Galenus. De morborum temporibus (De morb. temp.) [n° 050 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
De totius morbi temporibus, 1824, vol. 7, p. 440-462. urn:cts:greekLit:tlg0057.tlg047.verbatim-lat1

De totius morbi temporibus, 2, ed. Kühn, 1824, vol. 7, p. 441-443. urn:cts:greekLit:tlg0057.tlg047.1st1K-grc1:2

12. Ἡ τοίνυν ἀρχὴ τῆς νόσου, καθ’ ὅσον εἰσβάλλει
13. ποτὲ καταπιπτούσης τῆς ὑγιεινῆς καταστάσεως, ἐν
14. ἁπάσαις αὐταῖς ἐστιν ἄνευ χρόνου παρατάσεως ἐπινοουμένη·
15. σὺν τούτῳ μέντοι γε οὐ συγχωρεῖται παντὸς νοσήματος ὑπάρχειν
16. οἷον γένεσιν, ὥσπερ ἐν τοῖς ζώοις ἐπινοοῦμεν. οὐ γὰρ
17. ἐκ μορίων δή τινων ὥσπερ τὸ ζῶον ἐκ κεφαλῆς, καὶ θώρακος,
18. καὶ κώλων, οὕτω καὶ τὰ νοσήματα σύγκειται. ἐκπίπτοντα
1. γὰρ τοῦ κατὰ φύσιν, ἐν ἀκαρεῖ μέν τινι χρόνῳ τὴν γένεσιν
2. ἔχει, τοὐντεῦθεν δὲ ἀναβαίνει μέχρι τῆς ἀκμῆς. ἔστω
3. γὰρ εἰ τύχοι κατὰ δυσκρασίαν τὸ νόσημα, καθ’ ἣν ἡμῖν ἐπιδέδεικται
4. καὶ ὁ πυρετὸς συνιστάμενος. ἀναγκαῖον οὖν ἐπειδὰν
5. πρῶτον ἡ παρὰ φύσιν αὕτη γένηται θερμασία, πυρέττειν
6. τε τὸν ἄνθρωπον, ἐπιτείνεσθαί τε μέχρι τῆς ἀκμῆς τὴν θερμασίαν.
7. οὗ γὰρ οὐκ ἔστι μέρη, πῶς ἂν εἴη γένεσις ἐν χρόνῳ
8. τοῦδε; ταῦτ’ εἴρηταί μοι καὶ κατ’ ἀρχὰς εὐθέως, ἀπήντησά
9. τε πρὸς αὐτὰ, τῶν μετὰ περιψύξεως εἰσβαλλόντων πυρετῶν
10. ἀναμνήσας. ἀλλ’ ἐν μὲν ταῖς περιόδοις αὐτάρκης ἡ ἀπάντησις·
11. εἷς γὰρ τῶν ἐν μέρει καιρῶν καὶ τῇ τάξει πρῶτος ὁ
12. τῆς περιψύξεως τῆς συμπάσης νόσου· γελοιότατον δ’ ἂν εἴη
13. τὸν τοῦ πρώτου παροξυσμοῦ πρῶτον καιρὸν ἀρχὴν ἡγεῖσθαι
14. τοῦ νοσήματος ὅλου. τὸ γάρ τοι χρήσιμον ὁ καιρὸς οὗτος,
15. ὃν ὀνομάζουσιν ἀρχὴν νοσήματος, εἰς τὰ βοηθήματα κέκτηται,
16. καὶ πρὸς τοῦτον ἀποβλέπων εἶπεν· ἀρχομένων τῶν νούσων,
17. ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίαν
18. ἔχειν βέλτιόν ἐστιν. ὡσαύτως δὲ κᾀκεῖνο λέλεκται αὐτῷ·
1. περὶ τὰς ἀρχὰς καὶ τὰ τέλεα πάντα ἀσθενέστερα. καὶ μέντοι
2. καὶ τὸ περὶ φαρμακείας εἰρημένον, ὡς πέπονα χρὴ φαρμακεύειν
3. καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ.
4. καὶ πρὸς τούτοις γε ἔτι τὸ, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις
5. καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι· πολλά τε πρὸς τούτοις
6. ἕτερα, τὰ μὲν Ἱπποκράτει, τὰ δὲ τοῖς ἄλλοις ἰατροῖς
7. ἅπασι τοῖς παλαιοῖς εἰρημένα, τὴν ἀρχὴν ἡμᾶς οὐκ ἐπιτρέπει
8. νοεῖν τοῦ πρώτου παροξυσμοῦ τὴν εἰσβολὴν, ἀλλ’ ἐπὶ μακροτέρου,
9. ὡς καὶ φλεβοτομῆσαι δύνασθαι, καὶ κλυστηρίῳ χρήσασθαι,
10. ποτὲ δὲ εἰ κατεπείγει, καὶ καθῆραι, πρὸς τῷ καὶ
11. γελοῖον εἶναι τῶν ἐντὸς τῆς ἑβδόμης ἡμέρας λυομένων νοσημάτων
12. καὶ τῶν εἰς ἐνιαυτὸν παραμενόντων, ὥσπερ καὶ ὁ τεταρταῖος
13. ἔστιν ὅτε, τὴν ἴσην ἀρχὴν τίθεσθαι. πολλὰ μὲν οὖν
14. εἴρηταί μοι περὶ τῆσδε τῆς ἀρχῆς καὶ κατὰ τὸ περὶ κρίσεων
15. πρῶτον, ἐπιδεικνύντι τὸν πρῶτον τοῦτον καιρὸν ὡς ἄν τις
16. γνωρίσειεν. ἦν δ’ αὐτοῦ κεφάλαιον ἡ ἀπεψία τῆς νόσου. βέλτιον
17. δὲ κᾀνταῦθα πρὸς ἐκείνοις εἰπεῖν, ὅσα τῇ παρούσῃ
18. διεξόδῳ χρήσιμα.

Cliquer un n° de page pour en afficher l’image