16. Τούτων ἡμῖν αὐτάρκως ἀποδεικνυμένων,
17. ἐπισκεψόμεθα περὶ τῶν μὴ λυομένων νοσημάτων. διττὴ δέ
18. ἐστιν αὐτῶν ἡ φύσις· ἔνια μὲν γὰρ αὐτῶν ἔχει τὴν κατασκευὴν,
1. ὅταν ἀκριβῶς αὐτὴν ἔχῃ συμπληρουμένην· ἔνια δὲ ἐκ μὲν τῆς
2. τῶν λυομένων ἐστὶ φύσεως, ἀλλ’ ὅταν ἀποκτεῖναι φθάσῃ,
3. κατὰ τοῦτο αὐτοῖς γίνεσθαι συμβαίνει. τριττὸς δὲ καὶ τούτων
4. ὁ τρόπος ἐστίν· ἢ γὰρ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν,
5. ἢ διὰ τὴν τῶν νοσημάτων ἰσχὺν, ἢ διὰ τὰ συναμφότερα ἀναιρεῖ
6. πρὶν λυθῆναι. καθ’ ἕτερον δὲ λόγον εἷς καινὸς τύπος
7. ἁπάντων ἐστὶ τῶν τοιούτων, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ· τὸ
8. γάρ τοι συνέχον αὐτὸ τῆς ἀπωλείας τοῦ κάμνοντος ἐν τούτῳ
9. τέτακται, μήτε σωθῆναι δυναμένου τινὸς, εἰ μὴ κρατήσειεν ἡ
10. φύσις τῆς νόσου, μήτε ἀπόλλυσθαι χωρὶς τοῦ νικηθῆναι μὲν
11. τὴν φύσιν, ἐπικρατέστερον δὲ αὐτῆς γενέσθαι τὸ νόσημα.
12. καὶ διὰ τοῦτό γέ τινες ἓν σημαίνεσθαι νομίζουσιν ἐκ τοῦ μεγάλου
13. νοσήματος, ἐν τῷ πρός τι συνισταμένου, οὐκ εἰδότες
14. ὅτι λέγεται μέν ποτε καὶ οὕτω τὸ μέγα νόσημα, καθάπερ ἂν
15. εἰ καὶ μεῖζον ἐλέγομεν, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ· λέγεται δὲ
16. καὶ κατ’ ἰδίαν οὐσίαν, ὡς ἄνθρωπος, ἢ ἵππος, ἢ βοῦς μέγας.
17. ἀποδέδεικται δέ μοι καὶ περὶ τούτου τοῦ διττοῦ σημαινομένου
18. πολλάκις ἤδη δι’ ἑτέρων· τὸ δὲ πάντα ἐν πᾶσιν ἐξεργάζεσθαι,
1. φλύαρον· ὅπερ οὖν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει,
2. τοῦτο ἐρῶ. τῶν νοσημάτων ἕκαστον αὐτὸ μὲν καθ’
3. ἑαυτὸ κέκτηταί τινα πηλικότητα, βέλτιον γὰρ οὕτως εἰπεῖν
4. ἕνεκα σαφηνείας, ἤτοι δὲ ὑπὲρ τὴν δύναμίν ἐστιν ἡ πηλικότης
5. αὕτη τοῦ νοσήματος, ὡς βαρύνειν αὐτὴν, ἢ τοὐναντίον
6. ἀσθενεστέρα τῆς δυνάμεως, ὡς νικηθῆναι πρὸς ἐκείνης, ἁπάντων
7. τῶν καλῶς γινομένων. ὅταν οὖν ὑπὲρ τὴν δύναμιν ᾖ,
8. τεθνήξεται πάντως ὁ ἄνθρωπος.
⟨
(De morb. temp.) [n° 050 Fichtner] [GalLat]
De morborum temporibus
Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
De totius morbi temporibus, 1824, vol. 7, p. 440-462. urn:cts:greekLit:tlg0057.tlg047.verbatim-lat1
De totius morbi temporibus, 5, ed. Kühn, 1824, vol. 7, p. 454-456. urn:cts:greekLit:tlg0057.tlg047.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩