Galenus. De morborum temporibus (De morb. temp.) [n° 050 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
De totius morbi temporibus, 1824, vol. 7, p. 440-462. urn:cts:greekLit:tlg0057.tlg047.verbatim-lat1

De totius morbi temporibus, 3, ed. Kühn, 1824, vol. 7, p. 444-447. urn:cts:greekLit:tlg0057.tlg047.1st1K-grc1:3

1. Κείσθω τοίνυν πρῶτον ἀρχὴν φλεγμονῆς
2. ζητεῖσθαι. τίς οὐκ ἂν φαίη τὴν οἱονεὶ γένεσιν αὐτῆς ὑπάρχειν
3. ἐν ἐκείνῳ παντὶ τῷ χρόνῳ, καθ’ ὃν πληροῦται τὸ μόριον
4. αἱματώδους οὐσίας; εἴτε γὰρ ἐπὶ παρεμπτώσει συμβαίνει τὸ
5. τοιοῦτον, εἴτ’ ἐπὶ τῇ σφηνώσει πάντων τῶν ἀγγείων, εἴτε
6. ἐπὶ περιστάσει τινὶ τῶν ὄγκων ἐν τοῖς πόροις, εἴθ’, ὡς ἡμεῖς
7. ἐδιδάξαμεν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας καὶ
8. τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ὑπομνήματι, πλεονεξία
9. τις αἵματος ἐν τῷ μορίῳ συνίσταται, γεννωμένης τῆς φλεγμονῆς,
10. οὗτος ἔσται πρῶτος καιρὸς, ἐν ᾧ πληροῦται τὸ
11. μέρος ἀνακείμενον τῷ μεγέθει τοῦ πάθους. ὅταν δὲ τὸ
12. μὲν ἐπιῤῥέον παύσηται, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι περιεχόμενον
13. ὑπάρξηται σήπεσθαι, θερμασία τις γίνεται διὰ τὴν σηπεδόνα,
14. καὶ ἡ χύσις ἐπιπλέον διὰ τὴν θερμασίαν, ἐφ’ ᾗ καὶ
15. πνεῦμα γεννᾶται, καὶ δι’ ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ
16. πρόσθεν τὸ μόριον, εἰ καὶ μηδὲν ἐπιῤῥέοι· δεύτερος οὗτός
17. ἐστι χρόνος ὁ τῆς αὐξήσεως τῆς φλεγμονῆς. ὅταν δὲ εἰς
18. πῦον ἤδη μεταβάλλῃ, μέγιστοι μὲν δή που πόνοι τηνικαῦτα 
1. καταλαμβάνουσι. περὶ γὰρ τὰς γενέσιας τοῦ πύου οἱ
2. πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου· καλεῖται
3. δ’ ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός. εἰ δὲ ἐκπυϊσκόμενον
4. ἢ διαφορούμενον τὸ ῥεῦμα τόν τ’ ὄγκον ἐλάττω καὶ
5. τὴν τάσιν ἀποφαίνει, παρακμῆς ἀρχὴ τὸ τοιοῦτόν ἐστιν.
6. οὕτω μὲν ἐπὶ τῆς φλεγμονῆς οἱ καιροὶ διαιροῦνται. ἐπὶ πυρετοῦ
7. δὲ τοῦ μὲν ἐπὶ φλεγμονῇ συνισταμένου τοὺς αὐτοὺς
8. ἐκείνῃ τίθεσθαι καιρούς· τοῦ δ’ ἐπὶ χυμοῦ ἄνευ φλεγμονῆς,
9. τὸν μὲν τῆς ἀπεψίας τῶν λυπούντων χυμῶν χρόνον, ἀρχήν·
10. ὅταν δ’ ἄρξηται πέττεσθαι, πεπαῦσθαι μὲν τὴν ἀρχὴν, τὸν
11. δεύτερον δ’ ἥκειν καιρὸν, τὸν τῆς ἀναβάσεως ὀνομαζόμενον·
12. ὁπότε δὲ ἡ πέψις αὐτὴ συντελεῖται μάλιστα, τὸν τῆς ἀκμῆς·
13. εἶθ’ ἑξῆς τὸν τῆς παρακμῆς, ἐν ᾧ πέπαυται μὲν ἤδη τό τε μέγεθος
14. τῶν συμπτωμάτων καὶ τὸ πλῆθος τῶν πεττομένων,
15. ὀλίγον δ’ ἐστὶν ἔτι λείψανον τῶν πεφθῆναι δεομένων χυμῶν.
16. ἐδήλωσα δ’ ἐν τῇ περὶ κρίσεων πραγματείᾳ καὶ τὰ γνωρίσματα
17. πάντα, τά τε τῆς πέψεως τῆς ἀμυδρᾶς καὶ τὰ τῆς
18. παντελοῦς ἀπεψίας, καὶ τὰ τῆς ἐναργοῦς καὶ τὰ τῆς τελείας,
1. ἴδια μὲν ὑπάρχοντα τῶν κατὰ τὴν γαστέρα πέψεων, ἴδια δὲ
2. τῶν κατὰ τὰς φλέβας, ἴδια δὲ ἄλλα τῶν ἀναπνευστικῶν.
3. ἐλαμβάνετο δὲ τὰ μὲν ἐκ τῶν διαχωρημάτων, τὰ δὲ ἐκ τῶν
4. οὔρων, τὰ δὲ ἐκ τῶν πτυσμάτων. καὶ ταῦτα ἐπιπλεῖστον ἐν
5. ἐκείνῳ τῷ λόγῳ διῆλθον ἅμα ταῖς Ἱπποκρατείαις ῥήσεσιν,
6. ἀρκεῖ δὲ ἐν τῷ νῦν ἐνεστῶτι τοσοῦτον μόνον εἰπεῖν, ὡς καὶ
7. τῶν ἑλκῶν οἱ αὐτοὶ καιροί. πρῶτον μὲν γὰρ ἰχῶρες ὑδατώδεις
8. ἄπεπτοι καὶ λεπτοὶ ῥέουσιν ἐξ αὐτῶν· εἶθ’ ἑξῆς ἐλάττους
9. τε καὶ παχύτεροι· κᾄπειτα ἤδη πῦον λεπτόν· εἶτα ἔλαττον
10. μὲν τῷ πλήθει τοῦτο γίνεται, παχύτερον δὲ καὶ λευκότερον·
11. ὥστε οὐδέν ἐστι τῶν λυομένων παθῶν, ὃ μὴ διεξέρχεται τοὺς
12. καιρούς. οὐ μὴν οὐδ’ ἐξ ἄλλου τινὸς ἡ γνῶσις αὐτῶν, ὅτι
13. μὴ τῶν τῆς ἀπεψίας τε καὶ πέψεως σημείων, ἃ διὰ τῶν περιττωμάτων
14. γνωρίζεται. τίς γὰρ οὐκ οἶδεν ἠπεπτηκέναι τὴν
15. γαστέρα, διαχωρήματα θεασάμενος ἀχύλωτα; τίς δὲ οὐκ οἶδεν,
16. οὖρον ὑδατῶδες ἰδὼν, ἠτυχῆσθαι τὴν ἐν τοῖς ἀγγείοις
17. πέψιν; τίς δὲ λεπτὸν ἀναβηττόμενον πτύσμα κατὰ πλευρῖτιν,
18. ἢ περιπνευμονίαν ἑωρακὼς, ὁμοίως οὐ συνήσει ὡς ἀρχή ἐστιν
1. ἔτι τοῦ πάθους; οὕτω δὲ κᾀν ταῖς ὀφθαλμίαις ἐν ἀρχῇ
2. μὲν ἀποῤῥεῖ πολὺ καὶ λεπτὸν, ἄπεπτον ἱκανῶς· ἐφεξῆς δὲ,
3. ἔλαττόν τε καὶ παχύτερον, ὑπογραφήν τινα πέψεως λαμβάνον·
4. εἶτα ἐν τῷ χρόνῳ προϊόντι, τοῦ μὲν πλήθους μειουμένου, τῆς
5. συστάσεως δὲ ἐπὶ τὸ παχύτερον ἰούσης, αὐξάνεται τὰ τῆς πέψεως
6. εἰς τοσοῦτον, ὡς καὶ κολλᾶσθαι τὰ βλέφαρα κοιμηθέντων
7. ὑπὸ τῆς γενομένης λήμης, ἥτις καὶ αὐτὴ καταρχὰς μὲν
8. λεπτὴ καὶ πολλὴ, τῷ χρόνῳ δὲ ἐλάττων τε καὶ παχυτέρα γενομένη,
9. τήν τε πέψιν τοῦ νοσήματος ἐνδείκνυται καὶ τὴν παρακμὴν
10. τούτου. καὶ μὴν καὶ τῶν ἐξ ἐγκεφάλου καταῤῥεόντων δι’
11. ὑπερῴας καὶ ῥινῶν ἀρχὴ μὲν, ὅταν ὑδατῶδές τε καὶ λεπτὸν ᾖ
12. καὶ πολὺ καὶ δριμὺ τὸ φερόμενον· ἐσχάτην γὰρ ἀπεψίαν ἐνδείκνυται
13. ταῦτα· πέψεως δέ ἐστιν ἤδη γνωρίσματα παχύτερόν τε
14. καὶ ἧττον δριμὺ καὶ ὀλίγον κενούμενον· εἰ δὲ καὶ ἡ καλουμένη
15. μύξα καὶ βλέννα συναπέρχοιτο, βεβαιότερον ἤδη τοῦτό ἐστι πέψεως
16. σημεῖον· ὥσπερ δὴ καὶ (εἰ) παχυτέρα μὲν αὐτῆς καὶ ἐλάττων
17. γινομένη, πολὺ δὴ καὶ μᾶλλον πέψιν ἐνδείκνυται. καὶ οὗτοι
18. μὲν οἱ καιροὶ τῶν νοσημάτων εἰσὶν, ἐξ ὧν οἱ κάμνοντες σώζονται.

Cliquer un n° de page pour en afficher l’image