Galenus. De morborum temporibus (De morb. temp.) [n° 050 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
De totius morbi temporibus, 1824, vol. 7, p. 440-462. urn:cts:greekLit:tlg0057.tlg047.verbatim-lat1

De totius morbi temporibus, 1, ed. Kühn, 1824, vol. 7, p. 440-441. urn:cts:greekLit:tlg0057.tlg047.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΟΛΟΥ ΤΟΥ

ΝΟΣΗΜΑΤΟΣ ΚΑΙΡΩΝ ΒΙΒΛΙΟΝ.

1. Ὅλου τοίνυν τοῦ νοσήματος ἐπινοοῦμεν
2. καιροὺς ἀνάλογον ταῖς ἡλικίαις τῶν ζώων· ἕνα μὲν καὶ
3. πρῶτον τῆς γενέσεως αὐτοῦ· δεύτερον δὲ τὸν τῆς ἀναβάσεως·
4. τρίτον δὲ τὸν τῆς ἀκμῆς· καὶ τέταρτον τὸν τῆς παρακμῆς,
5. ὅταν γε μέλλωσιν οἱ κάμνοντες σώζεσθαι· φθασάντων γὰρ
6. ἀποθανεῖν αὐτῶν, ἤτοι κατὰ τὴν ἀνάβασιν, ἢ τὴν ἀκμὴν,
7. εὔδηλον ὡς οὐ διεξῆλθεν ἅπαντας τοὺς καιροὺς ἡ τοιαύτη νόσος.
8. ἀλλ’ ἥ γε διεξερχομένη σχεδόν τι περὶ πάντων αὐτῆς
9. τῶν μορίων ἀμφισβητήσεις ἔχει, τινῶν μὲν ἕνα χρόνον εἶναι
1. λεγόντων τὴν ἀκμὴν, ἐπινοίᾳ μόνῃ λαμβανόμενον· ἐνίων δὲ,
2. ὡς ἐν τοῖς συνόχοις, ἀκμὴν μὴ εἶναι τὸ σύμπαν· ἐνίων δὲ εἰς
3. ἀρχὴν ὀλιγοχρόνιον εἰσάγειν τὴν ἀκμήν· ἄλλων δ’ οὐκ ἐν τούτοις
4. μόνον, ἀλλὰ καὶ τοῖς λοιποῖς ἅπασι νοσήμασιν, ἀφαιρούντων,
5. τὴν ἀρχήν· ἄλλων δ’ ἐνίοτε καὶ τὴν παρακμὴν ἀφαιρούντων,
6. ἂν ἐξ ἀποκοπῆς, ὡς ἐκεῖνοι καλοῦσιν, ἡ νόσος
7. λυθῇ. πρῶτον μὲν οὖν χρὴ τὰς ἀμφισβητήσεις διαλύεσθαι
8. ταύτας, εἶτα ἀκριβῶς διαρθρῶσαι τὰς ἐννοίας τῶν καιρῶν τῆς
9. ὅλης νόσου, καὶ μετὰ ταῦτ’ εἰπεῖν αὐτῶν τὰ γνωρίσματα,
10. κᾄπειθ’ ἑξῆς εἴη δεῖξαι τὸ χρήσιμον, ἀναμίξαντας τοῖς κατὰ
11. τὰς περιόδους.

Cliquer un n° de page pour en afficher l’image