16. Ἐπεὶ τοίνυν οὐδὲν οὕτω χρήσιμόν ἐστι, καὶ
17. μάλιστα ἐν τοῖς πυρετοῖς, ὡς τὸ προγινώσκειν τὰς ἀρχὰς τῶν
18. ἐσομένων παροξυσμῶν, ἐὰν μέν τις εὐθέως ἀπ’ ἀρχῆς οἷός τε
1. ᾖ στοχασμῷ τεχνικῷ τοῦτ’ ἐξεργάζεσθαι, μέγιστα τὸν κάμνοντα
2. δι’ ὅλου τοῦ νοσήματος ὠφελήσει· ἐὰν δ’ εὐθὺς μὲν ἐξ
3. ἀρχῆς ἀδυνατήσῃ, προϊόντος δὲ τοῦ χρόνου δυνηθῇ, κατὰ
4. τὸν ὑπόλοιπον χρόνον ὀνήσει τὸν κάμνοντα· καὶ ὅσῳ γὰρ
5. θᾶττον εἰς πρόνοιαν ἀφίκηται τῆς τοῦ νοσήματος ἰδέας, τοσούτῳ
6. πλέονα χρόνον ὠφελήσει τὸν νοσοῦντα. πειρατέον
7. μὲν οὖν εὐθὺς ἀπ’ ἀρχῆς διαγινώσκειν ὁποῖός τίς ἐστιν ὁ πυρετὸς,
8. ὡς ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι δέδεικται, καὶ τά
9. γε πολλὰ βεβαίως ἐστὶ γνῶναι τοῦτον διὰ τῶν ἐν ἐκείνοις γνωρισμάτων·
10. εἰ δέ τις ἀμφιβολία γενηθείη κατὰ τὴν πρώτην
11. ἡμέραν, ἐν τῇ δευτέρᾳ διακριτέον αὐτήν· εἰ δὲ καὶ ταύτην
12. γέ ποτε ἐκφύγοι, τῇ τρίτῃ γε πάντως γνωρισθήσεται· εἰ δ’
13. ἄρα καὶ ταύτην γέ ποτε διεκφύγοι κατὰ τὸ σπάνιον, ἀλλ’ ἐν
14. τῇ τετάρτῃ ἐξ ἀνάγκης γνωρισθήσεται· εἰ δὲ μηδ’ ἐν ταύτῃ
15. τις ἤδη τὴν ἰδέαν τοῦ νοσήματος ἐγνώρισεν, ἀλλ’ ἔτ’ ἀπορεῖ,
16. πολὺ μέρος οὗτος τῆς τέχνης ἀγνοεῖ. τά τε γὰρ ἄλλα καὶ
17. οἱ παροξυσμοὶ πάντες οἱ ἐν τοῖς πυρετοῖς ἤτοι καθ’ ἑκάστην
18. ἡμέραν, ἢ διὰ τρίτης, ἢ διὰ τετάρτης ἀπαντῶσιν· ἐν μὲν τοῖς
19. πλείστοις νοσήμασιν, ἐφ’ ὧν δὴ καὶ μάλιστά ἐστι χρεία τῆς
1. προγνώσεως τοῦ μέλλοντος ἔσεσθαι παροξυσμοῦ, διὰ τρίτης
2. καὶ καθ’ ἑκάστην ἡμέραν· ἐν ὀλιγίστοις δέ τισι διὰ τετάρτης.
3. ἀλλ’ ἴσως τίς φησι τῶν νεωτέρων τουτωνὶ σοφιστῶν καὶ διὰ
4. πέμπτης ἡμέρας γίγνεσθαί τινας περιόδους καὶ δι’ ἕκτης καὶ
5. ἑβδόμης, καί τινας ἄλλας ἄχρι παμπόλλων ἡμερῶν ἐκτεινομένας,
6. οὓς ὄντως ἔστι μακαρίσαι τῆς θαυμαστῆς συνέσεως,
7. εἰ μὴ παρακολουθοῦσιν ἐξ ὧν λέγουσιν ἄρδην ἀναιροῦντες
8. τὸ χρήσιμον ἁπάσης τῆς περὶ τύπων πραγματείας. ὅσοι μὲν
9. γὰρ ἀγνοεῖν ὁμολογοῦντες ἀπὸ τῆς πρώτης ἡμέρας εἴδη διαγινώσκειν
10. πυρετῶν, ἀναμένουσι τὰς μέχρι τῆς τετάρτης, οὔτε
11. πεμπταίαν τινὰ περίοδον, οὔθ’ ἑκταίαν, οὔτε τούτων ἐξωτέρω
12. τινὰ ἑωρακέναι φάσκοντες, εἰ καὶ μὴ τῇ β΄ καὶ τῇ γ΄
13. τῶν ἡμερῶν, ἀλλὰ ταῖς γ΄ ἑξῆς ἐλπίζειν τι δύνανται περὶ τοῦ
14. μέλλοντος παροξυσμοῦ· τοῖς δ’ εἰς πολὺ πλῆθος ἡμερῶν ἐκτείνουσι
15. τὰς περιόδους ἀδύνατον προγνῶναι τὸν ἐσόμενον
16. παροξυσμόν. αὐτίκα γοῦν τῷ κατὰ τὴν πρώτην ἡμέραν
17. γενομένῳ δυνατόν ἐστι καὶ ἀμφημεριῷ καὶ τριταίνῳ καὶ
18. τεταρταίῳ καὶ πεμπταίῳ καὶ πᾶσι τοῖς ἐφεξῆς ὑπάρχειν. ἐὰν
1. οὖν γενηθῇ κατὰ τὴν δευτέραν ἡμέραν παροξυσμὸς, ἄν τε
2. καὶ μὴ, περὶ τῆς τρίτης ἡμέρας ἐλπίζειν οὐδὲν ἕξουσιν οἱ
3. τὰς μακρὰς περιόδους εἰσηγούμενοι. καὶ τοίνυν ὑποκείσθω
4. μετὰ τὴν πρώτην ἡμέραν, μήτ’ ἐν τῇ δευτέρᾳ, μήτ’ ἐν τῇ
5. τρίτῃ, μήτ’ ἐν τῇ τετάρτῃ γεγονέναι παροξυσμόν. οἱ μὲν τὰς
6. τρεῖς μόνας εἰδότες περιόδους ἀνιστᾶσί τε τὸν ἄνθρωπον ἀπὸ
7. τῆς κλίνης, καὶ τῶν συνήθων ἔχεσθαι κελεύουσιν, ἀπηλλάχθαι
8. νομίζοντες ἁπάσης ὑποψίας· οἱ δὲ καὶ τὰς ἑξῆς, ὅσαι πολυήμεροι,
9. γίγνεσθαι φάσκοντες, ὁμοίως ὑποπτεύειν τὴν ε΄ ἡμέραν
10. εἰσὶ δίκαιοι, καθάπερ καὶ τῶν ἄλλων τῶν ἔμπροσθεν·
11. οὕτω δὲ καὶ τὴν στ΄ καὶ τὴν ζ΄ καὶ τὰς ἄλλας τὰς ἐφεξῆς
12. ὑποπτεύουσιν. εἰ δὲ καὶ γένοιτό τις καὶ ἐν τῇ δευτέρᾳ τῶν
13. ἡμερῶν παροξυσμὸς, ἄδηλον εἴτε κατ’ ἀμφημερινοῦ σχῆμα
14. πρὸς τὸν ἐν τῇ πρώτῃ γεγονότα τὴν ἀναλογίαν ἐφύλαξεν, εἴτ’
15. ἐστὶν ἑτέρας ἀρχὴ περιόδου. κατὰ ταὐτὰ δ’ εἰ καὶ κατὰ τὴν
16. τρίτην ἐπὶ τῇ δευτέρᾳ γενηθείη. τῷ γὰρ ἀγνοοῦντι διαγινώσκειν
17. εὐθὺς ἐξ ἀρχῆς, εἴτε ἀμφημερινός ἐστιν, εἴτε τριταῖος,
18. εἴτ’ ἄλλος τις πυρετὸς, ἄδηλον εἴθ’ εἷς ἐστιν ἀμφημερινὸς,
19. εἴτε δυοῖν ἐπιπλοκὴ τριταίοιν, εἴτε καὶ τριῶν
1. τεταρταίων, καὶ περὶ τῶν ἄλλων δὲ τῶν μειζόνων περιόδων
2. ὁ αὐτὸς λόγος. ὅτι μὲν οὖν ὅσοι νομίζουσι πολλὰς εἷναι
3. περιόδους, οὐ μόνας τὰς τρεῖς, οὐδέποτε δυνήσονται προγνῶναι
4. τὸν ἐσόμενον παροξυσμὸν, ἤδη δέδεικται.
⟨
(Adv. eos qui de typis scrips.) [n° 052 Fichtner] [GalLat]
Adversus eos, qui de typis scripserunt
Πρὸς τοὺς περὶ τύπων γράψαντας ἢ περὶ περιόδων
Contre ceux qui ont écrit sur les périodes des maladies
Against Those Who Have Written on Disease Types (Adv. Typ. Scr.)
Adversus eos qui de typis scripserunt vel de circuitibus, 1824, vol. 7, p. 475-512. urn:cts:greekLit:tlg0057.tlg049.verbatim-lat1
García Sola, 2010 (spa).
Adversus eos qui de typis scripserunt vel de circuitibus, 2, ed. Kühn, 1824, vol. 7, p. 479-483. urn:cts:greekLit:tlg0057.tlg049.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩