Galenus. De morborum temporibus (De morb. temp.) [n° 050 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
De totius morbi temporibus, 1824, vol. 7, p. 440-462. urn:cts:greekLit:tlg0057.tlg047.verbatim-lat1

De totius morbi temporibus, 8, ed. Kühn, 1824, vol. 7, p. 460-462. urn:cts:greekLit:tlg0057.tlg047.1st1K-grc1:8

 

6. Περὶ μὲν γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα
7. ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα, μεταξὺ δὲ τούτων
8. ὅσα μεταξύ. τὰ μὲν γὰρ τῆς ἀρχῆς ἐγγυτέρω τῶν
9. ἐγγυτέρω τῆς ἀκμῆς ἀσθενέστερα, καθάπερ γε καὶ τὰ τοῦ
10. τέλους ἐγγυτέρω· τὰ δὲ ἶσον ἀπέχοντα τῆς ἀρχῆς τε καὶ
11. τῆς ἀκμῆς μέσα τῆς ἰσχύος τῶν ἄκρων ἀμφοτέρων· οὕτω
12. δὲ καὶ τὰ τῆς ἀκμῆς ἶσον ἀπέχοντα καὶ τῆς τελευτῆς, μέσα
13. καὶ ταῦτα τῶν ἰδίων ἄκρων ἐστίν. ἐπικρατεῖν οὖν ἐν
14. τῇ θεραπείᾳ προσήκει κατὰ μὲν τὴν ἀκμὴν τὸ παρηγορικὸν,
15. ἐπὶ δὲ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ ἀγωνιστικόν·
16. ἀνάλογον δὲ τοῖς ἄκροις οἱ μεταξὺ καιροὶ λαμβανέσθωσαν,
17. καθάπερ ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ λέλεκται
18. ἐπὶ πλέον, νυνὶ δὲ ὅσον ὑπογραφῆς ἕνεκεν αὐτὰ τὰ κεφάλαια
19. διῆλθον, ἐνδεικνύμενος τὴν χρείαν τῆς ἐν τοῖς νοσήμασι κατὰ
1. καιροὺς διαφορᾶς. οὐδὲ γὰρ ὅπως τις διαιτήσει δυνατὸν εὑρεῖν,
2. οὐδὲ πότε δὲ θρέψει, χωρὶς τοῦ διορίσαι βεβαίως αὐτοὺς,
3. εἴ γε χρὴ συντεκμαίρεσθαι κατ’ ἀρχὰς εὐθὺς, ὁπηνίκα μὲν ἡ
4. ἀκμὴ τοῦ νοσήματος ἔσοιτο, πηλίκη δέ ἐστιν ἡ τοῦ κάμνοντος
5. δύναμις. εἰ μὲν γὰρ ἐξαρκέσει τῷ τῆς ἀκμῆς καιρῷ καὶ χωρὶς
6. τοῦ τροφὴν προσενέγκασθαι, κράτιστον ἀσιτεῖν ἄχρι τοῦ τὴν
7. παρακμὴν ἀπάρξασθαι· εἰ δ’ οὐχ οἷόν τε ἀσιτοῦντα διαρκέσαι,
8. θρεπτέον αὐτὸν ἀπ’ ἀρχῆς εὐθέως ἐν ἅπαντι καιρῷ τῷ
9. δυναμένῳ προσδέξασθαι τροφὴν, ἔστι δὲ οὗτος ὁ τῆς ἀνέσεως.
10. λέγω δὲ ἄνεσιν ἄρτι τὸ δεύτερον μόριον τῆς ὅλης περιόδου
11. διαιρεθείσης εἰς δύο τὰ πάντα, παροξυσμόν τε καὶ ἄνεσιν.
12. Ἱπποκράτης μὲν οὖν πάντων πρῶτος ὧν ἴσμεν ὀρθῶς περὶ
13. τούτου διωρίσατο· βέλτιον δὲ ἂν ἐξεργάσασθαι τὴν τέχνην
14. αὐτοῦ· σχεδὸν δὲ οὐδεὶς τοῦτο ἐποίησεν, ἔνιοι δὲ καὶ τελέως
15. ἀποχωρήσαντες αὐτῆς εἰς μακρολογίαν ἐξετράποντο, καθάπερ
16. καὶ Ἀρχιγένης ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς
17. δύο βιβλίοις, ἃ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐγράψατο.
18. μαθήσῃ δὲ ἐναργῶς ὃ λέγω, δύο ταῦτα ἐξετάσας ἀκριβῶς·
1. ἓν μὲν, εἰ ταυτὶ τὰ νῦν ὑφ’ ἡμῶν εἰρημένα δι’ ὅλου τούτου
2. τοῦ βιβλίου χρησιμώτατά ἐστιν εἰς θεραπείαν καὶ πρόγνωσιν·
3. ἕτερον δὲ, εἰ λέλεκταί τι πρὸς Ἀρχιγένους. εἰ γὰρ μηδενὸς
4. ἐλλείποντος τοῖσδε, φαίνεται λέγων ἕτερα, διττῶς πλημμελεῖ,
5. μήτε τὰ χρήσιμα διδάσκων, βαρύνων τε τῇ τῶν ἀχρήστων πολυλογίᾳ
6. τοὺς ἀναγινώσκοντας αὐτοῦ τὰ βιβλία.

Cliquer un n° de page pour en afficher l’image