Galenus. De typis (De typis) [n° 051 Fichtner] [GalLat]

Περὶ τύπων
Types des maladies
Types of Disease (Typ.)
De typis, 1824, vol. 7, p. 463-474. urn:cts:greekLit:tlg0057.tlg048.verbatim-lat1
García Sola, 2010 (spa).

De typis, 3, ed. Kühn, 1824, vol. 7, p. 464-465. urn:cts:greekLit:tlg0057.tlg048.1st1K-grc1:3

5. Τῶν τύπων οἱ μέν εἰσι πρῶτοι, οἱ δὲ
6. δεύτεροι· καὶ οἱ μὲν ἑστῶτες, οἱ δὲ κινούμενοι· καὶ πάλιν οἱ
7. μέν εἰσιν ἁπλοῖ, οἱ δὲ σύνθετοι. πρῶτοι μὲν οὖν εἰσιν οἱ μικρὰν
8. μὲν ἔχοντες τὴν ἐπισημασίαν, μακρὰν δὲ τὴν ἄνεσιν, οἱ
9. τριταῖοί τε καὶ τεταρταῖοι· δεύτεροι δὲ οἱ μακρὰν μὲν ἔχοντες
10. τὴν ἐπισημασίαν, μικρὰν δὲ τὴν ἄνεσιν, οἷος ὁ ἀμφημερινὸς
11. καὶ ὁ παρεκτεταμένος ἡμιτριταῖος. τῶν δὲ παρεκτεταμένων
12. οὗτος μόνος ἐξηλλαγμένος παρὰ τοῖς παλαιοῖς
13. ὠνόμασται. ἑστῶτες δέ εἰσιν οἱ ἐν ταῖς αὐταῖς ὥραις ἐπισημαίνοντες
14. καὶ ἀνιέντες· κινούμενοι δὲ οἱ ἀεὶ ἄλλαις
15. ὥραις ἐπισημαίνοντες· ὧν οἱ μὲν φθάσαντες καὶ προδόντες
16. τὰς ὥρας τάχιον προληπτικοὶ λέγονται, οἱ δὲ βραδύνοντες
17. ὑστερητικοι. ἁπλοῖ δέ εἰσιν οἱ μίαν ἐπίτασιν
18. ποιούμενοι· σύνθετοι δὲ οἱ ἐκ πλειόνων ἐπισημασιῶν καὶ
1. ἀνέσεων συνεστῶτες. τῶν δὲ συνθέτων οἱ μὲν ἐξ ὁμογενῶν
2. συνίστανται, οἱ δὲ ἐξ ἑτερογενῶν. ἐξ ὁμογενῶν μὲν, ὅταν
3. ἀμφημερινὸς, λόγου δὲ χάριν ἁπλοῦς διπλῷ ἀμφημερινῷ συμπλέκηται,
4. ἢ τριταῖοι διπλοῖ, ἢ τρεῖς τριταῖοι τυγχάνωσιν,
5. ἢ πάλιν δύο καὶ τρεῖς τεταρταῖοι· ἐξ ἑτερογενῶν δὲ,
6. ὅταν ἀμφημερινὸς λόγου χάριν τριταίῳ συμπλακῇ, ἢ τριταῖος
7. τεταρταίῳ, ἢ ἄλλῳ τινὶ τῶν μὴ τοῦ αὐτοῦ γένους
8. ὄντων.

Cliquer un n° de page pour en afficher l’image