Galenus. De plenitudine (De plen.) [n° 053 Fichtner] [GalLat]

Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).

De plenitudine, 10, ed. Kühn, 1824, vol. 7, p. 561-570. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:10

6. Ἐάσας οὖν ἐν τῷ παρόντι τὸ πρὸς τοὺς
7. ἐμπειρικοὺς, αὖθις ἐπάνειμι πρὸς τοὺς λογικοὺς, ἕκαστον
8. τῶν συμπτωμάτων ὧν ἔγραψαν ἐπισκοπούμενος. ἔνια μὲν
9. γὰρ αὐτῶν τοῦ πρὸς τὴν δύναμίν εἰσι πλήθους, ἔνια δὲ τοῦ
10. κατὰ τὸ ἔγχυμα, τινὰ δὲ οὐχ ἁπλῶς ἐστι σημεῖα πλήθους,
11. ἀλλὰ τοιοῦδε πλήθους, τινὰ δὲ ὅλως οὐδενὸς πλήθους, ἀλλ’
12. ἤτοι κακοχυμίας τε καὶ διαφθορᾶς, ἢ ἀῤῥώστου δυνάμεως,
13. ἢ ὄγκου τῶν στερεῶν σωμάτων. ὅτι δὲ οὕτω τοῦτ’ ἔχει, μάθοις
14. ἂν, εἰ προσέχοις τοῖς λεχθησομένοις τὸν νοῦν. ἡ μὲν δὴ
15. τονώδης διάθεσις, ὅταν ἄνευ γυμνασίων συμπίπτῃ, ἐνδείκνυται
16. μὲν πάντως πολλὴν οὐσίαν ἐν αἰσθητικῷ σώματι περιέχεσθαι,
17. οὐ μὴν ἥτις γέ ἐστιν ἡ οὐσία, ἢ τὸ εἶδος αὐτῆς, ἔτ’
18. ἐνδείκνυται, κατά γε τοῦτο μόνον αὐτὸ τὸ τείνεσθαι, κοινὸν
1. κοινὸν ὑπάρχον ἁπάσης οὐσίας, καὶ λεπτῆς, καὶ παχείας,
2. καὶ μέσης τῇ συστάσει, καὶ πνευματώδους, ἔτι τε θερμῆς
3. τε καὶ ψυχρᾶς, ἢ μέσης, ἀλλ’ ἑτέρων τινῶν δεῖται διαγνωρισμάτων
4. εἰς τὸν τούτου διορισμόν. ἡ δὲ ἐν ταῖς ἐνεργείαις
5. ἀτονία τὴν δύναμιν ἀῤῥωστοτέραν δείκνυσι, τῷ
6. ἐπισχεῖν τὸ κινοῦν, ὡς ἐπὶ χειρῶν κινήσεως ἀσθενοῦς·
7. πολλαῖς γὰρ ἀκολουθεῖ καταστάσεσιν· εἴτε γὰρ αὐξηθείη
8. τινὶ τό τε σαρκῶδες καὶ τὸ πιμελῶδες γένος, ἐν τοῖς
9. αὐτοῖς ὅροις διαμενούσης τῆς δυνάμεως, ἀνάγκη τὰς κινήσεις
10. ἀτονωτέρας γίγνεσθαι, μένοντος μὲν ἴσου τοῦ
11. κινοῦντος, αὐξηθέντος δὲ τοῦ κινουμένου· εἴτε τῶν χυμῶν
12. τις εἷς, ἢ καὶ πάντες ἅμα πλεονάσειαν, μὴ συναυξηθείσης
13. αὐτοῖς τῆς δυνάμεως, ἀνάγκη καὶ νῦν ἀτονωτέρας
14. γενέσθαι τὰς ἐνεργείας· εἴτ’ ἄμφω μὲν συναυξηθείη,
15. τά τε παρεγχύματα καλούμενα καὶ τὰ ὑγρὰ, μὴ
16. συναυξηθείη δὲ ἡ δύναμις, εἴτε τούτων ὡσαύτως ἐχόντων,
17. ἡ δύναμις ἀσθενεστέρα γένοιτο. δύναιτο δ’ ἄν ποτε καὶ
18. ἄμφω συνελθεῖν, ὥστε τὴν δύναμιν ἀῤῥωστοτέραν γενέσθαι, 
1. καὶ τοὺς χυμοὺς ἅμα τοῖς παρεγχύμασιν ἢ πλέονας ἢ
2. ἐλάττους εἶναι, θάτερον αὐτῶν ὁποτερονοῦν, ἀτονώτεραι αἱ
3. ἐνέργειαι καὶ διὰ ταῦτα γίγνονται, καθ’ ἕν τε συμβαῖνον
4. ἕκαστον αὐτῶν, καὶ κατὰ δύο, καὶ πλείω, καὶ πάνθ’ ἅμα.
5. τὸ γὰρ ἐπὶ τῇ τῶν στερεῶν σωμάτων εὐτροφίᾳ νομίζειν
6. ποτὲ δύνασθαι κίνησιν ἀτονωτέραν ἀπεργασθῆναι μὴ γινωσκόντων
7. ἐστὶν ἀνθρώπων, ὡς δι’ ὅλων τῶν στερεῶν σωμάτων
8. αἱ δυνάμεις διήκουσιν, ἀλλ’ ὥσπερ αὐλοὺς ἢ σωλῆνας
9. πνεύματι τὰς ἀρτηρίας καὶ τὰ νεῦρα παρασκευαζόντων. εἴσῃ
10. δὲ τὸ τῆσδε τῆς δόξης μοχθηρὸν ἐξ ἄλλων τε πολλῶν, ἀτὰρ
11. οὐχ ἥκιστα καὶ δυοῖν ἡμετέρων πραγματειῶν, τῆς τῶν Ἱπποκράτους
12. καὶ Πλάτωνος δογμάτων καὶ τῆς τῶν φυσικῶν δυνάμεων.
13. εὐεξίας μὲν οὖν ἴδιον ἡ τῶν στερεῶν σωμάτων εὐτροφία,
14. εὐσαρκίας δὲ καὶ πολυσαρκίας ἡ τῶν σαρκῶν αὔξησις.
15. ὡς τὰ πολλὰ μὲν οὖν ἀνάλογον ἡ πιμελὴ μᾶλλον αὔξεται,
16. ποτὲ δὲ ἐν πιμελῇ μᾶλλον ἡ σὰρξ ἢ μόνη πιμελή. εἴρηται δὲ
17. περὶ τούτων ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι. καθάπερ
18. δὲ ἐν σαρκὶ τὸ μέν ἐστιν εὐσαρκία, τὸ δὲ πολυσαρκία,
1. κατὰ τὸν αὐτὸν τρόπον ἐν αἵματι τὸ μὲν οἷον εὐαιμία τίς
2. ἐστι, τὸ δὲ πολυαιμία. τὸ μὲν δὴ τῆς εὐαιμίας οὐκ ἄδηλον
3. ὅτι καὶ ποιότητι καὶ ποσότητι κατὰ φύσιν ἐστὶν ἀκριβῶς·
4. τὸ δὲ τῆς πολυαιμίας ἄμεμπτον μὲν τῷ ποιῷ, τῷ ποσῷ
5. δὲ οὐκ ἄμεμπτον, ἀλλὰ πάντως μὲν πλέον, ἤτοι γε τοῦ κατὰ
6. φύσιν ἐκ γενετῆς ὑπάρχοντος, ἢ τοῦ πρὸς τὴν δύναμιν. ἐγχωρεῖ
7. γάρ ποτε ἀλλήλοις συναύξεσθαι παρὰ τὴν ἐκ γενετῆς φύσιν
8. ἀμφότερα, καὶ τὴν τῆς δυνάμεως ῥώμην καὶ τὸ πλῆθος τοῦ
9. αἵματος, ὥσπερ ἐν ταῖς ἀθλητικαῖς εὐεξίαις· καὶ γὰρ τὰ
10. ὑγρὰ καὶ σαρκώδη καὶ ἡ δύναμις ἀνάλογον ἀλλήλοις ἐπ’
11. αὐτῶν συναύξονται. καὶ τοίνυν ἤδη πρόδηλον, ὡς οὐδ’ οἱ
12. τὸν ὄγκον εἰπόντες τοῦ σώματος ἓν τῶν πληθωρικῶν σημείων
13. ἀληθεύουσιν· ὄγκος μὲν γὰρ φλεβῶν πληθωρικὸν ἂν εἴη σημεῖον,
14. ὄγκος δὲ σαρκῶν καὶ πιμελῆς ἐκείνων ἂν εἴη πλῆθος
15. αὐτῶν, οὐ μὴν ὅ γε νῦν ἡμεῖς ζητοῦμεν, ὃ δὴ καὶ πληθώρα
16. καλεῖται. περὶ γὰρ τούτου τοῦ πλήθους, ὃ δηλονότι κένωσιν
17. ἐνδείκνυται, προθέμενοι λέγειν ἐς τοσοῦτον, ὅ ποτε
1. ὁμωνυμίαις ἐνδείκνυται, ἐσφάλησαν ἔνιοί τινες ἐξ αὐτῶν,
2. ὥστε εἰς τὸ τῶν σαρκῶν τε καὶ τῆς πιμελῆς ἀπενεχθῆναι πλῆθος.
3. οὕτω μὲν δὴ μοχθηρὸν πλήθους γνώρισμα, σώματος
4. ὄγκος· αὐτῶν μὲν γὰρ ἂν ἐκείνων εἴη τῶν φλεβῶν ὧν ὁρῶμεν
5. ἐνδεικτικὸς τῆς πληρώσεως, οὐ μὴν ἐξ ἀνάγκης γε τῶν
6. ἐν τῷ βάθει· ἀλλ’ ἐνδέχεταί ποτε καὶ τῶν ἔξω φλεβῶν διατεταμένων
7. οὐχ ὡσαύτως διατετάσθαι καὶ τὰς ἔνδον, οἷον αὐτίκα
8. κρύους μὲν κατασχόντος, εἰς τὸ βάθος ἀπελαύνεται τὸ
9. αἷμα, καὶ λειφαιμοῦσι μὲν οὕτω δὴ αἱ ἐκτὸς, ὡς μηδὲ φαίνεσθαι·
10. πάλιν δὲ ἀλέας γενομένης, ἢ λουσαμένων, ἐπὶ τὸ
11. δέρμα καὶ τὰ ἐκτὸς τοῦ σώματος φέρεται τὸ αἷμα, καταλιπὸν
12. τὸ βάθος· εἰ δὲ καὶ περικαὴς εἴη πυρετὸς, ἀναγκαῖον καὶ τότε
13. καίεσθαι τῷ σώματι, καθάπερ ζέοντι, πνευματοῦσθαί τε καὶ
14. χεῖσθαι. ὥστε ὁ τῶν φλεβῶν ὄγκος οὐκ ἔστιν ἀχώριστον
15. γνώρισμα πλήθους χυμῶν, ἀλλὰ πρῶτον μὲν χρὴ τοιαύτην
16. ὑπάρχειν τῷ σώματι κατάστασιν, ὡς μήτε τὰ ἔνδον τῶν
17. ἔξω μήτε ἐκείνων ταῦτα πλεονεκτεῖν θερμότητι· δεύτερον
18. δὲ, μηδ’ ἄμετρον εἶναι καθ’ ὅλον τὸ ζῶον θερμότητα.
1. ἐπὶ τούτοις προδιορισθεῖσιν εἴη ἄν ποτε σημεῖον ὁ τῶν φλεβῶν
2. ὄγκος αἱματικοῦ πλήθους νῦν λεγομένου, τοῦ
3. κατ’ ἐπικράτησιν· ἀδύνατον γὰρ οὕτως ἀκριβὲς αἷμά ποτε
4. περιέχεσθαι κατὰ τὰς φλέβας, ὡς μηδὲν αὐτῷ μήτε χολῆς ἐμφέρεσθαι,
5. μήτε φλέγματος, μήτε ὀῤῥώδους ἰχῶρος, ὅθεν ἐγὼ
6. κᾀν τοῖς ἔμπροσθεν ἠξίουν ὡσαύτως ἀκούειν, εἴτε τοὺς χυμοὺς
7. πλεονάζειν, εἴθ’ αἷμα φήσαιμι. τοῦ γὰρ ἀμίκτου καὶ
8. καθαροῦ τῶν ἄλλων ὑγρῶν αἵματος οὐδέποτε ἐν ταῖς ψλεψὶ
9. περιεχομένου, δέδεικται γὰρ τοῦθ’ ἡμῖν ἑτέρωθι, ὡς τοῦ μέντοι
10. μικτοῦ, μὴ μέντοι γε ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐν συμμετρίᾳ
11. τινι τοῖς κατὰ φύσιν ἔχουσι ζώοις, ἐπιμεμιγμένων αὐτῷ τῶν
12. ἄλλων, οὐδὲν διοίσει χυμοὺς ἢ αἷμα προσαγορεύειν. συναυξανομένων
13. γὰρ ἁπάντων ἐν τῇ κατὰ φύσιν συμμετρίᾳ τῷ
14. κατ’ ἐπικράτειαν αἵματι, ταὐτὸν σημαίνει τὸ τῶν χυμῶν
15. ὄνομα, καὶ οὐδὲν διαφέρει τοὺς χυμοὺς ηὐξῆσθαι λέγειν, ἢ
16. τὸ αἷμα, τοῦ λόγου τοῦ φάσκοντος τοὺς χυμοὺς αὐτὸ τοῦτ’
17. ἐπιδεικνυμένου, τὸ περὶ τὴν ἀρχαίαν ἀναλογίαν πάντως πλεονάσαι,
18. τουτὶ μὲν οὖν ἡμῖν οὕτω διοριζέσθω, πάλιν δ’ ἐπὶ
1. τὸ προκείμενον ἴωμεν. ὁ γὰρ τῶν φλεβῶν ὄγκος ἂν μήτε
2. δι’ ἐπικράτησιν τῆς ἔξωθεν καταστάσεως, μήτε διάχυσίν τε
3. καὶ ζέσιν ᾖ γενόμενος, αἱματικὸν εἶναι τὸ πλῆθος ἐνδείκνυται.
4. χρὴ δὲ μηδὲ κατάῤῥοπον ἐσχηματίσθαι τὸ τοιοῦτον μόριον,
5. ἢ κεκινῆσθαι προσφάτως ὑπὲρ τὰ ἄλλα· διὸ καί τινι λόγῳ
6. περιλαβὼν ἄν τις ἅπαντας τοὺς κατὰ μέρος διορισμοὺς, τότ’
7. ἐνδείκνυσθαι φήσει τὸν ὄγκον τῶν φλεβῶν αἵματος πλῆθος,
8. ὅταν ἅπαντα τὰ μόρια τὴν αὐτὴν κατάστασιν ἔχῃ μετὰ συμμέτρου
9. θερμασίας, ὡς εἴγε ὡσαύτως μὲν ἅπαντα διακέοιτο,
10. θερμότης δὲ ἄμετρος ὑπάρχοι, χύσις ἐν τῷδε γίγνεται τῶν χυμῶν
11. εἰς ὄγκον αἴρουσα τὰς φλέβας, οὐ μὴν αἱματικόν γε τὸ
12. πλῆθος, ἀλλὰ πνευματικὸν ἐνδείκνυται· πνευματοῦνται γὰρ
13. οἱ χυμοὶ θερμαινόμενοι, διὸ καὶ ὅσοι τὸν ὄγκον τῶν φλεβῶν
14. ἀπεφήναντο πλῆθος σημαίνειν, ἐὰν δὴ προσυπακούσῃ τις ἐν
15. τῷ λόγῳ τὸ κατ’ ἐκείνας τὰς φλέβας, ἐν αἷσπερ ἂν ᾖ τοῦτο
16. γινόμενον, ὀρθῶς εἰρηκέναι δόξουσι· πλείων γὰρ ἡ οὐσία
17. τῆς πρόσθεν ἐξ ἀνάγκης ἐστὶν ἡ τὸν ὄγκον ἐργασαμένη ταῖς
18. φλεψὶν, οὐ μὴν ἤδη γέ πω δῆλον, ὁποῖόν τι τὸ πλῆθός 
1. ἐστιν· ἁπάσης γὰρ οὐσίας πολλῆς ὁ παρὰ φύσιν ὄγκος κοινὸς,
2. εἴτ’ οὖν αἷμα καθαρὸν, εἴτε χολῶδες, εἴτε ὀῤῥῶδες,
3. εἴτε φλεγματικὸν, εἴτε πνευματικὸν ὑπάρχοι. ὥσπερ δὲ τοῦτο
4. κοινὸν ἁπάσης πλήθους διαφορᾶς, οὕτω καὶ τὸ τείνεσθαι
5. τὰς φλέβας· ἕπεται γὰρ καὶ τοῦτο τῷ ποσῷ τοῦ πλήθους,
6. οὐ τῇ κατ’ εἶδος διαφορᾷ. ὥστε ὁ ὄγκος καὶ ἡ τονώδης αἴσθησις
7. οὐ μᾶλλόν τι χυμῶν ἢ πνεύματος ἐνδείξεται πλῆθος.
8. εἰ μὲν οὖν τις ὧδέ πως ἀποφαίνοιτο, κατὰ τὰς τονώδεις αἰσθήσεις
9. ἐξ ἀνάγκης πλῆθός ἐστιν, ἀληθὲς ἐρεῖ· καὶ μέντοι
10. κᾂν οὕτως φήσειε, τὸ ἐν αἰσθητικοῖς μέρεσι πλῆθος ἐπιφέρει
11. τινὰ διάθεσιν, ἀληθὲς ἐρεῖ καὶ αὐτός· εἰ δέ τις ἐάσας τὸ γενικὸν
12. ὄνομα τὸ πλῆθος ἢ τοὺς χυμοὺς, αἷμα παραλάβοι κατὰ
13. τὸν λόγον, οὐκ ἐξ ἀνάγκης ἀληθεύσει δι’ ἃς εἴπομεν αἰτίας.
14. ὅτι δ’ οὐδὲ πλήθους ἁπλῶς, ἀλλὰ τοῦ τε μᾶλλόν τε καὶ ἧττον
15. ἐν αὐτῷ, διαφορὰ κατὰ τε τοὺς ὄγκους ἐστὶ τῶν φλεβῶν
16. καὶ τὴν τονώδη διάθεσιν, ἐνθένδε δῆλον. οὐδὲν μόριον ὀδυνᾶται
17. πληρούμενον, ἄνευ τοῦ προγενέσθαι τάσιν αὐτῷ βιαίαν·
1. εἰ δ’ εἰς ὄγκον μὲν αἴροιτο, μηδέπω δέ γε βιαίως, οὐδέπω
2. τείνεται· διὸ τῶν ὄγκων ὁ μὲν σὺν τῇ τάσει πλέον ἐνδείξεται
3. πλῆθος· ὁ δ’ ἄνευ ταύτης, ἧττον. πῶς οὖν ἐνίοτε
4. τὴν ἀρχὴν μὲν οὐδεὶς ὄγκος φαίνεται κατὰ τὰς φλέβας, ἡ τονώδης
5. δέ ἐστιν ἰσχυρὰ αἴσθησις; χρὴ γὰρ δήπου τοῖς μεγίστοις
6. ὄγκοις ἐζεῦχθαι τὴν τοῦ τείνεσθαι διάθεσιν. ἢ διότι ἔστιν
7. ὅτε ὁ ὄγκος ἐν ταῖς διὰ βάθους φλεψὶ μόναις διατείνει, ἢ εἴπερ
8. ἐν τῷ πρὸς τὶ τὸ πλῆθος, ὑπὲρ οὗ νῦν διαλεγόμεθα, τό
9. τε πρὸς τὴν εὐρύτητα τῶν ἀγγείων, ὃ δὴ πλῆθος λέγομεν,
10. οὐδέπω τεινομένων αὐτῶν, τό τε πρὸς τὴν τοῦ χιτῶνος τάσιν,
11. δηλονότι τοῦ μὲν ὄγκου τῶν φλεβῶν ἡ γένεσις ἐπιδίδοται,
12. εἰς πλῆθος αὐξομένου τοῦ αἵματος ὑπὲρ τὴν φυσικὴν
13. ἑκάστου συμμετρίαν, ὥστε πρὸς ἐκείνην λέγεσθαι τὸ πολύ·
14. τὸ δὲ τείνεσθαι τὸν χιτῶνα τῆς ὡς πρὸς αὐτὸν συμμετρίας ἐνδείκνυται
15. (διὰ) ὑπερβολήν. οὐ γὰρ ἔστι κατὰ φύσιν οὐδὲ
16. τοῦτον τείνεσθαι. ἑκάτερον οὖν ἐστι πολὺ, τό τε ὡς πρὸς
17. τὴν κατὰ φύσιν συμμετρίαν αἷμα καὶ πρὸς τὴν τοῦ χιτῶνος
18. τάσιν. ἐμνημόνευσε δὲ Ἐρασίστρατος ἀμφοτέρων,
1. οὐ διηρθρωμένως μὲν, οὐδ’ οὕτω σαφῶς, ὡς ἐγὼ νῦν, ὅμως
2. ὥστε ἐμφῆναι, διττὴν εἶναι φύσιν τοῦ πράγματος. ἐν μὲν
3. γὰρ τῷ φάναι· κατ’ ἀρχὰς μὲν οὖν καὶ μετρίως πληρουμένων
4. τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται
5. παρὰ τὸ εἰθισμένον· ἐνεδείξατο τὴν ὑπὲρ τὸ κατὰ φύσιν
6. ἑκάστῳ τοῦ αἵματος ἀμετρίαν· ἐν οἷς δὲ ἑξῆς ἐπιφέρων φησίν·
7. ἐπιπλέον δὲ πληρώσεως ἐρχομένων, παρεμπίμπλανται
8. βραχίονές τε καὶ χεῖρες καὶ κνῆμαι· τὴν ὡς πρὸς τοὺς
9. περιέχοντας τὸ αἷμα χιτῶνας· ὥστε ὅρους εἶναι δύο τῆς τοῦ
10. αἵματος ὑπὲρ τὸ κατὰ φύσιν αὐξήσεως, ἕνα μὲν ἐν τῷ πληροῦσθαι
11. τῶν φλεβῶν τοὺς χιτῶνας εἰς ὄγκον αἰρομένους ὑπὲρ
12. τὸ κατὰ φύσιν ἑκάστω, τὸν δὲ ἕτερον, ἐν ᾧ πρὸς τούτῳ
13. τείνεσθαι συμβαίνει, μηδ’ ἑτέρου τούτων ὁρωμένου ἐν τῷ
14. πρὸς τὴν δύναμιν πλήθει. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ
15. ταῦτα.

Cliquer un n° de page pour en afficher l’image