Galenus. De morborum temporibus (De morb. temp.) [n° 050 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
De totius morbi temporibus, 1824, vol. 7, p. 440-462. urn:cts:greekLit:tlg0057.tlg047.verbatim-lat1

De totius morbi temporibus, 4, ed. Kühn, 1824, vol. 7, p. 448-454. urn:cts:greekLit:tlg0057.tlg047.1st1K-grc1:4

1. Περὶ δὲ τῶν ἄλλων, ἐν οἷς ἀπόλλυνται,
2. μικρὸν ὕστερον ἐρῶ, διαρθρώσας πρότερον, ὅσα διορισμοῦ
3. τινος τῶν εἰρημένων δέονται. ἓν μὲν οὖν ἐστιν αὐτῶν
4. καὶ τὸ περὶ τῆς ἀκμῆς, εἴτε ἄχρονος ὑπάρχει διαπαντὸς, ὅσον
5. ἐφ’ ἑαυτῇ, κᾂν εἰ πρὸς τὴν αἴσθησιν φαίνοιτο παρεκτεινομένη
6. πολλάκις ἀξιολόγοις χρόνοις· εἴτε διαπαντὸς ἔχει τι πλάτος,
7. ὁτὲ μὲν μεῖζον, ὁτὲ δὲ ἔλαττον· εἴτ’ ἐπὶ τινῶν μὲν νοσημάτων
8. ἔγχρονος, ἐπὶ τινῶν δὲ ἄχρονος. μακροτέρου δὲ λόγου
9. δεομένου τοῦ σκέμματος, ἔοικα παραλείψειν αὐτὸν ἅπαντα,
10. μιμησάμενος Ἱπποκράτη περὶ τῆς κατὰ τὸν ὦμον ἐκπτώσεως
11. εἰπόντα· οὐ μέντοι ἰσχυρίζω ἔγωγε περὶ αὐτοῦ, καίτοι
12. ἔχων ὅ τι λέγω. καθάπερ γὰρ ἐκεῖνος ἠρκέσθη τοῖς διαπαντὸς
13. ἑωραμένοις αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κᾀγὼ νῦν
14. ὡς διαπαντὸς ἰδὼν ἐρῶ. πᾶσαν ἀκμὴν τῶν κατὰ μέρος
15. παροξυσμῶν χρόνῳ γινομένην ἐθεασάμην, ὥστε κᾂν εἰ
16. πρὸς τὴν φύσιν ἄχρονος εἴη, μηδεμιᾶς ἐξ αὐτοῦ χρείας ἀπολαύειν
17. ἡμᾶς. ὅταν γὰρ πρῶτον αἰσθήσει σαφὴς ἡ παρακμὴ
18. γένηται, τότε τοῖς ἁρμόττουσιν αὐτῇ βοηθήμασι χρώμεθα·
1. μέχρι δ’ ἂν ἀπὸ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ
2. πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράττειν
3. προσήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ’ ὀφθαλμίας
4. καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς ἑκάστου τε τῶν ἄλλων
5. νοσημάτων οἱ καθόλου καιροὶ τὴν τῶν διαφόρων βοηθημάτων
6. ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι. λογικὸν
7. οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκμῆς, εἴτε
8. τῶν κατὰ μέρος παροξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο·
9. νυνὶ δὲ οὐ πρόκειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ
10. τὰ πάντα ἐν πᾶσι φέροντες πράττουσιν, ὧν εἷς ἐστι καὶ
11. Ἀρχιγένης. ἀναμίγνυσι γὰρ οὗτος ὁ ἀνὴρ ἰατρικωτάταις πραγματείαις
12. ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δὲ ὅτε καὶ
13. περὶ αὐτῶν τῶν πραγμάτων, ἀλλὰ λογικήν· ἡμεῖς δὲ ὥσπερ
14. ἀεὶ τοῦτο ἐφυλαξάμεθα, καὶ νῦν οὕτω πράξομεν, ἐάσαντες
15. ὑπὲρ ἀκμῆς ἑτέροις ζητεῖν, εἴτε ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ
16. τινὶ, τὴν χρείαν μετρήσομεν αὐτῆς, τὴν φύσιν ὁρῶντες ἐναργῶς
17. ἔν τε ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν ἐν πλατεῖ χρόνῳ
18. διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ,
19. πολλάκις δ’ ἐν ἐλάττονι, πάντως δ’ οὖν ἐν αἰσθητῷ. 
1. τουτὶ δὲ αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ
2. τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζώοις θεάσασθαι· καὶ
3. γὰρ δὴ καὶ κύνας θηρευτικοὺς, καὶ ἵππους ἀγωνιστὰς ὁρῶμεν
4. ἤδη τι ποιοῦντας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ,
5. καὶ μετὰ ταῦτα τελείους τε αὐτούς φαμεν γεγονέναι, καὶ βλέπομεν
6. ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δὲ
7. ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ
8. τρισὶν ἔτεσιν· ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶ τούτοις
9. γε μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔτεσιν
10. ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν. οὕτω δὲ ὡς ἔφην
11. καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παροξυσμοὶ τὰς ἀκμὰς
12. ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου
13. καιροὶ τῆς ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τε ἄλλοι πάντες ὅ
14. τε τῆς ἀκμῆς οὐδὲν ἧττον (ἔστιν) ὅ τε τῶν ἄλλων ἕκαστος.
15. γνωρίζειν δὲ αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σαφῶς, ἔστι δ’ ὅτε
16. ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι παμπόλλου.
17. καὶ κατὰ τοῦτο ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν
18. ἀκμάζοντά· καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, οὔτε
1. γὰρ ὁ λεγόμενος σύνοχος πυρετὸς εὐθὺς ἀπὸ τῆς ἀκμῆς ποτε
2. εἰσέβαλεν, ἀλλ’ ἀπὸ τῆς πρώτης προσβολῆς ἄχρι τῆς τελεωτάτης
3. ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφικνεῖται τοὐλάχιστον,
4. ἐντεῦθεν δὲ πάντως ἴσος ἑαυτῷ μένων συνεχῶς ἄχρι
5. κρίσεως. ἀλλ’ οὐδὲ τὸ μάλιστα ἐξαίφνης εἰσβάλλον ἀκμάζον
6. εἴποι τις ἂν, τὴν ἀποπληξίαν· οὐδὲ γὰρ ἀκριβῶς ἐστι τὸ
7. τοιοῦτον, ἀλλ’ ἐν μὲν βραχεῖ χρόνῳ διεξέρχεται τήν τε ἀρχὴν
8. καὶ τὴν ἀνάβασιν, οὐ μὴν ἄναρχόν γέ ἐστιν, οὐδ’ εὐθὺς
9. εἰσβάλλει τελεώτατα, ὥσπερ οὐδὲ ὁ τῆς ἐπιληψίας παροξυσμός·
10. οὐδεὶς γὰρ οὕτως ἁλίσκεται ἐξαίφνης τῷ συμπτώματι,
11. καθάπερ οἱ τὸν τράχηλον ἀφαιρούμενοι, καίτοι καὶ τούτων
12. ἡ τομὴ πρῶτόν τινα χρόνον ἔχει καὶ δεύτερον καὶ τρίτον
13. καὶ τέταρτον, ὥσπερ εἰ καὶ χειρουργός τις ὁτιοῦν τέμνοι.
14. ἀλλὰ γὰρ, εἰ βούλει, συγχωρείσθω χωρὶς χρόνου τήν τε ἐπιληπτικὴν
15. καὶ τὴν ἀποπληκτικὴν γίνεσθαι κατάπτωσιν, ἵν’ ὅ γε
16. ἐξ ἀρχῆς προὐθέμην διέλθω. τουτὶ μὲν γὰρ αὐτὸ σύμπτωμά
17. ἐστιν ἡ γινομένη κατάπτωσις, ἡ νόσος δὲ οὐ τοῦτό ἐστιν,
18. ἀλλὰ χρὴ πάντως αὐτὴν, ὡς ἀπεδείξαμεν, εἶναί τινα διάθεσιν
1. σώματος. εἰ δὲ οὐκ ἔχομεν εἴτε γεννωμένης αὐτῆς,
2. εἴτε αὐξανομένης γνώρισμά τι, τὸν μὲν ἀκόλουθον λόγον
3. οὐκ ἀνατρέπει τοῦτο, καθ’ ὃν ἐλέγομεν παντὶ νοσήματι
4. ἀναγκαῖον εἶναι διὰ τῆς ἀναβάσεως ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖσθαι,
5. δύσγνωστον δὲ ἐνίοτε καὶ πολλοῖς ἄγνωστον τῶν νοσημάτων
6. ὁμολογεῖ εἶναι τὴν αὔξησιν. ὅτι δὲ ἀληθές ἐστιν ὃ
7. λέγω, πείσαιμι ἄν σε βραχυτάτῳ λόγῳ τῷδε. σκιῤῥώδεις ὄγκους
8. ἐθεασάμην πολλάκις ἐν σκέλεσιν εὐθέως ἐξ ἀρχῆς συνισταμένους
9. ἄνευ τοῦ προηγήσασθαι φλεγμονὴν, καὶ τρισί γε
10. ἐνίοτε καὶ τέτταρσιν ἔτεσιν αὐξανομένους κατὰ βραχὺ, χωρὶς
11. τοῦ παρεμποδίζειν αἰσθητῶς τὰς ἀναγκαίας τοῦ σκέλους ἐνεργείας·
12. ἐν δὲ τῷ χρόνῳ διὰ μέγεθος ἀξιόλογον ὕστερόν ποτε
13. καὶ τὴν βάδισιν ἐνοχλοῦντας. ἐπινόησον τοίνυν, οὐ γὰρ ἀδύνατον,
14. ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἤδη τινὰ ὄγκον συνίστασθαι
15. σκιῤῥώδη· καὶ λήσεται μέχρι τινὸς τούτου ἡ σύστασις,
16. ὕστερον μέντοι τὰ τῆς διαθέσεως αὐτῆς ἔσται φανερώτερα,
17. μηδὲ τότε δυναμένων ἡμῶν ἐξευρεῖν, ἐφ’ ᾗ διαθέσει τοῦτο συμβαίνει·
18. χρόνῳ δὲ ὕστερον ἤδη που καὶ παρέγχυσις ὑδερικὴ
1. συμβήσεται, μηδὲ τότε πρὸς τὴν ἁφὴν διασημαίνοντος τοῦ
2. σκιῤῥώδους ὄγκου· ἀλλ’ ὕστερόν γε φανεὶς ἀξιόλογος ἀνέμνησεν
3. ἡμᾶς τῆς ἔμπροσθεν ἀγνοίας. οὐκ ὀλίγους γοῦν ἐγὼ τεθέαμαι
4. κατὰ τὴν τοιαύτην ὁδὸν τῶν συμπτωμάτων ἐν ὀλίγῳ
5. χρόνῳ προφήναντας ὄγκον οὐ σμικρὸν ἐν ἥπατι σκιῤῥώδει,
6. συνιστάμενον μὲν ἐκ πολλοῦ, λανθάνοντα δὲ διὰ τὴν αὐτοῦ
7. σμικρότητα καὶ εὐτροφίαν τῶν καθ’ ὑποχόνδριον μυῶν. ἀλλ’
8. ὅταν αὐξανόμενος ὁ σκίῤῥος ἅμα μὲν ἐπαναβῇ τοῖς κύρτοις
9. τοῦ ἥπατος, ἅμα δὲ ἀτροφίας αἴτιος γένηται τοῖς τε ἄλλοις
10. τοῦ ζώου μορίοις καὶ τοῖς καθ’ ὑποχόνδριον μυσὶν, ἐξ ἀμφοτέρων
11. τούτων ἐναργῶς ἐν ὀλίγῳ χρόνῳ διαγνώσεις, αὐτοῦ
12. ἤδη ὑπάρξαντος ἀξιολόγου μεγέθους. τὰ μὲν δὴ τοιαῦτα πάντα
13. συνῆπται τῇ τῶν πεπονθότων μορίων ἐπισκέψει, περὶ ἧς
14. οὐ πρόκειται μὲν ἐν τῷ παρόντι σκοπεῖσθαι, δεδήλωται δὲ
15. ὑπὲρ τῆς κοινωνίας αὐτῶν οὐκ ἀχρήστως. ἐπὶ δὲ τὸν ἐξ ἀρχῆς
16. λόγον ἰέναι καιρός. ἑκάστου τῶν νοσημάτων ἴδιός ἐστι
17. χρόνος ὁ τῆς γενέσεως, ἐνίοτε μὲν αἰσθητὸς, ἐνίοτε δὲ οὐκ
18. αἰσθητός· ἀφ’ οὗ πάλιν ὁ τῆς αὐξήσεως οὐχ ὁμοίως ἐπὶ
1. πάντων αἰσθητὸς οὐδὲ οὗτος· οἷς ὁ τῆς ἀκμῆς ἕπεται
2. πάντως αἰσθητὸς, ὁμολογούντων ἡμῶν ἔστιν ὅτε μηδὲν ἔχειν
3. ἐναργὲς γνώρισμα τῆς ἀρχῆς τοῦ πάθους καὶ τῆς αὐξήσεως.
4. ἐπὶ τούτων οὖν, ὡς πρὸς τὴν χρείαν τῆς τέχνης, ἀληθῶς τις
5. ἐρεῖ τὸν τῆς ἀκμῆς μόνον ὑπάρχειν καιρόν· εἰ δὲ καὶ σώζεσθαι
6. μέλλοιεν, ἕπεσθαι πάντως αὐτῷ τὸν τῆς παρακμῆς, αἰσθητὸν
7. καὶ τοιοῦτον, ὡς ἂν ἐν χρόνῳ συνιστάμενον οὐκ ἀπλατεῖ.
8. καὶ γὰρ εἰ ἢ δι’ αἱμοῤῥαγίας, ἢ δι’ ἱδρώτων τις ὀξέως κριθείη,
9. χρόνος γοῦν τις ὑπάρχει καὶ τούτῳ αἰσθητὸς ὁ τῆς παρακμῆς·
10. εἰ δ’ ἐλάττονος τούτου καθ’ ἕτερα νοσήματα γινομένου, τρισὶν
11. ἢ τέτταρσιν ἢ καὶ πλέοσιν ἡμέραις παρακμάζοντος, τοῦτο
12. οὐδὲν τὸν ἔμπροσθεν λόγον φαίνεται παραβλάπτον, οὐδὲ διαβάλλει
13. τὸ κεφάλαιον τῆς ἀποφάσεως, ἀλλ’ ἔτι μένει, τὸ πάντων
14. τῶν νοσημάτων, ὅσα λύεται, καθάπερ ἀκμὴν, οὕτω δὴ
15. καὶ παρακμὴν ὑπάρχειν τινά.

Cliquer un n° de page pour en afficher l’image