9. Ἀμφημερινὸς δέ ἐστιν ὁ καθ’ ἑκάστην ἡμέραν
10. μίαν ἐπισημασίαν καὶ τὴν αὐτὴν ἔμμετρον ἐν τῷ μήκει
11. καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος. τριταῖος δέ
12. ἐστιν ὁ διὰ τρίτης μίαν καὶ τὴν αὐτὴν ἐπισημασίαν σύμμετρον
13. ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος.
14. τεταρταῖος δέ ἐστιν ὁ διὰ τετάρτης μίαν καὶ τὴν αὐτὴν
15. ποιούμενος ἄνεσιν. τὰ αὐτὰ δὲ νοείσθω περὶ πεμπταίου καὶ
16. ἑβδομαίου καὶ εἴ τις ἄλλη τύπων εὑρίσκεται τάξις. ἀμφημερινῷ
17. δὲ παρέπεται ὑγρότης ἕξεως, καὶ φλεγματώδεις ἔμετοι,
1. καὶ δίψος οὐκ ἐπιτεταμένον, καὶ βαρυσμὸς τοῦ σώματος
2. ὅλου, καὶ ὕπνος καρώδης καὶ καταφορικὸς, καὶ σφυγμὸς
3. μέγας καὶ ἀραιὸς καὶ χαῦνος, τὸ πρόσωπον ὑποῖδον καὶ
4. χαῦνον καὶ πεπονῶδες καὶ πολλὴν ἐμφαῖνον τὴν τῆς ὕλης
5. καχεξίαν καὶ τροπήν. καὶ σπλὴν δὲ ἐν τύπῳ τούτῳ παρακολουθήσει
6. σκληρώδης. χρονίζοντος δ’ αὐτοῦ, τρομώδεις
7. καὶ ληθαργώδεις καταφοραὶ καὶ θώρακος ῥευματισμοὶ καὶ
8. παρεγχύσεις ὑδερικαί. συνίσταται δὲ μάλιστα ἐπὶ στομάχῳ
9. κακοπραγοῦντι. παρέπεται δὲ τριταίῳ δίψος ἐπιτεταμένον,
10. ἔγκαυσις, δριμεῖς καὶ χολώδεις ἔμετοι, ἀσιτίαι, καὶ ῥιπτασμοί.
11. κατὰ πολλὰ μὲν τῷδε ῥίγη προηγοῦνται, ποτὲ δὲ
12. καὶ περίψυξις. σφυγμὸς δὲ τοῖς τριταΐζουσι μικρὸς καὶ
13. πυκνὸς παρέπεται. αἱ νύκτες αἱ πρὸ τῶν παροξυντικῶν
14. ἡμερῶν δύσφοροι γίγνονται, ἐπιτεινομένης δὲ τῆς νόσου
15. οὐκέτι γίγνονται δύσφοροι, ἀλλὰ καὶ πυρετὸν ἱστᾶσι, καὶ
16. οὕτω πυρέττοντες μεταβάλλουσί ποτε τὸν τριταῖον εἰς
17. ἡμιτριταῖον. ἔστι δὲ πάντων τύπων εὐλυτώτερος
18. ὁ τύπος οὗτος, καὶ μάλιστα εἰ συσταίη ἐν θέρει.
1. παρασεσημείωται δὲ ὁ Ἱπποκράτης λέγων· τριταῖος ἀκριβὴς
2. κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον. σπανίως δὲ χρονίζει,
3. καὶ μάλιστα εἰ μὴ συσταίη φθινοπώρου λήγοντος ἤδη
4. καὶ τῷ χειμῶνι προσάπτοντος. ἔστι δὲ καὶ τὰ οὖρα ξανθὰ,
5. πάρεστι δὲ τούτοις καὶ ἀγρυπνία. πάντα δὲ ὅσα παρακολουθεῖ
6. τῷ τριταίῳ, καὶ ἡμιτριταίῳ ταῦτα συμβέβηκε· καὶ γὰρ
7. καὶ τοῦ αὐτοῦ κεκοινωνήκασι γένους, διὰ τρίτης ποιούμενοι
8. τάς τε τῶν ἀνέσεων καὶ τῶν παροξυσμῶν ἀνταποδόσεις·
9. ἴδιον δὲ περὶ τῶν τύπων τῶν ἡμιτριταίων συμβέβηκεν ἡ παρέκτασις
10. τῶν ἐπισημασιῶν, καὶ τὸ μετὰ περιψύξεως ἐπὶ τὸ
11. πλεῖστον καὶ ταῖς ἀκμαῖς μηδέπω συντετελεσμέναις προσεδρεύειν
12. ἃς ἰδίως ἐπαναδιπλώσεις καλοῦμεν. ἔστι δὲ κινδυνώδης
13. ὁ ἡμιτριταῖος οὐ μόνον τοῦ στομάχου καὶ τοῦ νευρώδους
14. καθαπτόμενος καὶ καθόλου τῶν μέσων, ἀλλὰ καὶ ληθαργικὰς
15. ἐπιφέρων καταφορὰς καὶ παρακρουστικὰς ἀγρυπνίας,
16. ἔστι δ’ ὅτε καὶ συγκοπτικὰς διαφορήσεις, γλῶσσάν τε
17. ἰσχυρῶς ξηραίνει, καὶ λειποθυμίαν ἀπεργάζεται, σφοδρῶς
18. κινῶν τὰ ἐν τῷ βάθει, καὶ καθόλου ἄγριός τέ ἐστι καὶ
1. κινδυνοδέστατος οὗτος ὁ τύπος. ἔσθ’ ὅτε μὲν δὲ ἀπὸ τῆς
2. πρώτης ἡμέρας συνίσταται, καθάπερ καὶ οἱ λοιποὶ τύποι·
3. ποτὲ δ’ ἀπὸ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἄρχεται, ὥστε
4. μεγίστη αἰτία ἀπάτης γίγνεται τοῖς ἰατροῖς τῇ τοιαύτῃ εἰσβολῇ.
5. γεννᾶται δὲ καὶ ἀπὸ τριταίου παρεκταθέντος, καὶ
6. λυόμενος ἐνίοτε εἰς τριταῖον ὑποστρέφει, ποτὲ δὲ καὶ διακόπτεται
7. τοῦ μήκους τοῦ κατὰ τὴν ἐπισημασίαν εἰς β΄ τριταίους
8. καὶ ἀμφημερινούς. πλεονάζει δὲ ἐπὶ μὲν τῆς φύσεως
9. τῆς κατὰ τοὺς ἄνδρας, ἡλικίας δὲ τῆς κατὰ τοὺς ἀκμάζοντας,
10. ὥρας δὲ μᾶλλον τῆς φθινοπωρινῆς, ὅτε καὶ λίαν κινδυνώδης
11. τυγχάνει. ἔστι δὲ οὐ πάντοτε συνεχὴς, ἀλλὰ καὶ διαλείπων
12. εὑρίσκεται. παραδίδοται δὲ ὑφ’ Ἱπποκράτους τὸ μὴ μόνον
13. αὐτὸν ἐν τοῖς ὀξέσι καταριθμεῖσθαι, ἀλλὰ καὶ ἐν τοῖς χρονίζουσιν.
14. ἔχει δὲ καὶ τὰς κατὰ τὸ μέγεθος διαφορὰς τρεῖς.
15. ὁ μὲν γὰρ σμικρός ἐστιν ἡμιτριταῖος, ὁ δὲ μέσος, ὁ δὲ μέγας.
16. σμικρὸς μὲν οὖν ἐστιν ὁ παρὰ τὰς εἰκοσιτέσσαρας ὥρας
17. στρεφόμενος· μέσος δὲ ὁ παρὰ τὰς τριακονταέξ· μέγας δὲ
18. ὁ παρὰ τὰς τεσσαράκοντα καὶ ὀκτὼ, ὃς δὴ συνεγγίζει
19. τῷ συνεχεῖ πυρετῷ. τινὲς δέ φασι τὸν ἡμιτριταῖον
1. οὕτως ὀνομασθῆναι, ὡς τὸ ἡμικύκλιον καὶ ἡμισφραίριον, λέγοντες
2. αὐτὸν ἐλάττονα τοῦ ἡμίσεος τῆς τριταϊκῆς περιόδου.
3. ἄλλοι δέ φασι τὸν ἡμιτριταῖον ὀνομασθῆναι, ὡς καὶ τὸν
4. ἡμιόλιον ἀριθμὸν, ὥστε τῆς τριταϊκῆς ἐπισημασίας λόγου
5. χάριν ἐκ δώδεκα ὡρῶν συγκειμένης, τὸν ἡμιτριταῖον μὲν
6. ἐμπεριλαμβάνειν τὰς ιβ΄ ὥρας τοῦ τριταίου, προστιθέναι δὲ
7. ταύταις καὶ τὸ ἥμισυ τῶν ιβ΄ καὶ τὰς πάσας γίγνεσθαι δέκα
8. καὶ ὀκτὼ, ὡς εἶναι ἥμισυ μείζονα τῶν τριῶν κατὰ περίοδον
9. τύπων, ἀμφημερινοῦ, τριταίου καὶ τεταρταίου, ὥστε ὡρῶν
10. αὐτὸν εἶναι εἴκοσι καὶ τεσσάρων. ὁ Ἀγαθῖνος δὲ ἀπὸ τῆς
11. πρὸς τὸν τριταῖον ἐπιφορᾶς φησιν ὀνομασθῆναι τὸν ἡμιτριταῖον·
12. διὰ τρίτης γὰρ ἐπισημασίαι ἀμφοτέροις. πότερον οὖν
13. ὥραις ἢ διαστήμασι χαρακτηρίζεται ὁ ἡμιτριταῖος; κατὰ μὲν
14. τὸν Ἀγαθῖνον, οὔτε ὥραις οὔτε διαστήμασιν· ἀμφότερα
15. γὰρ ταῦτα παραγεγραμμένον ἔχει τὸ μέγεθος, ὡς καὶ ἡμιτριταῖον
16. ἀπεριορίστως ἔχειν τὴν σύστασιν ἐν πλάτει, ὥραις τε
17. ὡς παρεπομέναις. τεταρταίῳ δὲ παρακολουθεῖ ῥίγη σύντονα,
18. καὶ φλεγματώδεις ἔμετοι, καὶ σπληνὸς φλεγμονὴ καὶ
1. διόγκωσις, ἔσθ’ ὅτε δὴ καὶ ἀνορεξία καὶ σιελισμὸς παρέπεται,
2. ποτὲ δ’ ἐκ τῶν ἐναντίων ὄρεξις ἐπιτεταμένη, βηχίον τέ
3. ποτε συμπάρεστιν αὐτῷ, καταφθειρομένης τῆς ἕξεως.
4. διὰ τοῦτο δύσλυτοι καὶ χρονιώτεροι παρὰ πάντας τοὺς τύπους,
5. ὥστε καὶ μέχρι διετοῦς προβαίνειν. ἐπιπλέκεται δὲ
6. σφοδρυνόμενος αὐτὸς ἑαυτῷ, ὥστε β΄ καὶ γ΄ ἀποτελεῖν τεταρταίους,
7. ἢ καὶ μέχρι τινὸς συνεχείας προβαίνειν, καὶ πάλιν
8. ἐκεῖνος μετριάζων εἰς ἕνα περιίσταται. γίγνονται δὲ ἐνίοτε
9. καὶ κινδυνώδεις διὰ τὰ πεπλεγμένα αὐτῷ συμπτώματα,
10. ὥστε φθίσιν τὸ τελευταῖον ἢ παρεγχύσεις ὑδρωπικὰς ἀποτελεῖν.
11. πλεονάζει δὲ μάλιστα φθινοπώρῳ καί ἐστι μάλιστα
12. δύσλυτος· ὁ δὲ θερινὸς εὐλυτώτατος. καὶ κατὰ πολὺ μὲν
13. ἄλλων προηγησαμένων ἐπιγίνεται ἀτάκτως· σπανίως δ’ ὅτε
14. καὶ αὐτὸς ἀπὸ τῆς ἀρχῆς συνίσταται. σφυγμὸς δὲ τοῖς τριταΐζουσιν
15. οὐκ ἐπὶ τοσοῦτον παρέπεται σμικρὸς τῷ μεγέθει,
16. ἐφ’ ὅσον τοῖς τεταρταΐζουσιν, οὐδὲ μὴν ἐπὶ τοσοῦτον
17. διογκοῦται, ἐφ’ ὅσον τῇ ἀμφημερινῇ νόσῳ τυγχάνει.
1. μεσότης γὰρ τῶν σφυγμῶν ἐν τύπῳ τούτῳ κατὰ τοὺς σφυγμοὺς
2. εὑρίσκεται· ἔστι δ’ ὅτε καὶ κατ’ ἀρχὰς τῶν ἐπισημασιῶν
3. ἀραιότερος παρὰ τοὺς ἐν τῷ κατὰ φύσιν εὑρίσκεται, οἱ
4. μὲν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα παρὰ
5. τρεῖς, οἱ δὲ ἀτυπώτατοι παρ’ ἕνα. οἱ μὲν οὖν ἀποσώζοντες
6. τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα ἤτοι παρὰ τὴν
7. συνήθη τῶν ὡρῶν προλαμβάνουσιν, ἢ ἐφυστεροῦσιν·
8. ἄτακτοι δὲ γίγνονται καὶ παρὰ τὸ εἶδος τῶν κινήσεων,
9. ὥστε ποτὲ μὲν προλαμβάνουσι, ποτὲ δὲ ἐφυστερίζουσιν,
10. ἀτάκτως δὲ ἑκάτεροι παρὰ τὸ ποτὲ μὲν κινεῖσθαι ἀτάκτως,
11. ποτὲ δὲ ἵστασθαι, μηδέποτε δὲ τεταγμένως, ἔνθα παρ’
12. οὐδενὸς κεκώλυται, μένοντος τοῦ κατὰ τὰς ἡμέρας σχήματος
13. ἐν ταῖς ἐπὶ μέρει συμφόροις ἀταξίαις μόναις. οἱ δὲ
14. ἀτυπώτατοι παρὰ πάντας μὲν τοὺς κατηριθμημένους τρόπους
15. καὶ παρὰ τὴν τάξιν γίγνονται τῶν ἡμερῶν· τινὲς
16. μὲν ἐπισημαίνουσι, τινὲς δὲ παντελῶς εἰσιν ἄτακτοι·
17. τὰς δὲ ἐπὶ εἴδους διαφορὰς πλείονας εἶναι συμβέβηκεν.
18. ἔξεστι δὲ σκοπεῖν τῷ προειρημένῳ τρόπῳ καὶ συμπλέκειν
1. ὡς ἂν βούληται τὰ τῶν προειρημένων τύπων
2. ἰδιώματα.
⟨
(De typis) [n° 051 Fichtner] [GalLat]
De typis
Περὶ τύπων
Types des maladies
Types of Disease (Typ.)
De typis, 1824, vol. 7, p. 463-474. urn:cts:greekLit:tlg0057.tlg048.verbatim-lat1
García Sola, 2010 (spa).
De typis, 4, ed. Kühn, 1824, vol. 7, p. 465-472. urn:cts:greekLit:tlg0057.tlg048.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩