Galenus. De morborum temporibus (De morb. temp.) [n° 049 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).

De morborum temporibus, 9, ed. Kühn, 1824, vol. 7, p. 437-439. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:9

 

6. Εἰσβάλλει τοίνυν ὁ παροξυσμὸς τῶν
7. καθ’ ἑκάστην ἡμέραν παροξυνομένων πυρετῶν ἐνίοτε μὲν
8. ἄνευ σαφοῦς περιψύξεως, ἐνίοτε δὲ σὺν ταύτῃ, καὶ διαμένει
9. γε τὰ τῆς ἀρχῆς ἴδια τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα
10. χρόνον· καὶ δὴ καὶ τὰ τῆς ἀνωμαλίας ὡσαύτως τοῖς
11. μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον· καὶ μετὰ
12. ταῦτα ἀναβαίνει μέχρι τῆς ἀκμῆς ὁ πυρετὸς οὗτος ἐν πλείονι
13. χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων. ὑπάρχει δ’ αὐτῷ καί
14. τι τοιοῦτον, ὃ κᾀκείνοις μὲν ἔστιν ὅτε γίγνεται σπανίως, πολὺ
15. μᾶλλον δ’ ἐν τούτῳ φαίνεται· σαφῆ ποιούμενος ἀνάβασιν,
16. ἵσταταί τινι χρόνῳ μηδὲν προστιθεὶς, εἶτ’ αὖθις προστίθησιν.
17. οὕτω δὲ κᾀπὶ τῆς παρακμῆς ἤτοι γε ὁμαλὴν ποιεῖται τὴν
18. ἀφαίρεσιν, ἢ μεταξὺ ἵστησιν ἐπὶ τοῦ αὐτοῦ μεγέθους, τοῖς
1. μὲν ὥραν μίαν, τοῖς δὲ δύο, μετὰ ταῦτα ἀφαιρεῖ. καὶ δὴ
2. καὶ μέχρι τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ τοῖς μὲν
3. ἀφαιρεῖ, τοῖς δὲ ἐν ᾧπέρ ἐστι μεγέθει διαμένει. μᾶλλον δὲ
4. τοῦτο τοῖς διὰ τρίτης ὑπάρχει, διότι καὶ ἡ περίοδος αὐτῶν
5. ἐστι μακροτέρα. διπλασία γάρ πώς ἐστι τῷ χρόνῳ τῶν διὰ
6. τρίτης παροξυνομένων πυρετῶν ἡ περίοδος, εἰ παραβάλλοιτο
7. τῇ τῶν καθ’ ἑκάστην ἡμέραν. ὥστε ἐναργῶς διὰ τοῦτο χρονίζει
8. τὸ λείψανον τῆς παρακμῆς αὐτῆς, ἐν ἴσῳ διαμένον μεγέθει.
9. πολλοὶ δὲ καὶ ἄλλοι τρόποι περιόδων εἰσὶ, διαφοραῖς
10. μερικαῖς ποικιλλόμενοι, περιττοὶ πρὸς τὰ νῦν ἐνεστῶτα. διὰ
11. τοῦτο δὲ ἐνίων ἐμνημόνευσα, διότι τῶν ἰατρῶν οἱ μὴ γινώσκοντες,
12. ὡς οὐκ ἔστιν οἰκεία τοῦ παρόντος σκέμματος ἡ τοιαύτη
13. διδασκαλία, γεγράφασιν ὑπὲρ αὐτῶν, ἁμαρτάνοντες καὶ
14. κατ’ αὐτῶν τὴν διήγησιν. ἀλλ’ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτοὺς
15. ἐν οὐκ οἰκείῳ σκέμματι· μαθήσῃ δ’ ἐπιστημονικῶς, ὅτι γε
16. φλυαροῦσιν ἄχρηστα, καὶ ὅτι θαυμαστῶς Ἱπποκράτους εὑρόντος
17. τὴν ἐν αὐτοῖς μέθοδον, οὔτ’ ἐξειργάσατό τις αὐτὴν,
18. καὶ πρὸς τούτῳ καὶ διέφθειραν οἱ πλεῖστοι, κατ’ ἐκεῖνο μάλιστα
1. τοῦ λόγου τὸ χωρίον, ἔνθα συνάπτειν μέλλω τοῖς εἰρημένοις
2. καιροῖς τὰ βοηθήματα. πραχθήσεται δέ μοι τοῦτο
3. τοὺς ὅλου τοῦ νοσήματος ἐπιδείξαντι καιρούς· ἄχρι μὲν γὰρ
4. τοῦδε τοὺς ἐν μέρει διῆλθον μόνους.

Cliquer un n° de page pour en afficher l’image