Galenus. De typis (De typis) [n° 051 Fichtner] [GalLat]

Περὶ τύπων
Types des maladies
Types of Disease (Typ.)
De typis, 1824, vol. 7, p. 463-474. urn:cts:greekLit:tlg0057.tlg048.verbatim-lat1
García Sola, 2010 (spa).

De typis, 5, ed. Kühn, 1824, vol. 7, p. 472-474. urn:cts:greekLit:tlg0057.tlg048.1st1K-grc1:5

 

3. Τύπων δὲ διπλοῦνται οἱ πρῶτοι καλούμενοι,
4. οἷον ἀμφημερινὸς, τριταῖος, τεταρταῖος. ἀμφημερινὸς
5. μὲν οὖν ἐστι διπλοῦς ὁ καθ’ ἑκάστην ἡμέραν δὶς ἐπισημαίνων
6. ὁμοίως, δίς τε ἐπανιείς· δύο τριταῖοι δὲ τυγχάνουσιν, ὁπότε
7. διαφόρων ἐπισημασιῶν καθ’ ἑκάστην ἡμέραν ἐπιγινομένων
8. ἑαυτοῖς διὰ τρίτης ἀπαντῶσι· τεταρταῖοι δὲ, ὁπότ’ ἂν μιᾶς
9. ἡμέρας γινομένης καλῆς, ἑξῆς δυσὶν ἡμέραις συμβαίνει πυρέσσειν,
10. τῶν διὰ τεσσάρων σχημάτων καθ’ ἑκάστην τῶν ἐπισημασιῶν
11. τῶν ὡρῶν ἀποσωζομένων. ἐπιπλέκεται δὲ ἀμφημερινὸς
12. τριταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δὶς ἐπισημαίνῃ
13. καὶ δὶς ἀνίῃ· ἡ δ’ ἑξῆς ἅπαξ· τρίτη δὲ πάλιν ὁμοίως
14. πρώτῃ. ἐπιπλέκεται δὲ ἀμφημερινὸς τεταρταίῳ, ὅταν τῇ
15. μὲν α΄ δὶς ἐπισημαίνῃ· ταῖς δ’ ἑξῆς δυσὶν ἅπαξ· τῇ δ΄
16. ὁμοίως δίς. συμπλέκονται δὲ ἀλλήλοις ἀμφημερινὸς, τριταῖος
17. καὶ τεταρταῖος, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν τρεῖς ἐπισημασίας
1. ἔχῃ καὶ τρεῖς ἐπανέσεις· ἡ δὲ β΄ μίαν· ἡ δὲ γ΄ δύο,
2. καὶ ἡ δ΄ τρεῖς, καὶ ἡ ε΄ μίαν, ἡ στ΄ δὲ δύο, ἑβδόμη δὲ πάλιν
3. τρεῖς, καὶ αἱ λοιπαὶ τὴν αὐτὴν ταῖς πρώταις τάξιν
4. φυλάττουσι, καὶ καθ’ ἕτερον τρόπον συμβάλλουσιν οἱ τύποι,
5. καὶ εἰς τὸ αὐτὸ σχῆμα παραγίγνονται. ἐπιπλέκεται δὲ τριταῖος
6. τεταρταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δύο ἐπισημασίας
7. ἐνέγκῃ καὶ δύο ἀνέσεις· ἡ δὲ β΄ μηδ’ ὅλως· τρίτη δὲ ἅπαξ·
8. καὶ τετάρτη πάλιν ὁμοίως, ὡσαύτως καὶ αἱ ἑξῆς. ἐπιπλέκεται
9. δὲ τριταῖος, τεταρταῖος καὶ πεμπταῖος, ὅταν τῇ μὲν α΄
10. τῶν ἡμερῶν ἐπισημανθῆναι συμβῇ, τῇ β΄ δ’ ἀναστῆναι· καὶ
11. πάλιν τῇ τρίτῃ τριταῖος, καὶ τῇ τετάρτῃ τεταρταῖος, καὶ τῇ
12. πέμπτῃ ἅμα ἅπαξ. καὶ ἄλλως δέ πως τούτου τοῦ τύπου
13. ἡ εἰσβολὴ γίγνεται, οὐδὲν ἧττον εἰς τὸν αὐτὸν τύπον τῆς
14. τάξεως ἐμπιπτούσης τῆς τριταίου πρὸς τὸν ἡμιτριταῖον συμπλοκῆς,
15. καθάπερ ἐπὶ τῆς ὑπογραφῆς ἔχει ταύτης. τῇ α΄
16. ἤρξατο ἀπὸ ἑσπέρας μετὰ ῥίγους καὶ ἔλυσεν ἕως πρωῒ, παρέμεινε
17. δὲ ἕως ὥρας ὀγδόης· εἶτα ἐμπίπτει ἐπισημασία μετὰ
18. περιψύξεως, καὶ μένει τὴν ἐρχομένην νύκτα καὶ τῆς ἡμέρας
1. ἕως ὥρας η΄ καὶ, πάλιν ἄνεσις ἀκολουθεῖ, εἶτα εἰς τὴν νύκτα
2. πάλιν ἐπισημασία μετὰ ῥίγους, καὶ εἰς ἡμέραν πάλιν ἄνεσις
3. ὁμοία τῇ ἀναλόγῳ, καὶ ἑξῆς κύκλος ὁμοίως.

Cliquer un n° de page pour en afficher l’image