Galenus. De plenitudine (De plen.) [n° 053 Fichtner] [GalLat]

Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).

De plenitudine, 1, ed. Kühn, 1824, vol. 7, p. 513-517. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΛΗΘΟΥΣ ΒΙΒΛΙΟΝ.

1. Οὔτε πολλάκις ὀνομάζοντας ἕτερον ὄνομα
2. τοῦ πλήθους μᾶλλον ἔστιν εὑρεῖν ἅπαντας τοὺς νῦν σχεδὸν
3. ἰατροὺς, οὔτ’ ἀγνοοῦντας ἕτερόν τι τούτου μᾶλλον. ὅσοι
4. γοῦν αὐτῶν οἷοί τέ εἰσι καὶ δοῦναι καὶ λαβεῖν λόγον, οἱ
5. πλεῖστοι μὲν ἀποκρίνονται τοῖς ἐρομένοις ὅ τι ποτ’ οὖν
6. ὀνομάζουσι πλῆθος, ὡς ἐν τῷ πρὸς τὶ λέγεται τοὔνομα, καθάπερ
7. τὸ πολύ τε καὶ τὸ ὀλίγον, ὥστε οὐκ εἶναι δυνατὸν ἐν
8. μέτρῳ περιλαβεῖν αὐτό· τὸ γὰρ ἑτέρῳ πολὺ, τοῦτ’ ἐνίοτε
9. ὑπάρχει ὀλιγώτερον ἑτέρῳ. καὶ ἐπειδὰν ἐρωτήσῃς αὐτοὺς,
10. ἀξιῶν ἀποκρίνεσθαι τὸ πρᾶγμα πρὸς ὃ τὸ πλῆθος εἶναι
1. λέγουσι, τινὲς μὲν ἰχθύων ἀφωνότεροι γίγνονται, τινὲς δὲ
2. οὕτω μακρά τε καὶ ἀλλόκοτα ληροῦσιν, ὡς μὴ παρακολουθῆσαι
3. δύνασθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. ὀλίγιστοι δὲ ἀποκρίνονται,
4. τὸ πολὺ καὶ ὀλίγον ὡς πρὸς τὴν δύναμιν νοεῖσθαι·
5. καὶ εἰ αὖθις αὐτοὺς ἐπανέροιο, τί λέγουσι δύναμιν,
6. ἔνιοι μὲν οὐδ’ ὅλως ἀποκρίνονται· τῶν δὲ τολμησάντων ἀποφήνασθαί
7. τι λέγει μὲν οὐδεὶς οὐδενὶ ταὐτὸν, οἱ πλεῖστοι δὲ
8. πάντα μᾶλλον ἢ δύναμιν ἑρμηνεύουσιν. εἰ δέ τις ἐν αὐτοῖς
9. εὑρεθείη μέχρι τοσούτου φρόνιμος, ὡς ἤτοι δραστικὴν οὐσίαν,
10. ἢ αἰτίαν δραστικὴν εἰπεῖν εἶναι τὴν δύναμιν, εἶτ’ ἐρωτηθείη,
11. πρῶτον μὲν εἰ ἔστι τις οὐσία τοιάδε διοικοῦσα τὸ ζῶον, ἔπειτα
12. εἴπερ ἔστι, καὶ τί ποτέ ἐστιν αὕτη, διελθεῖν, οὐκέτι οὐδ’
13. οὗτος ἀποκρίνεται ἐρωτώμενος τὸ ἀπορούμενον, ἀλλ’ ἤτοι
14. σιωπᾷ τελέως, ἢ ἐκτοπίζει τὸν λόγον εἰς τοιοῦτον, ὡς βέλτιον
15. ἂν εἴη σιωπᾷν. εἰ δὲ κᾀν τούτοις τις εὑρεθείη μέχρι τοσούτου
16. σωφρονῶν, ὡς ἥτις μέν ἐστιν ἡ οὐσία τῆς δυνάμεως
17. οὐκ ἔχειν εἰπεῖν, ὅτι δὲ ἔστι, ἐκ τῶν ἔργων τεκμαίρεσθαι,
18. πάλιν αὖ καὶ αὐτὸς οὗτος ἐρωτηθεὶς, εἰ τὰ γεγραμμένα τε
1. πρὸς Ἀσκληπιάδου καὶ πολλῶν Ἀσκληπιαδείων τε καὶ μεθοδικῶν
2. ὑπὲρ τοῦ μηδεμίαν εἶναι δύναμιν ἐν τοῖς ζώοις, ἀνεσκέψατό
3. τε καὶ διελύσατο, φαίνεται μηδ’ εἰ λέλεκται πρὸς
4. αὐτῶν ἐπιστάμενος. ἐκείνων δὲ αὖ πάλιν αὐτῶν, ὅσοι τὴν
5. δύναμιν οὐκ εἶναί φασιν, ὅτι μὲν ὡς πρὸς ταύτην ἀρνοῦνται
6. νοεῖσθαί τε καὶ συνίστασθαι τὸ πλῆθος, μᾶλλον εὔδηλον·
7. ἀδύνατον γάρ ἐστι πρὸς τὴν μηδ’ ὅλως ὑπάρχουσαν σχέσιν
8. συστῆναί τε καὶ νοηθῆναι τὸ πλῆθος· ὡς πρὸς τὰς χώρας δὲ
9. τῶν ἀγγείων μόνας ὑπολαμβάνουσι τὸ πολύ τε καὶ ὀλίγον
10. ὑπάρχειν· ἐνίοτε δὲ οὐδὲ τὴν ἀρχὴν ὅλως ὀνομάζουσι πλῆθος,
11. οὐδὲ ἀπ’ αὐτοῦ τινα κενώσεως ἔνδειξιν λαμβάνουσι, ἀλλὰ ἀπὸ
12. μόνης στεγνώσεως, ἣν ὅτι μηδεὶς αὐτῶν ὡσαύτως ἐξηγεῖται,
13. δέδεικται δι’ ἑτέρων. καὶ μὴν καὶ τρίτος τις ἄλλος ἐστὶ χορὸς,
14. οὔτε γινώσκων, εἴτε ἔστιν, εἴτε οὐκ ἔστι τις δύναμις, οὔτε
15. ζητεῖν ὁμολογῶν, ἀλλ’ ἐπί τισιν ἐναργῶς φαινομένοις σημείοις
16. περὶ τὸν κάμνοντα συνισταμένοις, ἐκ πείρας μακρᾶς εὑρῆσθαι
17. φάσκων ἑαυτῷ τὴν κένωσιν· εἶτ’ ἐρωτώμενος ἅττα ποτέ
1. ἐστι τὰ σημεῖα ταῦτα, διάτασιν ἀγγείων φησὶ, καὶ ἔρευθος
2. καὶ βάρος ὅλου τοῦ σώματος, ὄκνον τε πρὸς τὰς κινήσεις καὶ
3. τάσεις τῶν μελῶν. ἔνιοι δὲ αὐτῶν καὶ τὴν ἑλκώδη καὶ κοπώδη
4. προστιθέασιν αἴσθησιν, ἀργόν τε τὸν ἔμπροσθεν βίον
5. ἐν προσφοραῖς ἐδεσμάτων τε καὶ πομάτων πλείοσι, καὶ συνήθων
6. ἐκκρίσεων ἐποχῇ. ἐπὶ ταύτῃ γοῦν τῇ συνδρομῇ, καλοῦσι
7. γὰρ οὕτω τὸ ἄθροισμα τῶν συμπτωμάτων, τετηρῆσθαι φλεβοτομίαν
8. ὠφελοῦσαν. οὗτοι μὲν οὖν οὐ μόνον ἑαυτοὺς, ἀλλὰ
9. καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀφαιροῦνται τὸν λόγον,
10. ἐκ πείρας εὑρῆσθαι πάντα φάσκοντες· οἱ δ’ ἄλλοι, καθάπερ
11. εἴρηται νῦν δὴ, λόγῳ τε χρῆσθαί φασι, καὶ τὴν δύναμιν
12. οἱ μὲν ὡς οὐδ’ ὅλως ἔστιν, οἱ δὲ ὡς ἔστι μὲν, ἥτις δ’
13. αὐτῆς ἡ οὐσία, μὴ γινώσκεσθαί φασιν· ὡς ὀλιγίστους εἶναι
14. τοὺς ἀποφήνασθαι τολμῶντας ὕπαρξίν τε καὶ οὐσίαν δυνάμεως.
15. ἀλλὰ καὶ τούτων οὔτε τὸν ἀριθμὸν οὔτε τὴν οὐσίαν
16. ἅπαντες ἀποφαίνονται τὴν αὐτήν· ἀλλὰ καὶ τῶν ἀπολιπόντων
17. ἡμῖν συγγράμματα τινὲς μὲν ἀταλαιπωρότερον ὡς
18. περὶ μιᾶς ἀεὶ διαλέγονται τῆς τὸ ζῶον διοικούσης δυνάμεως,
1. οὐδένα λογισμὸν προστιθέντες· ἔνιοι δὲ ἀποδεικνύειν ἐπιχειροῦσι,
2. καὶ πλείους μιᾶς οὐκ εἶναί φασιν. ὥστ’ ἀναγκαῖον
3. ὅστις ἀποφαίνεται πλῆθος εἶναι κατὰ τὸ σῶμα τοῦ κάμνοντος,
4. ἀποκεχωρηκέναι μὲν ἤδη τοῦτον ἀπό τε τῶν ἐμπειρικῶν ὀνομαζομένων
5. ἰατρῶν ἀπό τε τῶν μεθοδικῶν· ἤτοι δ’ ὡς πρὸς
6. τὴν δύναμιν, ἢ ὡς τὰ ἀγγεῖα λέγειν τὸ πολύ.

Cliquer un n° de page pour en afficher l’image