9. Πολλαῖς δὲ καὶ ἄλλαις λέξεσιν ἔστιν ἑρμηνεῦσαι
10. τὴν αὐτὴν μέθοδον, ἀλλ’ ἀρκεῖ καὶ μέχρι τοσούτου
11. προεληλυθέναι τῆς ματαιοτεχνίας αὐτῶν, ἵνα καὶ διὰ βραχέων
12. κεφαλαίων ἐπιδεῖξαι δυνηθῶμεν ἕκαστον τῶν ἑπομένων
13. ἁμαρτημάτων, ἀρξάμενοι πάλιν ἀπὸ τῶν προχειροτέρων.
14. ἐπειδὴ γὰρ ὅταν ἡ κατὰ τοὺς παροξυσμοὺς περίοδος ὡρῶν ᾖ
15. δώδεκα, δύνανται μὲν εἶναι καὶ δύο ἀμφημερινοὶ, δύνανται
16. δὲ καὶ τριταῖοι τέτταρες, καὶ τεταρταῖοι δ’ οὐδὲν ἧττον ἓξ,
17. καὶ ὀκτὼ πεμπταῖοι, καὶ δέκα ἑκταῖοι, καὶ δώδεκα ἑβδομαῖοι,
18. καὶ δεκατέσσαρες ὀγδοαῖοι, καὶ δεκαὲξ ἐνναταῖοι,
1. καὶ δεκαοκτὼ δεκαταῖοι. πάλιν οὖν κατὰ τόνδε τὸν τρόπον
2. ὁδὸς εὑρίσκεται φλυαρίας οὐ σμικρὰ, στῆναι μὴ δυναμένη,
3. μηδέ τινα σκοπὸν ὡρισμένον ἔχειν, ἔνθα περιγράφειν αὐτὴν
4. ἀναγκαῖον ἔσται. τί γὰρ μᾶλλον ἄχρι τῶν ὀκτωκαίδεκα δεκαταίων,
5. ἢ τῶν εἴκοσι δωδεκαταίων, ἢ τῶν εἰκοσιδύο δωδεκαταίων
6. προαίρεσθαι προσῆκεν, ἤ τινος τῶν ἐφεξῆς περιόδων;
7. ἔξεστι γὰρ λέγειν εἰκοσιτέσσαρας μὲν εἶναι τρισκαιδεκαταίους,
8. ἓξ δὲ καὶ εἴκοσι τεσσαρεσκαιδεκαταίους, ὀκτὼ δὲ ἐπὶ ταῖς εἴκοσι
9. πεντεκαιδεκαταίους. ὁμοίως τε τούτοις ἔξεστι δὴ προστιθέναι.
10. διάκορον μὲν γὰρ ἤδη τοῦτο καὶ κατὰ τοὺς ἀμφημερινούς
11. ἐστιν, ἔτι δὲ ληρωδέστερον ἐπὶ τῶν τριταίων καὶ
12. τεταρταίων, καὶ πολὺ μᾶλλον ἁπάντων τῶν ἐφεξῆς. ἡ γοῦν
13. τῶν ἑκκαίδεκα ὡρῶν περίοδος οὐδὲν μᾶλλόν ἐστι τριῶν τριταίων,
14. ἢ ἓξ πεμπταίων, ἢ ἑβδομαίων θ΄. δύναται δὲ αὕτη
15. δώδεκα μὲν ἐνναταίων εἶναι, πεντεκαίδεκα δὲ δεκαταίων, ὀκτωκαίδεκα
16. τρισκαιδεκαταίων, ἑνὸς δὲ ἐπὶ τῶν κ΄ πεντεκαιδεκαταίων,
17. ἀνάλογόν τε τῶν ἐφεξῆς ἁπάντων. ἀλλ’ ἐμοὶ τὴν
18. ὁδὸν ἀρκεῖ μόνον ἐνδεδεῖχθαι τῆς περὶ τὰ τοιαῦτα ἀπωλείας
1. τοῦ χρόνου. καὶ γάρ τοι καὶ ἡ τῶν η΄ καὶ ι΄ ὡρῶν περίοδος,
2. ἐνδειξάμενος γὰρ ἔτι καὶ τὴν ταύτης ὁδὸν ἐπ’ ἄλλο τι μεταβήσομαι,
3. τεττάρων μέν ἐστι τεταρταίων, ὀκτὼ δὲ ἑβδομαίων,
4. δεκαταίων δὲ δώδεκα. καὶ τούτων ἁπάντων ἐστὶν ἑκάστου
5. μέθοδος, ὥστε ἐπὶ δακτύλων λογίσασθαι μὴ δεηθέντα διαγράμματος.
6. ἀλλ’ ἐγὼ μὲν ἀντὶ παιδείας ἕκαστον τούτων ἀποκρίνομαι
7. τοῖς προλαβοῦσι παραχρῆμα, διὰ τὸ γεγυμνάσθαι τὴν
8. παιδικὴν ἡλικίαν ἐν ἀριθμοῖς· ἀγύμναστος δὲ ἄνθρωπος οὐ
9. μηνῶν, ἀλλ’ ἐτῶν ὅλων εἰς αὐτοὺς δεῖται χάριν τοῦ γενέσθαι
10. σοφὸς ἐν ἀχρήστοις πράγμασιν, ἃ μετὰ σπουδῆς τινες ἀλλήλοις
11. προβάλλοντες οὐκ αἰδοῦνται. ὅτι μὲν οὖν ἁμαρτάνουσι διττὰ
12. πάντες οἱ τὰ περὶ τύπων ὑπομνήματα γράψαντες, οὔτε τὰς
13. ἰδέας τῶν νοσημάτων διδάσκοντες οὔτε τοῖς εὐχρήστοις τρίβοντες
14. τὸν χρόνον, αὐτάρκως ἡγοῦμαι δεδεῖχθαι.
⟨
(Adv. eos qui de typis scrips.) [n° 052 Fichtner] [GalLat]
Adversus eos, qui de typis scripserunt
Πρὸς τοὺς περὶ τύπων γράψαντας ἢ περὶ περιόδων
Contre ceux qui ont écrit sur les périodes des maladies
Against Those Who Have Written on Disease Types (Adv. Typ. Scr.)
Adversus eos qui de typis scripserunt vel de circuitibus, 1824, vol. 7, p. 475-512. urn:cts:greekLit:tlg0057.tlg049.verbatim-lat1
García Sola, 2010 (spa).
Adversus eos qui de typis scripserunt vel de circuitibus, 5, ed. Kühn, 1824, vol. 7, p. 497-499. urn:cts:greekLit:tlg0057.tlg049.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩