6. Ἐνδέχεται γὰρ ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ καὶ
7. δυσὶ καὶ τρισὶ νοσήμασιν ἔχεσθαι τὸν ἄνθρωπον, ὧν τὸ μὲν
8. ἤδη παρακμάζει, τὸ δὲ τὸν ἀρχῆς ἔτι μένει καιρὸν, ἢ τὰ
9. πρῶτα τῆς ἀναβάσεως, τὸ δ’ ἐπὶ πλεῖστον ηὔξηται· κᾄπειτα
10. τὸν ἄνθρωπον ἀποθανεῖν, οὔτε διὰ τὸ παρακμάζον, οὔτε
11. διὰ τὸ νῦν ἀρχόμενον, ἀλλὰ διὰ τὸ μεγάλως ηὐξημένον.
12. μάλιστα μὲν οὖν ἐπισκέπτου τὰς τρεῖς ἀρχὰς τῶν διοικουσῶν
13. ὅλον τὸ σῶμα δυνάμεων, ὅπως διάκεινται· λέγω δὲ
14. ταύτας, ἐγκέφαλον, καρδίαν καὶ ἧπαρ· ἐφεξῆς δὲ καὶ τὰ
15. ἄλλα σύμπαντα μόρια, τὰ ἀπὸ τῶν ἀρχῶν ἑκάστης πεφυκότα,
16. νεῦρα, φλέβας καὶ ἀρτηρίας, καὶ ἅττα φύσιν μὲν ἰδίαν
17. ἔχοντα, διοικούμενα δὲ ὑπὸ τῶν ἀρχῶν ἁπασῶν, ἔνια μὲν
18. ὁμοτίμως, ἔνια δὲ ὑπὸ τῆς μὲν μᾶλλον, ὑπὸ τῆς δὲ ἧττον.
1. ἐκ γὰρ τῆς τοιαύτης θεωρίας πρῶτον μὲν, εἴθ’ ἕν ἐστιν, εἴτε
2. καὶ πλείω νοσήματα κατὰ τὸν ἄνθρωπον, εὑρήσεις· εἶθ’ ἑξῆς
3. ἑκάστου τοὺς ἰδίους ἐπίσκεψαι καιροὺς, ἀναγκαίους ὑπάρχοντας
4. εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ἧς ἕνεκα ἡμῖν ὁ λόγος
5. ὅδε σπουδάζεται.
⟨
(De morb. temp.) [n° 050 Fichtner] [GalLat]
De morborum temporibus
Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
De totius morbi temporibus, 1824, vol. 7, p. 440-462. urn:cts:greekLit:tlg0057.tlg047.verbatim-lat1
De totius morbi temporibus, 7, ed. Kühn, 1824, vol. 7, p. 459-460. urn:cts:greekLit:tlg0057.tlg047.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩