Galenus. De plenitudine (De plen.) [n° 053 Fichtner] [GalLat]

Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).

De plenitudine, 3, ed. Kühn, 1824, vol. 7, p. 522-528. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:3

3. Δύο γὰρ ἐννοίας τε καὶ σχέσεις ὑπεθέμεθα
4. τοῦ πλήθους, τὴν μὲν ὡς πρὸς ἰσχὺν καὶ δύναμιν
5. τοῦ βαστάζοντος αὐτὸ, τὴν δὲ ὡς πρὸς τὴν ὑποδεχομένην
6. χώραν. καὶ ὑποθέμενοι δὲ ταῦτα, ὁπόσαι τέ εἰσιν ἅπασαι
7. τοῦ ζώου δυνάμεις, ὅπως τε τὸ καθ’ ἑκάστην αὐτῶν πλῆθος
8. ἢ γνωριοῦμεν, ἢ θεραπεύσομεν, ἐπισκεψώμεθα· πρὸς τούτοις
9. δ’ ἔτι πόσα τὰ σύμπαντά ἐστιν εἴδη τῶν ὑγρῶν αὐτῶν,
10. ἤτοι τῶν βαρυνόντων τὴν δύναμιν, ἢ μὴ στεγόντων ἐν τοῖς
11. ἀγγείοις. ἐν τούτοις γὰρ εἶναι χρὴ φιλόπονόν τε καὶ μέγαν
12. τὸν ἰατρὸν, οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἐναργῶν, ἃ πάσης
13. ἀποδείξεώς εἰσιν ἀρχαί. ἀλλ’ οὐδὲν ἴσως θαυμαστὸν ἀγνοεῖσθαι
14. καὶ αὐτὸ τοῦτο τοῖς μηδὲν ὑπὲρ ἀποδείξεως ἐξητακόσι,
15. μήτε εὑροῦσι, μήτε μαθοῦσι, μήτε ἀσκήσασιν. οὕτω γοῦν
16. εὐήθεις εἰσὶν, ὥστε καὶ νῦν ὁμιλῶν τις τοῖσδε τοῖς γράμμασιν
17. ἐλπίζει πρῶτον μὲν ἀποδεῖξαί με κατὰ τόνδε τὸν λόγον
18. ἃ χρὴ πάντως ἐπίστασθαι τὸν μέλλοντά τι περὶ πλήθους 
1. ἀκριβῶς ἐπισκέψασθαι· δεύτερον δὲ διάγνωσίν τε καὶ θεραπείαν
2. ἑκάστου πλήθους εὑρεῖν· μὴ γινώσκων, ὡς εἴπερ οὕτω
3. μεγάλα πράγματα δι’ ἑνὸς γράμματος ἀποδείκνυσθαι φύσεως
4. εἶχεν, οὐκ ἂν ἦν ἡ τέχνη μακρά. ἐγὼ δὲ, ὅτι μὲν ἑτέρα τίς
5. ἐστιν ἡ κατὰ τὰς ἀρτηρίας δύναμις τῆς κατὰ τὰ νεῦρά τε καὶ
6. φλέβας, ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
7. ἀπέδειξα. διὰ δὲ τῆς αὐτῆς πραγματείας ἐδίδαξα καὶ ὅτι
8. τῆς μὲν τῶν ἀρτηριῶν δυνάμεως οἷον πηγή τίς ἐστιν ἡ καρδία,
9. τῆς δὲ τῶν νεύρων ὁ ἐγκέφαλος, τῆς δὲ τῶν φλεβῶν τὸ ἧπαρ.
10. ἐν δὲ τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἀπέδειξα, τὴν
11. ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δι’ ὅλης αὐτῆς ἀλλοιοῦσθαι,
12. κατὰ τὰς τέτταρας ποιότητας, ὑγρότητα καὶ ξηρότητα,
13. θερμότητά τε καὶ ψυχρότητα, καὶ εἶναι τὴν ἑκάστου
14. τῶν σωμάτων ἴδιον οὐσίαν ἐν τῇ ποιᾷ τούτων κράσει, καὶ
15. διὰ τοῦτο καὶ τῶν διοικουσῶν αὐτὰ δυνάμεων ἡ τῆς κράσεως
16. ἰδιότης ἐστὶν οὐσία. δέδεικται δέ μοι καὶ ἐν τῷ περὶ φυσεκῶν
17. δυνάμεων, ἰδίᾳ δὲ διά τινος ἑτέρας πραγματείας. εἴρηται
18. δὲ καὶ διαγνωστικὰ σημεῖα πολλάκις ἐν πολλαῖς ἤδη
1. πραγματείαις, ἑκατέρου τε τοῦ κατὰ τὸ πλῆθος γένους, ἑκάστου
2. δὲ τῶν καθ’ ἑκάτερον ἰδίᾳ. ἑκατέρου μὲν οὖν λέγω, τοῦ
3. τε πρὸς τὴν δύναμιν καὶ τοῦ κατὰ τὸ ἔγχυμα· καλοῦσι γὰρ
4. οὕτω τὸ ἕτερον γένος τοῦ πλήθους, ὃ τῇ περιεχούσῃ χώρᾳ
5. μετρεῖται, συνιστάμενον οὐκ ἐν τοῖς ζώοις μόνον, ἀλλὰ καὶ
6. ἐν τοῖς ἀψύχοις οὐδὲν ἧττον, ὑφάσμασί τε καὶ πλοκάμοις,
7. καὶ δέρμασι, καὶ ἀγγείοις κεραμέοις τε καὶ χαλκέοις καὶ σιδηροῖς,
8. ὅσα τ’ ἐκ χαλκοῦ καὶ ἀργύρου καὶ κασσιτέρου γίγνεται.
9. καὶ γὰρ καὶ ταῦτα ῥήγνυται, κατακλεισθείσης ἐν αὐτοῖς
10. πνευματώδους οὐσίας πολλῆς, εἰ μὴ ἄρα τις ἐθέλοι καὶ τὸ
11. τοιοῦτον πλῆθος ὡς πρὸς τὴν συνεκτικὴν συνίστασθαι δύναμιν,
12. ἐπιλαθόμενος ἧς κατ’ ἀρχὰς ἐννοίας ἐμνημονεύσαμεν ἐπὶ
13. τῷ τῆς δυνάμεως ὀνόματι, φάσκοντες αὐτὴν αἰτίαν εἶναι δραστικὴν,
14. ὡς οὐδὲν διαφέρον εἰπεῖν ἤτοι δραστικὴν, ἢ ποιητικήν.
15. οὐδ’ εἴ τις οὐσίαν ἐθέλοι λέγειν οὐκ αἰτίαν εἶναι
16. ποιητικὴν τὴν δύναμιν, ἀντιλέγομεν, ἀλλ’ ἐκεῖνο μόνον
17. ἐν τῷ λόγῳ φυλάττεσθαι βουλόμεθα τὸ δραστικήν τε καὶ
18. ποιητικὴν λέγεσθαι, μὴ παθητικήν τε καὶ ὑλικὴν ἤτοι γε
1. αἰτίαν ἢ οὐσίαν εἶναι τὴν δύναμιν. εἰ γὰρ δὴ τοῦτό γε φυλάττοιτο,
2. πρόδηλον, ὡς ἐνεργείας τινὸς ἡ δύναμις αἰτία γενήσεται·
3. τὴν δ’ ἐνέργειαν ἀνάγκη δήπου καὶ αὐτὴν εἶναι
4. κίνησιν ἐκ τοῦ ποιοῦντος εἰς τὸ πάσχον, ὥσπέρ γε καὶ τὸ πάθος
5. τὴν ἐν τῷ πάσχοντι κίνησιν ἐκ τοῦ ποιοῦντος· (εἰς τὸ
6. πάσχον) ὥσθ’ ἣ γε νόησις ἐν τῷ πρὸς τὶ τῆς δυνάμεως, ἣ θ’
7. ὕπαρξις ἐν τῇ πρὸς ἕτερον σχέσει. ποιεῖν δ’ εἰς ἑαυτὸ λέγειν
8. ὁτιοῦν, ἢ ἐνεργεῖν εἰς ἑαυτὸ, παρὰ τὴν ἔννοιάν ἐστιν· οὕτως
9. οὖν καὶ συνέχειν ἑαυτό. καὶ γὰρ οἱ μάλιστα εἰσηγησάμενοι
10. τὴν συνεκτικὴν δύναμιν, ὡς οἱ Στωϊκοὶ, τὸ μὲν συνέχον
11. ἕτερον ποιοῦσι, τὸ συνεχόμενον δὲ ἄλλο· τὴν μὲν γὰρ πνευματικὴν
12. οὐσίαν τὸ συνέχον, τὴν δὲ ὑλικὴν τὸ συνεχόμενον,
13. ὅθεν ἀέρα μὲν καὶ πῦρ συνέχειν φασὶ, γῆν δὲ καὶ ὕδωρ συνέχεσθαι.
14. καίτοι γε ἔνιοι τῶν νῦν Ἡροφιλείους ἑαυτοὺς ὀνομαζόντων,
15. οὐδ’ ὄναρ ἀκηκοότες ταῦτα, τολμηρῶς ἀποφαίνονται
16. (τε) περὶ τῆς συνεκτικῆς δυνάμεως· εἰ μὲν ἀὴρ, ἢ πῦρ,
17. ἢ τὸ συναμφότερόν ἐστι τὸ συνέχον τοὺς λίθους τε καὶ τὰ
18. ξύλα, καὶ τἄλλα ὅσα τοιαῦτα, μὴ γινώσκειν ὁμολογοῦντες·
1. ἀποφαινόμενοι δὲ ἁπλῶς, ὅτι δύναμίς τίς ἐστιν ἡ συνέχουσα
2. τὰ τοιαῦτα πάντα, διαλυθῆναι γὰρ ἂν καὶ διαῤῥυῆναι, μηδενὸς
3. αὐτὰ συνάγοντός τε καὶ σφίγγοντος· εἶτ’ ἐρωτηθέντες εἰ
4. καὶ τοιούτῳ τινὶ τολμῶσιν ἀξιώματι χρήσασθαι κατὰ τὸν λόγον,
5. ὡς ἅπαντα τὰ ὄντα δεῖται τοῦ συνέχοντος, ἢ μὴ, παραχρῆμα
6. μὲν ἑτοίμως ἀποφαίνονταί τε καὶ καταφάσκουσι τὴν
7. ἐρώτησιν· ἀπαχθέντες δ’ ἐντεῦθεν ἐπ’ ἄτοπον, ἀνατίθενται
8. εἰς τὰ εἰρημένα, καὶ ἀγανακτοῦσι τοῖς ἐρωτῶσιν ὡς περιέργοις
9. τε καὶ σοφισταῖς. ἤσκηται γὰρ εἴ πέρ τι ἄλλο καὶ τοῦτο τοῖς
10. νῦν ἰατροῖς, ἀποφαίνεσθαι μὲν ὑπὲρ τῶν μεγίστων δογμάτων
11. ἑτοίμως, ἐξελεγχομένοις δὲ ἄχθεσθαί τε καὶ τοὺς ἐλέγχοντας
12. ἀποκαλεῖν σοφιστάς. ὅπως τοίνυν ἀναγκαῖόν ἐστιν εἰς ἄτοπόν
13. τι λόγον ἀχθῆναι, θεμένων ἡμῶν ἅπαν τὸ ὂν δεῖσθαι
14. συνεκτικῆς αἰτίας, ἤδη σοι δίειμι τὴν συνεκτικὴν αἰτίαν, ἥτις
15. ποτ’ ἐστὶν, οὐ γὰρ ὁμολογοῦσιν αὐτὴν οἱ Ἡροφίλειοι γιγνώσκειν,
16. ἆρά γε ἐκ τῶν ὄντων τὶ καὶ αὐτοὶ ὑπολαμβάνουσιν ἢ
17. τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ τῶν οὐκ ὄντων τὶ, θαυμάζω τὴν
1. σοφίαν τῶν ἀνδρῶν, εἰ καὶ τῶν ὄντων ἕκαστον δεῖσθαί φασι
2. τῶν οὐκ ὄντων τινός· εἰ δὲ τῶν ὄντων τίθενται τὴν συνεκτικὴν
3. αἰτίαν, ἀναμνησθήτωσαν, ὡς ἅπαν τὸ ὂν ἔφασαν αἰτίας δεῖσθαι
4. συνεκτικῆς εἰς τὸ εἶναι. συμβήσεται γὰρ οὕτως καὶ αὐτὴν
5. τὴν αἰτίαν αἰτίας ἑτέρας, ἵνα ὑπάρχῃ, δεηθῆναι, κᾀκείνην
6. αὖθις ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τῶν ὄντων
7. τὰ μὲν ἑτέρου τινὸς αἰτίου δεῖσθαι πρὸς τὸ εἶναι, τὰ δὲ ἐξ
8. αὐτῶν ἔχειν τὸ εἶναι φήσουσι, πρῶτον μὲν ἴστωσαν οὐκέτι
9. διαφυλάττοντες τὸ ἐξ ἀρχῆς ἀξίωμα, ὃ παντὸς μᾶλλον ἀληθὲς
10. ἔλεγον, ὡς ἅπαν τὸ ὂν αἰτίας δεῖται συνεκτικῆς εἰς τὸ εἶναι·
11. δεύτερον δὲ, μακροτάτου χρῄζοντες λόγου, διὰ τί τὰ μὲν δεῖται,
12. τὰ δὲ οὐ δεῖται, ἢ καὶ ὁποῖα ἐκ τούτων ἐστὶν αὐτῶν ἑκάτερα.
13. οὐδὲ γὰρ οὐδ’ οἱ πολλοὶ τῶν Ἡροφιλείων, οὐδ’ οἱ νεώτεροι
14. Στωϊκοὶ λέγουσί τινα ἀπόδειξιν τοῦ τὸ μὲν πνεῦμα καὶ τὸ
15. πῦρ συνέχειν ἑαυτό τε καὶ τὰ ἄλλα, τὸ δὲ ὕδωρ καὶ τὴν
16. γῆν ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. ὅσον μὲν γὰρ
17. ἐπὶ τῇ προχείρῳ φαντασίᾳ, τὸ μὲν σκληρὸν καὶ ἀντίτυπον
18. καὶ πυκνὸν ἑαυτὸ συνέχειν λέγοιτο, τὸ δ’ ἀραιόν τε 
1. καὶ μαλακὸν καὶ ὑπεῖκον ἑτέρου δεῖσθαι τοῦ συνέξοντος.
2. οὐ μόνον δὲ οὐδεμίαν ἀπόδειξιν εἰπόντες οἱ ἄνδρες ἀξιοῦσι
3. πιστεύεσθαι τὴν ὑπόθεσιν αὐτῶν, ἀλλὰ καὶ πρὸς ἑαυτὴν
4. ὑποτιθέμενοι μαχομένην οὐκ ἔτι αἰσθάνονται. τὰ γὰρ ἁπάντων
5. λεπτομερέστερα καὶ μαλακώτερα καὶ εἰκτικώτερα, τὸ πῦρ
6. καὶ ἀέρα, ταῦτ’ αἴτια τῇ γῇ τῆς σκληρότητός τε καὶ ἀντιτυπίας
7. εἶναί φασιν, ὡς ἐνδεχόμενον ἕτερον ἑτέρῳ τινὶ μεταδοῦναι
8. δυνάμεως, ἢ φύσεως, ἢ ἐνεργείας, ἢ ποιότητος, ἧς οὐ
9. μετείληφεν αὐτό. καὶ γὰρ αὖ καὶ φαίνεται σαφῶς οὐ μόνον
10. οὐδὲν ὑπὸ τοῦ πυρὸς συνεχόμενον, ἀλλὰ καὶ διαλυόμενα
11. πάντα. πρὸς μὲν δὴ τὴν τῶν Στωϊκῶν ὑπόθεσιν ἑτέρωθι
12. λέλεκται διὰ πλειόνων· ἐπὶ δὲ τοὺς Ἡροφιλείους ἐπάνειμι,
13. καὶ πρὸς τούτους ἀρκέσει μοι κατά γε τὸ παρὸν εἰπεῖν, ὡς
14. προστάτης αὐτῶν ἐναντιώτατα πέπονθεν, ἀπορῶν μὲν ἐν
15. παμπόλλοις ἀποδείξεις προχείρους ἔχουσιν, ἀποφαινόμενος
16. δὲ ἐν ἄλλοις, ὧν αἵ τ’ ἀποδείξεις ἀδύνατοι ἥ θ’ ὑπόθεσις
17. ψευδής.

Cliquer un n° de page pour en afficher l’image