1. Ἀπολιπόντες οὖν καὶ τούτους αὖθις λέγωμεν,
2. ὡς τὸ μὲν διατείνεσθαι καὶ ῥήγνυσθαι διὰ πλῆθος
3. αὐτῶν τῶν περιεχόντων ἀγγείων ἐστὶ πάθος, οὐ δυνάμεώς
4. τινος· τὸ δὲ βαρύνεσθαι δυνάμεως αἰσθητικῆς· οὐ γὰρ δὴ
5. ἁπλῶς γε ταύτης πάσης οὐδὲ τοῦτο, τῆς γέ τοι φυσικῆς δυνάμεως
6. οὐκ ἔστι πάθος τὸ βαρύνεσθαι. εἴπερ οὖν ὀρθῶς ἀπεδείξαμεν
7. ἐν τῇ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ, τὴν μέν
8. τινα τῶν οἰκείων ἑλκτικὴν εἶναι δύναμιν, ἑτέραν δὲ αὐτῶν
9. τούτων ἀλλοιωτικὴν, ἄλλην δὲ καθεκτικὴν εἶναι δύναμιν, καὶ τετάρτην
10. ἀποκριτικὴν τῶν ἀλλοτρίων, ἕτερ’ ἄττα χρὴ ζητεῖν γνωρίσματα
11. τοῦ πρὸς ἑκάστην τῶν εἰρημένων δυνάμεων πλήθους,
12. ὡς οὐχ ἱκανοῦ τοῦ βάρους ὑπάρχοντος. οὐ γὰρ ὥσπερ ἡ
13. ἄῤῥωστος γαστὴρ αἰσθάνεται τῶν βαρυνόντων αὐτὴν, διὰ τὸ
14. περιττὸν τῆς αἰσθήσεως, οὕτω καὶ ἡ φλὲψ καὶ ἡ ἀρτηρία
15. τὴν αὐτὴν αἴσθησιν ἔχουσιν, ἀλλ’ ἑτέραν. εἴπερ ἄρα γένος
16. οὐ ταὐτὸν κατὰ τὰ νεῦρα, μακροτέρου λόγου δεόμενον εἰς
17. δήλωσίν τε καὶ πίστιν. τοῦ μὲν οὖν κατὰ τὰς ἀρτηρίας πλήθους,
18. ὡς πρὸς τὴν δύναμιν αὐτῶν, ἐπιστημονικὰ γνωρίσματα
1. διὰ τῆς περὶ τῶν σφυγμῶν εἴρηται πραγματείας, ἴσασι δὲ
2. οὐδὲ τούτων οὐδὲν οἱ ῥᾳδίως ὀνομάζοντες ὁσημέραι πλῆθος·
3. οὐ μὴν τοῦ γε πρὸς τὰς φλέβας αὐτὸς ἐξεῦρον ἐπιστημονικόν
4. τι σημεῖον, ἢ παρ’ ἑτέρῳ γεγραμμένον εὑρεῖν ἠδυνήθην, ὅπου
5. γε τὴν ἀρχὴν οὐδὲ διωρίσατό τις ἡμῶν πρότερος οὐδ’ αὐτὰς
6. τὰς δυνάμεις ἐπιστημονικῶς. ἐπ’ ὀλίγον μὲν γὰρ ἥψαντο τῆς
7. θεωρίας αὐτῶν οἱ περὶ Φίλιππόν τε καὶ Ἀρχιγένην, τελέως
8. δὲ οὐδὲ τούτων οὐδεὶς ἐξειργάσατο. ζητεῖ δὲ ὁ λόγος ὁ νῦν
9. ἐνεστηκὼς οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὸ καθ’ ἕκαστον μόριον
10. πλῆθος, οἷον τὸ καθ’ ἧπαρ, ἢ καρδίαν, ἢ νεφροὺς, ἢ κῶλον,
11. ἢ ἐγκέφαλον, ἢ ὀστοῦν. ὅσα μὲν οὖν αὐτῶν
12. ἤτοι δυσαίσθητά ἐστιν ἢ ἀναίσθητα, ταῦτα μὲν οὐκ ἂν ὡσαύτως
13. αἰσθητὰ γαστρὶ καὶ κύστει τῶν ἐν αὐτοῖς περιττῶν, ἀλλὰ
14. τὰ μὲν οὐδ’ ὅλως, τὰ δὲ ἤτοι παντάπασιν ἀμυδρῶς, ἢ οὐδ’
15. ὅλως· παντάπασι μὲν ἀμυδρῶς, ὡς ἐπὶ παμπόλλῳ πλήθει,
16. οὐδ’ ὅλως δ’, ὡς ἐπ’ ὀλίγῳ. καὶ γὰρ καὶ πνεύμονι καὶ ἥπατι
17. καὶ νεφροῖς ἐγγίνεται βάρους αἴσθησις ἐνίοτε, καί τις ὀστοῦν
18. ᾔσθετο βαρυνόμενος, ἀμυδρᾷ καὶ αὐτὸς αἰσθήσει· κατὰ τὸν
1. ἐγκέφαλον δὲ βάρη διασημαίνει πολλάκις οὐκ ἀμυδρὰ μόνον,
2. ἀλλ’ ἔστιν ἐνίοτε καὶ πάνυ σαφῆ. τοῖς δὲ ἀναισθήτοις μορίοις
3. οὐκ ἐνδέχεται γίγνεσθαί τινα αἴσθησιν οὔτε βάρους
4. οὔτ’ ἄλλου συμπτώματος οὐδενός· ἀναίσθητα δ’ ἔοικεν ὑπάρχειν
5. ἔνια τῶν ὀστῶν, καὶ ἡ πιμελὴ, καί τινες τῶν ἀδένων,
6. εἰ μὴ ἄρα καὶ οἱ μυελοὶ πάντες ἐκ τῶν ἀναισθήτων εἰσίν·
7. ἐγκέφαλος γοῦν καὶ νωτιαῖος, ὡς ἔνιοί φασιν, ἐκ τῶν αἰσθητικῶν
8. εἰσι. βεβαίως δ’ ἄν τις ἀποφαίνοιτο κατὰ τῆς περὶ τὰ
9. κυρτὰ τοῦ ἥπατος σαρκὸς, ἣν οἱ πολλοὶ τῶν ἰατρῶν παρέγχυμα
10. προσαγορεύουσιν· οὐδὲ γὰρ ὅλως εἰς αὐτὴν οὐδαμόθεν
11. ἐμφύεται νεῦρον· ἀπορήσειε δ’ ἄν τις καὶ περὶ τῆς
12. ἐν τοῖς σιμοῖς. οὕτω γάρ ἐστι βραχέα τὰ κατὰ τὰς πύλας ἐμφυόμενα
13. τῷ ἥπατι, ὥστε φαίνεσθαι τὸν ὑμένα μόνον αὐτοῦ
14. διαπλέκοντα. καὶ μὴν καὶ κατὰ σπλῆνα καὶ νεφροὺς ὡσαύτως
15. ἀπορήσειεν ἄν τις, ἔτι τε μᾶλλον ἐν πνεύμονι, καὶ τάχα
16. ἄν τις ἐν τούτοις τοῖς σπλάγχνοις ᾖ τοῦ βάρους αἴσθησις, οὐκ
17. αὐτῶν τῶν σπλάγχνων, ἀλλὰ τῶν περιεχόντων αὐτὰ χιτώνων
18. καὶ ὑμένων εἶναι λεχθείη, καὶ μάλιστα ἐπὶ πνεύμονός τε καὶ
1. ἥπατος, ἐξηρτημένων τε καὶ κρεμαμένων, καὶ οὐχ ἑδραίως
2. ἐστηριγμένων. ἐναργῶς γὰρ οἱ κάμνοντες αἰσθάνονται πολλάκις
3. ἄνω πρὸς τῇ κλειδὶ τάσεώς τινος, ὡς ἐπὶ τοῖς κατὰ τὸ
4. ἧπαρ ὄγκοις, αὐτοῦ τε τοῦ σπλάγχνου βαρέος· ὡς εὐτυχὴς
5. δέ τις, ὃς οὐκ ᾔσθετο καθ’ ὅλον ἑαυτοῦ τὸν βίον, οὕτω
6. συνεχῶς ἅπασι γιγνομένου. λέγει δέ που καὶ Ἱπποκράτης,
7. ἐς νεφρὸν ὀδύνη βαρείη, ὥσπέρ γε καὶ κατὰ πνεύμονα γίγνεται
8. βάρος· εἴρηται δὲ σχεδὸν ἅπασι τοῖς ἰατροῖς, ὅταν ἁλῷ
9. φλεγμονῇ τὸ σπλάγχνον. ἀλλ’ οὐδὲν τούτων ἐζητηκότες οἱ
10. πλεῖστοι τῶν ἰατρῶν, ἔνιοι δὲ οὐδ’ ὅτι δύναται μὲν ποτὲ
11. καθ’ ὅλον τὸ ζῶον εἶναι τὸ πλῆθος, ἐγχωρεῖ δὲ καὶ περὶ ἔν
12. ὁτιοῦν μόριον ἢ καὶ πλείω, προπετῶς ἀποφαίνονται περὶ
13. πλήθους. ἀλλ’ εἰ βούλει κατὰ τὸ παρὸν ἐάσαντες ἁπάσας
14. ταύτας τὰς ἀπορίας, ἐν τοῖς εὐπορωτέροις γυμνασθῶμεν.
⟨
(De plen.) [n° 053 Fichtner] [GalLat]
De plenitudine
Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).
De plenitudine, 4, ed. Kühn, 1824, vol. 7, p. 529-532. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩