Galenus. Adversus eos, qui de typis scripserunt (Adv. eos qui de typis scrips.) [n° 052 Fichtner] [GalLat]

Πρὸς τοὺς περὶ τύπων γράψαντας ἢ περὶ περιόδων
Contre ceux qui ont écrit sur les périodes des maladies
Against Those Who Have Written on Disease Types (Adv. Typ. Scr.)
Adversus eos qui de typis scripserunt vel de circuitibus, 1824, vol. 7, p. 475-512. urn:cts:greekLit:tlg0057.tlg049.verbatim-lat1
García Sola, 2010 (spa).

Adversus eos qui de typis scripserunt vel de circuitibus, 1, ed. Kühn, 1824, vol. 7, p. 475-479. urn:cts:greekLit:tlg0057.tlg049.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΤΟΥΣ ΠΕΡΙ ΤΥΠΩΝ

ΓΡΑΨΑΝΤΑΣ Η ΠΕΡΙ ΠΕΡΙΟΔΩΝ

ΒΙΒΛΙΟΝ.

1. Τοῖς μὲν παλαιοῖς ἰατροῖς ἀπόχρη μόνον
2. τοῦτο εἰποῦσιν, ὡς κατὰ περίοδον ἐνίοις τῶν νοσημάτων οἱ
3. παροξυσμοὶ γίνονται, μηκέτι προστιθεμένοις, τί σημαίνει
4. τοὔνομα ἡ περίοδος. ἠπίσταντο γὰρ Ἕλλησιν ἀνθρώποις
5. γράφοντες τὰ βιβλία, σαφῶς εἰδόσιν, ὡς ἐπειδὰν δι’ ἴσον
6. χρόνον γίγνηταί τι ταὐτὸν τῷ εἴδει, τὸν χρόνον τοῦτον ἅπαντες
7. Ἕλληνες ὀνομάζουσι περίοδον. οὕτω γοῦν Ὀλυμπιακάς
1. τέ τινας καὶ Πυθιακὰς ἐκάλουν περιόδους. οἱ νεώτεροι
2. δὲ πρῶτον μὲν ἐπεισήγαγον ταῖς περιόδοις τὴν τοῦ τύπου
3. προσηγορίαν. εἶθ’ οἱ μὲν ταὐτὸν ἡγοῦντο σημαίνεσθαι πρὸς
4. τῆς περίοδος φωνῆς καὶ τάξις καὶ τύπος· οἱ δὲ οὐ ταὐτόν.
5. ὁρίσαι δὲ πάντα ταῦτα ἐπιχειροῦσιν ἄλλοι ἄλλως, οὐ μόνον
6. κατασκευάζοντες τοὺς ἰδίους ὅρους, ἀλλὰ καὶ τοῖς τῶν ἄλλων
7. ἀντιλέγοντες. ὅσοι μὲν οὖν ἄχρι τῆς περὶ τοὺς ὅρους φιλοτιμίας
8. προεληλύθασι συγχωροῦντες ἐκ τῶν τριῶν ὀνομάτων
9. ἕν τι σημαίνεσθαι, τύπου καὶ περιόδου καὶ τάξεως, ἐλάττονα
10. φλυαροῦσιν· ὅσοι δὲ περίοδον μὲν ὀνομάζουσι τὸν χρόνον,
11. δι’ ὅν τι ταὐτὸν γίγνεται, τύπον δὲ οὐχ ἁπλῶς ἅπαντα
12. τὸν τοιοῦτον χρόνον, ἀλλ’ ὅταν ὁλοκλήροις ἡμέραις τε καὶ
13. νυξὶ περιγράφηται, μακρὰς οὗτοι καὶ ἀχρήστους φλυαρίας
14. καταβάλλονται, καὶ διὰ τοῦθ’ αὑτῶν τε καὶ τῶν μαθητῶν
15. κατατρίψαντες τὸν χρόνον, ὅταν ἐπὶ τοὺς κάμνοντας ἀφίκωνται,
16. χείρους εἰσὶν ἰδιώτου παντός. ἰδιώτης μὲν γὰρ
17. νοῦν ἔχων, ἐπειδὰν θεάσηταί τινα καθ’ ἑκάστην ἡμέραν
18. παροξυνόμενον, ἐάν θ’ ὑστερῇ σμικρὸν ὁ παροξυσμὸς ἐάν
19. τε προλαμβάνῃ, φαντασίαν τινὰ ἔχει περιόδου τῆς καλουμένης
1. ἀμφημερινῆς· εἰ δέ τις καὶ φιλόπονος εἴη καὶ φιλίατρος,
2. ἔννοιά τις αὐτὸν εἰσέρχεται δυοῖν τριταίοιν ἢ τριῶν τεταρταίων,
3. καὶ τοῦτο ἀξιοῖ διορισθῆναι πρὸς τῶν ἰατρῶν.
4. οἱ δὲ ταῖς εἰρημέναις ὑποθέσεσι δουλεύοντες, ἐὰν ἐντύχωσιν
5. ἀῤῥώστῳ δυοῖν ὥραιν ἑκάστης ἡμέρας τὸν παροξυσμὸν ἔχοντι
6. προληπτικὸν, εἴκοσι μὲν εἶναι καὶ δυοῖν ὥραιν φασὶ τὴν περίοδον,
7. τὸν δ’ ὅλον τύπον οὐχ ἁπλοῦν, ἀλλά τινα σύνθετον
8. ὑπάρχειν νομίζουσιν· εἶτα ζητήσαντες ἱκανῶς καὶ λογισάμενοι
9. κατὰ σφᾶς αὑτοὺς, οἱ μὲν ἐπὶ δακτύλων, οἱ δὲ καὶ ἐπὶ διαγράμματος
10. ἔν τινι βιβλίῳ γεγραμμένου, δώδεκά φασιν εἶναι
11. δωδεκαταίους τὸν τοιοῦτον τύπον. γελώντων δὲ ἐπὶ τούτοις
12. τῶν ἀκουσάντων, ἀγανακτοῦσιν. ἔτι δὲ μᾶλλον ὅταν ὥρᾳ
13. μιᾷ ποτε θεάσωνται τὸν παροξυσμὸν προλαμβάνοντα, καὶ
14. τότε ἀποφαίνονται δ΄ εἶναι καὶ κ΄ εἰκοστοτεταρταίους, αὐτοί
15. τε καταγελῶνται καί τινα τοῖς ἄλλοις ἰατροῖς ὑποψίαν
16. ἀγνοίας παρὰ τοῖς ἰδιώταις παρασκευάζουσιν. ὅταν γὰρ
17. ἐκείνους ἐκ βιβλίου θεάσωνται μετὰ σεμνότητός τινος εὑρίσκοντας,
18. ὥς τι μέγιστον πρᾶγμα, κδ΄ εἰκοστοτεταρταίους,
1. ἐπέρχεται καταγινώσκειν αὐτοῖς ἁπάντων τῶν ἀναγινωσκόντων
2. τὰ βιβλία, καὶ μᾶλλον τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις
3. τὴν τέχνην ἑαυτοὺς ἐπιτρέπουσιν. ἐὰν γοῦν τις ἕπηται
4. ταῖς ὑποθέσεσι τῶν τὰ τοιαῦτα ληρούντων ἰατρῶν, καὶ τὸν
5. τριταῖον, ὅταν ἤτοι προλαμβάνῃ μίαν ὥραν ἢ ὑστερίζη,
6. πάντα μᾶλλον ἢ τριταῖον ἐρεῖ. τὸν μὲν γὰρ προλαμβάνοντα,
7. τεττάρων καὶ κ΄ ὄντα, φησὶ τεσσαρακοστουγδαῖον ἐπιπλοκὴν
8. εἶναι· τὸν δὲ ὑστερίζοντα πεντηκοσταῖον, καὶ τοῦτον ἐρεῖ
9. ε΄ καὶ κ΄ εἶναι. τίς μὲν οὖν ἤρξατο πρῶτος τῆς ἐμπλήκτου
10. ταύτης σοφίας, οὐκ οἶδα· ἡνίκα δ’ ἐγὼ πρῶτον ἤκουσα τοῦ
11. γε μηνύοντος αὐτὴν, ἐρῶ. μεθεστήκει μὲν ἐξ ἀνθρώπων
12. ἔναγχος Ἀντωνῖνος ὁ μετ’ Ἀδριανὸν γενόμενος αὐτοκράτωρ,
13. ἦρχε δὲ τότε Σεβῆρος, ἑαυτὸν μὲν Ἀντωνῖνον μετονομάσας,
14. εἰς δὲ τὴν τῆς ἀρχῆς κοινωνίαν προσλαβὼν Λούκιον καὶ
15. μετονομάσας Σεβῆρον. ἐν τούτῳ τῷ χρόνῳ πρῶτον ἀκούσας
16. ἐθαύμασα τοὺς προβάλλοντας ὡδί πως· ἐὰν πέντε τις
17. ὥραις παροξυνόμενος ἀνίηται δυοῖν, ὡς εἶναι τὴν ὅλην
1. περίοδον ὡρῶν ζ΄ καὶ τοῦτ’ ἐφεξῆς γίγνηται, τίνα χρὴ
2. νομίζειν τὸν τύπον; ἀπεκρινάμην οὖν εὐθέως αὐτῷ, μηδ’
3. οἷόν τε γενέσθαι τοῦτο. τοὺς γὰρ ὀλιγοχρονίους οὕτω παροξυσμοὺς
4. μακρὰς ποιεῖσθαι τὰς παρακμὰς, καὶ τοὐπίπαν
5. γε καὶ εἰς ἀπυρεξίαν ἀφικνεῖσθαι. σὺ δὲ παροξυσμὸν μὲν,
6. ἔφην, διηγῇ νοσήματος ἐπιεικέστατον, τῇ συνεχείᾳ δὲ τῶν
7. περιόδων ὀλεθριώτατον αὖθις ἀποφαίνεις αὐτόν. μηδὲν,
8. ἔφη, σκόπει τό γε νῦν, πότερον ἀδύνατός ἐστιν ἡ ὑπόθεσις,
9. ἢ δυνατὴ, γυμνασίας δ’ ἕνεκα τὰ τοιαῦτα συγχώρει ζητεῖσθαι.
10. πρὸς γὰρ τὴν τῶν ποικίλων τύπων εὕρεσιν εὐπορωτέρους
11. ἡμᾶς ἐργάσεται. ἐκείνῳ μὲν οὖν ὅτι τὸ τοιοῦτον γυμνάσιον
12. ἀπορωτέρους ἡμᾶς ἐργάζεται μᾶλλον ἤπερ εὐπορωτέρους,
13. ἐπειράθην ἐνδείξασθαι τότε· νυνὶ δὲ τοῖς ἄλλοις ἐπιδείξω
14. προδιηγησάμενος, ἥ τίς ποτ’ ἐστὶν ἡ χρεία τῆς τοιαύτης
15. θεωρίας.

Cliquer un n° de page pour en afficher l’image