Galenus. De plenitudine (De plen.) [n° 053 Fichtner] [GalLat]

Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).

De plenitudine, 2, ed. Kühn, 1824, vol. 7, p. 517-522. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:2

7. Καὶ τοίνυν καὶ ἡμῖν ὁ μὲν πρὸς τοὺς ἐμπειρικούς
8. τε καὶ μεθοδικοὺς ἀναβεβλήσθω λόγος, ἐπὶ δὲ τοὺς
9. ἑτέρους ἴωμεν, ὅσοι σὺν λογισμῷ φασι τὴν τέχνην μεταχειρίζεσθαι.
10. καίτοι γε ἔνιοι τῶν νῦν εἰς τοσοῦτον ἥκουσι τόλμης,
11. ὡς ἐπιγράφεσθαι μὲν ἑαυτοῖς αἱρέσεως ὀνόματα, γινώσκειν
12. δὲ οὐδὲν οὐδὲ ἐκείνων (ἐστὶν) αὐτῶν. ἀκοῦσαι γοῦν
13. ἔστι πολλάκις πολλῶν ἐπὶ μὲν τῶν ἀῤῥώστων λεγόντων, ὡς
14. μεστὸς ὁ ἄνθρωπός ἐστι καὶ φλεβοτομητέον αὐτόν· αὖθις
15. δ’ ἐμπεσόντος λόγου, μεθοδικοὺς ἢ ἐμπειρικοὺς ὀνομαζόντων
16. ἑαυτούς. ἀλλ’ ὅπερ ἔλεγον, ἐπὶ τοὺς ἀναλογισμῷ χρωμένους
17. ἐλθόντες, τοῖς ἐξ αὐτῶν πρώτοις διαλεχθῶμεν, ὅσοι πρὸς
18. τὴν δύναμιν ἀεὶ ἐννοοῦσι τὸ πολύ. κινδυνεύουσι γὰρ οὗτοι 
1. μήτ’ ἀσκοὺς ἑωρακέναι, μήτε θυλάκους ἀμέτρως πεπληρωμένους,
2. ἀλλὰ μηδὲ σιτίου ποτὲ προσενηνέχθαι πλείω τοῦ δέοντος,
3. ὡς διατείνειν τὴν γαστέρα, μηδ’ οὖρον ἠθροικέναι ποτὲ
4. ἐν τῇ κύστει περαιτέρω τοῦ προσήκοντος, ἢ κόπρον ἐν ἀπευθυσμένῳ·
5. διατείνεται γὰρ ἐναργῶς ἐν πάσαις ταῖς τοιαύταις
6. περιστάσεσιν ἕκαστον τῶν εἰρημένων ὀργάνων, ὡς ἀνιᾶσθαι
7. τὸν ἄνθρωπον, ἢν μὴ θᾶττον ἐκκρίνῃ τὸ πλεονάζον. οὐ μὴν
8. οὐδ’ ἡ αὐτή γε αἴσθησις γίνεται τοῦ βαρύνοντος ἢ δάκνοντος,
9. ἢ ἀῤῥήτῳ τινὶ ποιότητι λυποῦντος. ἀκοῦσαι γοῦν ἔστι καὶ
10. τῶν ἰδιωτῶν αὐτὸ τὸ συμβαῖνον αὐτοῖς ἐναργῶς ἑρμηνευόντων,
11. ἄνευ τῆς περὶ τὸ δόγμα φιλονεικίας, ἐνίοτε μὲν ὡς ὑπὸ
12. τροφῆς βαρυνομένων καὶ θλιβομένων, καίτοι γε ἐλάχιστα
13. προσενηνεγμένων· ἐνίοτε δ’ ὡς δάκνοιντό τε καὶ διαβιβρώσκοιντο·
14. πολλάκις δ’ οὐκ ἔχοντες ἀκριβῶς ἑρμηνεῦσαι τὸ συμβαῖνον,
15. ἀσᾶσθαί φασιν. οὐδεμία γὰρ τῶν αἰσθήσεων τούτων
16. ἡ αὐτὴ πρὸς τοῖς ἀνθρώποις γίγνεται, διὰ πλῆθος ἄμετρον
17. ἐδεσμάτων ἐπὶ πλεῖστον ἐκτεταμένης τε καὶ διατεταμένης
18. τῆς γαστρός. ἐπὶ μὲν οὖν τῶν τοιούτων καταστάσεων κινδυνεύειν
1. ῥαγῆναί φασιν αὐτῶν τὴν κοιλίαν, σὺν τῷ καὶ ἡμᾶς
2. ὁρᾷν ἐπὶ πλεῖστον αὐτὴν τεταμένην· ἔνθα δὲ βαρύνεσθαι
3. λέγουσι, προσεσταλμένην ὁρῶμεν ἐνίοτε τὴν γαστέρα.
4. οὕτω δὲ κᾀπὶ τῆς κύστεως ἄλλη μὲν διάθεσίς ἐστι πλεῖστον
5. ὑγρὸν περιεχούσης, ἄλλη δὲ ὀλίγον, ἢ βαρυνομένης. καὶ τοίνυν
6. καὶ τὴν ἔκκρισιν ἐπὶ μὲν τῆς διὰ τὸ πεπληρῶσθαι τεινομένης
7. παμπόλλην ἔστιν ἰδεῖν, ἐπὶ δὲ τῆς βαρυνομένης
8. ὀλιγίστην μὲν, ἀλλὰ πυκνοτάτην· οὐ γὰρ ἀναμένει
9. τὸν τῆς πληρώσεως χρόνον, ἀλλὰ εὐθὺς ἀποῤῥῖψαι
10. ποθεῖ τὸ λυποῦν, ὥσπερ κᾀπειδὰν ὑπὸ τῆς ποιότητος
11. αὐτοῦ δάκνηται. καὶ γὰρ τότε συνεχῆ ποιεῖται τὴν ἔκκρισιν.
12. καὶ γὰρ οὖν καὶ ὁπότε βαρύνεται καθάπερ ὑπὸ φορτίου
13. τοῦ περιεχομένου, τότε οὐκ ἄν τις ὀρθῶς φαίη φαύλως μὲν
14. διακεῖσθαι, εἶναι δὲ αὐτῇ τὸ βαρῦνον πολὺ, κᾂν μηδ’ ὅλως
15. διατείνει τὸν χιτῶνα. ταῦτα πάντως δ’ εἴ τί φασιν οἱ ταύτης
16. τῆς δόξης ἡγεμόνες, ἀρνουμένων τῶν τἀναντία γιγνωσκόντων,
17. αὖθις ἐρωτητέον ἀμφοτέρους, εἰ τὴν αὐτὴν ἀνίαν ἡ
18. κύστις ἀνιᾶται διατεινομένη πανταχόσε καὶ κινδυνεύουσα
1. ῥαγῆναι, τῷ μηκέτι στέγειν τὸ περιεχόμενον, καὶ βαρυνομένη
2. τε καὶ δακνομένη. ἐνταῦθα γὰρ πάλιν οἱ μὲν πρὸς τὰς εὐρυχωρίας
3. τῶν ἀγγείων ἀεὶ τὸ πλῆθος νοοῦντες ἑτοίμως συγχωροῦσιν·
4. οἱ δ’ ὡς πρὸς τὴν δύναμιν, ἄχθονταί τε πρὸς τοῖς
5. τοιούτοις ἐρωτήμασιν, ὀργίζονταί τε πολυειδῶς ἀντιτείνοντες
6. ἄνω καὶ κάτω, διὰ τὸ μὴ βούλεσθαι συγχωρῆσαι καὶ τοῦτ’
7. εἶναι πλῆθος. ἡμεῖς οὖν ἀμφοτέρους τε εὐξάμενοι παύσασθαι
8. τῆς φιλονεικίας, εἰς ὁμόνοιαν παρεκαλέσαμεν τοὺς ὅσοι μὲν
9. οὐχ ἡγοῦνται λέγεσθαι τὸ πλῆθος οὐδέποτε πρὸς τὴν χώραν
10. τοῦ περιέχοντος, οἷς δὴ καὶ πρώτοις ὑπηρξάμεθα διαλέγεσθαι,
11. συγχωρῆσαι τοῖς ἀληθέσι παρακαλοῦντες, ἀναμνησθέντας τοῦ
12. ἐν τῷ διατείνεσθαι τὰ πεπληρωμένα μόρια λυπεῖσθαι· ὅσοι δὲ
13. οὕτω μόνον συνίστασθαι πλῆθος νομίζουσι, συγχωρῆσαι τὸ
14. βαρῦνον εἶναι τῷ βαρυνομένῳ πολύ. πάλιν δὲ ἑκατέρους τοῖς
15. ἐναργῶς φαινομένοις δυσωποῦντες, ἀναμνήσωμεν ἰδίᾳ μὲν
16. τοὺς ὡς πρὸς τὴν δύναμιν μόνον νοεῖσθαι φάσκοντας τὸ πολὺ,
17. τοῦ περιτοναίον ῥαγέντος ἢ ἀνευρυνθέντες ὑπὸ πλήθους ἐδεσμάτων,
18. ὑποδείξωμέν τε κᾀπὶ τῶν ἐκτὸς ἀσκοὺς καὶ κύστεις
1. τοῦτο πάσχοντας, ἐνίοτε δὲ καὶ τοὺς πίθους αὐτοὺς, ὅταν
2. πνευματικὸν βίαιον ᾖ τὸ πλῆθος. ἐρωτήσωμεν δὲ περὶ τῶν
3. ἀναβηξάντων ἐκ πνεύμονος αἷμα καὶ διὰ ῥῆξιν ἀγγείου, χωρὶς
4. πληγῆς, ἢ καταπτώσεως, ἤ τινος ἑτέρας ἔξωθεν βίας τοιαύτης,
5. εἰ μηδὲ οὗτοι δοκοῦσιν αὐτοῖς ὑπὸ πλήθους παμπόλλου
6. διατείνοντος τὸ ἀγγεῖον οὕτω παθεῖν. ἰδίᾳ δ’ αὖ πάλιν
7. ἀναμνήσωμεν τοὺς ἑτέρους, ὡς οὐ ταὐτὸ δύναται βάρος βαστάζειν
8. εὐέκτης νεανίσκος καὶ παιδίον κομιδῇ μικρόν· ὃ γὰρ
9. ἂν, οἶμαι, βαρύτατον ᾖ τῷ παιδίῳ, κουφότατόν ἐστι τῷ
10. νεανίσκῳ· πότερον οὖν οὔτε φορτίον ὅλως ἐροῦμεν, ὃ μὴ
11. δύναταί τις βαστάζειν, οὐδὲ πολὺ τὸ οὕτως βαρῦνον; ἢ φορτίον
12. μὲν καὶ βαρὺ, πλῆθος δ’ ὀνομάζειν οὐ συγχωρήσομεν;
13. ἀλλ’ οὕτως μὲν οὐχ ὑπὲρ πράγματος, ἀλλ’ ὑπὲρ ὀνόματος ἡ
14. ἀμφισβήτησις ἔσται. κατὰ δὲ τὸν ἕτερον τρόπον οὐδ’ ἄνθρωπος
15. εἶναί σοι δόξειεν ὁ μηδ’ ὅλως φάσκων βαρύνεσθαι
16. μηδέποτε, μηδ’ ἂν εἴκοσι τάλαντα κατὰ τὸν ὦμον ἐπιθῇς
17. αὐτοῦ. πρὸς δὲ τοὺς ἑαυτοὺς ὑποθέντας δουλείῳ δόγματι
18. οὐδὲν ἱκανόν. ἐάσαντες οὖν ἤδη τούτους, μᾶλλον δ’, εἰ χρὴ
1. τἀληθὲς εἰπεῖν, ἀπαλλάττεσθαι παρακελεύσαντες, ὅστις ἂν
2. ἐλεύθερος ᾖ καὶ ἀληθείας ἑταῖρος, ἐκείνῳ διαλεξώμεθα.

Cliquer un n° de page pour en afficher l’image