινὰ σημεῖα τοῦ δευτέρου καιροῦ, πάλιν ἀρχὴν ἑτέρας
12. εἰσβολῆς ἐργάζεται φρικώδη, ὃ καλοῦσιν ἔνιοι μὲν ἐπανάληψιν,
13. ἔνιοι δ’ ἐπαναδίπλωσιν· ἔστιν ὅτε δὲ καὶ δεύτερον
14. ἐργάζεται τοῦτο, καί τισιν ἐνίοτε καὶ τρίτον, εἶτα μόγις ὕστερον
15. ὁμαλῶς ἐξαπλοῦται μέχρι τῆς ἀκμῆς ἀναβαίνων. οὗτος
16. ὁ πυρετὸς εἰς ἀπυρεξίαν οὐδέποτε παύεται. ὅ τε γὰρ ἄχρι τῆς
17. ἀκμῆς αὐτῷ χρόνος ὑπάρχει πάμπολυς ἥ τε παρακμὴ χωρὶς
18. αἰσθητῆς διαπνοῆς· πολὺ δὲ δὴ μᾶλλον ἀποδεῖ τοῦ μεθ’ ἱδρῶτος
1. εἰς ἀπυρεξίαν ἰέναι. ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης εἰσβολῆς
2. παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγίνεται,
3. κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μειοῦται.
4. καὶ τοίνυν ἐπὶ τῆς ὑστεραίας ἕτερος αὐτοῖς ἐπιγίνεται παροξυσμὸς,
5. φρικώδης μὲν ὁμοίως, ἀλλ’ οὐκ ἔχων τὰς ἐπαναλήψεις
6. ὡσαύτως τῷ πρόσθεν, ἢ εἴποτε κατὰ τὸ σπάνιον σχοίη,
7. μίαν ποιήσαιτο μόνην, ὀλιγοχρόνιόν τε καὶ σμικράν. ἀναβαίνει
8. δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ
9. πολλῷ, καὶ παρακμάζει ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνω,
10. καὶ διὰ τοῦτ’ αὐτὸ ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ
11. κατὰ τὴν πρώτην ἐκδέχεται παροξυσμὸς, εἶτ’ αὖθις ὁ κατὰ τὴν
12. τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν δευτέραν, καὶ τοῦτο ἐφεξῆς
13. ἀεί. τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς
14. διδασκαλίας ἑνὶ προσαγορεύειν βουλόμενος ὀνόματι, τέθεικα
15. κατ’ αὐτοῦ κλῆσιν ἡμιτριταῖον. εἰ μὲν οὖν καὶ Ἱπποκράτης
16. τὸν τοιοῦτον πυρετὸν ἡμιτριταῖον ἐκάλει, καθάπερ
17. ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου κερδαίνοις, ὅτι τε
18. πρᾶγμα μανθάνεις ἰατρικὸν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις
19. αὐτῷ· εἰ δ’ ἡγεῖταί τις ἕτερόν τινα πυρετὸν ὑφ’
1. Ἱπποκράτους ἡμιτριταῖον καλεῖσθαι, σφάλλεσθαί με νομίσας
2. ἐν τῇ προσηγορίᾳ, τὸ πρᾶγμα αὐτὸ μανθανέτω. ὅτι γὰρ
3. καὶ τοιοῦτός τις γίνεται πυρετὸς, ὁποῖον εἶπον, οὐκέτ’ ἐν
4. τῷδε μάρτυρος οὔθ’ Ἱπποκράτους οὔτε ἄλλου τινὸς ὁ λόγος
5. χρῄζει, μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὁρώντων ἡμῶν αὐτὸν,
6. καὶ μάλιστ’ ἐν Ῥώμῃ. ὥσπερ γὰρ ἐν ἄλλοις ἄλλα χωρίοις,
7. οὕτως ἐν τῇδε πόλει πλεονάζει τὸ κακὸν τοῦτο. παράκειται
8. δ’ αὐτῷ τις ἄλλος, οὔτε τῇ δευτέρᾳ τῶν ἡμερῶν ἕτερον φέρων
9. παροξυσμὸν, οὔτε κατὰ τὴν πρώτην καὶ τὴν τρίτην τὰς
10. ἐπαναλήψεις. ἔστι δ’ οὐχ εἷς οὐδ’ ὁ τοῦδε τρόπος· ἐνίοτε
11. μὲν γὰρ ἄνευ φρίκης, ἐνίοτε δὲ σὺν φρίκῃ ποιεῖται τὴν εἰσβολὴν,
12. ἔστι δ’ ὅτε καὶ μετὰ καταψύξεως τῶν ἄκρων σαφῶς·
13. ὦπται δὲ ἐνίοτε καὶ χωρὶς αἰσθητῆς περιψύξεως οὗτος ὁ πυρετὸς
14. ἔχειν τοὺς πέντε καιροὺς, ἀρχὴν, ἀνωμαλίαν, ἐπίδοσιν,
15. ἀκμὴν καὶ παρακμήν. τοῖς δὲ χρόνοις ἤδη διῃρημένοις
16. ὀλιγοχρόνιος μὲν ἡ ἀρχὴ, ὀλιγοχρόνιος δέ ἐστιν αὐτοῦ καὶ
17. ἡ ἀνωμαλία· τὰ δὲ τῆς ἀναβάσεως οὐχ ὁμοίως ἅπασιν, ἀλλ’
18. ἐνίοις μὲν (οὐκ) ὀλιγοχρόνια, ἐνίοις δὲ χρόνῳ πλείονι· καὶ
19. μὲν δὴ καὶ ὁ τῆς ἀκμῆς καιρὸς ἐν χρόνῳ μὲν πάντως αἰσθητῷ 
1. καὶ πλατεῖ, διαφέρει δ’ οὐκ ὀλίγον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον.
2. οὕτω δὲ καὶ τὰ τῆς παρακμῆς ἐν χρόνῳ μὲν ἅπασι μακρῷ,
3. διαφέρει δ’ ἐν τῷ τισὶ μὲν αἰσθητῶς ἀφαιρεῖν καὶ
4. παρέχειν ἐλπίδα τοῦ διὰ ταχέων παύσασθαι, μετὰ ταῦτά θ’
5. ἵσταται φυλάσσων ἴσον τὸ ὑπόλοιπον μέγεθος τῆς παρακμῆς·
6. τισὶ δὲ ὅλην ποιεῖται τὴν παρακμὴν ἀπ’ ἀρχῆς ἄχρι τῆς τελευτῆς
7. βραδεῖαν, ὥστε καὶ ἐκ διαστημάτων χρόνου μακροτέρων
8. ἁπτομένῳ σοι δόξει μὲν ἀφῃρηκέναι τι πάντως, ὀλίγιστον
9. μέντοι τουτί. τοιαῦταί τινες καὶ ἄλλαι μερικαὶ διαφοραὶ τῶν
10. διὰ τρίτης ἡμέρας παροξυνομένων πυρετῶν, οὓς ἅπαντας
11. ὀνομάζω τριταιοφυεῖς, εἰς μὲν τὴν τῆς διαθέσεως, ὅθεν ἐξάπτονται,
12. γνῶσιν χρησιμώταται, πρὸς δὲ τὴν νῦν ἐνεστῶσαν
13. πραγματείαν ἄχρηστοι. πρόκειται γὰρ ἡμῖν ἐνταῦθα τούς
14. τε ἐν ταῖς περιόδοις διορίσασθαι καιροὺς καὶ τοὺς ὅλου τοῦ
15. νοσήματος, ἕνεκα τῆς τῶν βοηθημάτων εὐκαίρου χρήσεως,
16. ἣν οὐδὲν ὀνίνησιν ἡ τοιαύτη ποικιλία, καθάπερ οὐδὲ ἡ τῶν ἐν
17. ἀμφημερινοῦ σχήματι πεποικιλμένων· καὶ γὰρ καὶ τούτων
18. οὐκ ὀλίγοι καθ’ ἑκάστην ἡμέραν παροξυνόμενοι διάλειμμα
19. οὐδὲν ἴσχουσιν· ἐρῶ δ’ αὐτῶν ὅμως ἕνεκα παραδείγματος
1. ὀλίγας διαφορὰς, οὐχ ὡς χρησίμους εἰς τὴν ἐνεστῶσαν ὑπόθεσιν,
2. ἀλλ’ ὅτι τῶν ἰατρῶν ἔνιοι παντάπασι φυσῶνται ἐξ ὧν
3. ἀλόγως φλυαροῦσι, καὶ δόξαν ἀποφέρονται παρὰ τοῖς ἀσυνέτοις,
4. ὡς ἐπιμελεῖς τε καὶ πονητικοὶ καί τι σοφώτερον ἐπιστάμενοι
5. τῶν μόνα τὰ χρήσιμα γραφόντων.

Cliquer un n° de page pour en afficher l’image