Galenus. De plenitudine (De plen.) [n° 053 Fichtner] [GalLat]

Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).

De plenitudine, 5, ed. Kühn, 1824, vol. 7, p. 532-537. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:5

15. Εὐπορώτερον δ’ εἶναί μοι δοκεῖ, πάλιν ἀπὸ
16. βάρους ἄρξασθαι· φαίνεται γὰρ τοῦτο τοῦ πρὸς τὴν αἰσθητικὴν
17. δύναμιν πλήθους ἐναργέστατον εἶναι γνώρισμα. πότερον 
1. οὖν ἀληθές ἐστιν ἀποφαίνεσθαι τῷ πλήθει βάρος ἀκολουθεῖν
2. ἔξ ἀνάγκης, ἢ τὸ βάρος ἀνάγκῃ προηγεῖσθαι πλήθους;
3. οὐ γὰρ δή γε ταὐτόν ἐστιν, ἢ ἀκολουθεῖν ἐν τῷ λόγῳ
4. τὸ βάρος, ἢ προηγεῖσθαι. ἀληθὲς μὲν γὰρ, ὅτῳ πλῆθος
5. ὑγρῶν τινῶν ἐστιν ἐν τῷ σώματι, τούτῳ βάρους αἴσθησιν
6. ὑπάρχειν, ἐν ἐκείνοις τοῖς μέρεσι δηλονότι, ἐν οἷσπερ ἂν ᾖ
7. τὸ πλῆθος, αἰσθητικοῖς ὑπάρχουσιν· οὐκ ἀληθὲς δὲ τὸ, βάρους
8. ὄντος ἔν τινι μέρει, πλῆθος ὑπάρχειν ἐν ἐκείνῳ χυμῶν.
9. ἐγχωρεῖ γὰρ, ὑπὸ τῶν στερεῶν μορίων βαρύνεσθαι τὴν
10. δύναμιν ἀῤῥωστοῦσαν, ὡς ἐν ταῖς παραλύσεσιν. ὑπὸ γὰρ
11. (τῆς) τῶν μυῶν (ἐν) ὅλου κώλου κινουμένου, τῶν μυῶν ἀῤῥώστων
12. γινομένων κινεῖν καὶ μεταφέρειν αὐτὸ, βάρους αἴσθησις
13. γίγνεται τοῖς παραλυομένοις. οὐ γὰρ ἑαυτῷ βαρὺ φαίνεται
14. τὸ ἀῤῥωστοῦν, οἷον ὁ μῦς, ἢ τὸ νεῦρον, ἢ ὅλως ὅ τι
15. περ ἂν ᾖ σῶμα τὸ πρώτως κινοῦν τὰ μόρια, ἀλλὰ τοῦτο τὸ
16. πάθημα τὸ λεγόμενον βάρος ἐξ ἑτέρου τε πέφυκεν ἑτέροις
17. ἐγγίνεσθαι, αὐτό τε καθ’ ἑαυτὸ τὸ νεῦρον, ἢ ὁ τένων, ἢ
18. ὁ μῦς, ἢ ὅ τι περ ἂν ᾖ τὸ κινοῦν ἡμᾶς, ἀτονώτερον μὲν αὐτοῦ
1. γίγνεσθαι καὶ ἀσθενέστερον ἐγχωρεῖ, βαρύνειν δὲ ἑαυτὸ, τῶν
2. ἀδυνάτων ἐστίν. εὐτονώτερον μὲν οὖν γιγνόμενον, ἰσχυροτέρας
3. τὰς ἐνεργείας ποιήσεται τῶν ἔμπροσθεν· ἀτονώτερον δὲ
4. ἀσθενεστέρας. οἷον ὁ μῦς, εἴπέρ γε οὗτός ἐστιν ὁ κινῶν τὸ
5. σκέλος, ὑγιαίνων μὲν ἐπισπάσεται σφοδρῶς ἐκεῖνο τοῦ κώλου
6. τὸ μέρος, εἰς ὃ καταπέφυκεν, εὐεκτῶν δὲ σφοδρότατα, καὶ
7. νοσῶν μὲν, ἀσθενῶς, ἔκλυτος δὲ τὴν δύναμιν ὑπάρχων,
8. ἀμυδρῶς. εἰ δὲ οὐχ ὁ μῦς ἐστιν, ἀλλὰ τὸ νεῦρόν γε τὸν μῦν
9. αὐτὸν κινοῦν, ἐκείνου πάλιν ὑγεία καὶ νόσος, εὐεξία τε καὶ
10. ἀῤῥωστία, ταῦτα ἐργάσεται περὶ τὸ κῶλον, ἅπερ ὁ μῦς ἐλέχθη
11. ποιεῖν. οὕτω δὲ εἰ καὶ τὸ πνεῦμα τὸ πρῶτόν ἐστι τῶν
12. κινούντων τὸ σκέλος, ἐπ’ ἐκείνου ταῦτα λεχθήσεται. φέρε
13. τοιγαροῦν ἕνεκα σαφηνείας κείσθω ταῦθ’ ἡμῖν, ὑπὸ μὲν τοῦ
14. πνεύματος τοῦ διὰ τῶν νεύρων φερομένου κινεῖσθαι τὸν μῦν,
15. ὑπὸ δὲ τοῦ μυὸς, πρώτην μὲν τὴν κνήμην, εἰς ἣν ὁ μῦς ἐμπέφυκεν,
16. εἶτα δι’ ἐκείνης τὴν κατὰ γόνυ διάρθρωσιν, ἐφ’ ἣν
17. τὸ σκέλος ὅλον ἐμπέφυκεν. ἀληθῶς γὰρ ἄν τις ἐπὶ ταύταις
18. ταῖς ὑποθέσεσι λέγοι καὶ τὸν μῦν αὐτὸν βάρος γίγνεσθαι τῷ
19. ἀῤῥώστῳ πνεύματι, καὶ σὺν αὐτῷ τὸ κῶλον ὅλον, οἷον εἰ
1. τύχοι τὴν κνήμην· εἰ δέ γε τὸ νεῦρον ὑποθώμεθα κινεῖσθαι
2. πρὸς τοῦ πνεύματος, ὑπὸ νεύρου δὲ τὸν μῦν, εἶτ’ αὖθις ὑπὸ
3. τοῦ μυὸς τὴν κνήμην, ὑπὸ πάντων τῶν εἰρημένων βαρυνθήσεται
4. τὸ πνεῦμα τὸ ἄῤῥωστον. ὥστ’ ἤδη μὲν κᾀνταῦθα δῆλον,
5. ὡς οὐχ οἷόν τε διαγνῶναι τὸ πρῶτον βαρῦνόν τε καὶ
6. βαρυνόμενον, ἄνευ τοῦ προεγνωκέναι τὸ πρῶτον κινοῦν ἕκαστον
7. τῶν ἐν ἡμῖν μορίων. ἀλλὰ καὶ τοῦτο μὲν αὖθις ἀκριβέστερον
8. ἐπισκεψόμεθα, ὑπὲρ οὗ δὲ ὁ λόγος ἦν περαινέσθω.
9. γενήσεται δὲ ἕνεκα σαφηνείας ἡ διέξοδος ἅπασα μεθ’ ὑποθέσεως.
10. ὑποκείσθω τοίνυν ὁ μῦς εἶναι τὸ πρῶτον κινοῦν ἑαυτόν
11. τε καὶ τὸ τῆς κνήμης ὀστοῦν. ἑαυτῷ μὲν οὖν οὐδὲ πώποτ’
12. ἐστὶ βαρὺς, οὐδ’ ὅταν ἀτονώτατος ὑπάρχῃ, βαρύνει δὲ
13. αὐτὸν ἡ κνήμη· πότερον δὲ κινεῖσθαι μόνον ἐφιέμενον, ἢ
14. κᾂν ἡσυχάζῃ, σκέψεως ἑτέρας οὐ μικρᾶς ᾖ, διωρισμένης ἡμῖν
15. ἐν τοῖς περὶ μυῶν κινήσεως, ἧς ἄνευ σκέψεως οὔτε διάθεσιν
16. οὔτε πεπονθότα τόπον ἀκριβῶς ἔστι διαγνῶναι κατὰ τὰς τοῦ
17. βάρους αἰσθήσεις, αὐτίκα γέ τοι τισὶ μὲν ἤτοι κῶλον ἕν ἢ καὶ
1. σύμπαν τὸ σῶμα βαρύνεται κινεῖσθαι προῃρημένοις, ἡσυχάζουσι
2. δὲ οὐδεμία βάρους αἴσθησις γίγνεται· τινὲς δὲ καὶ πρὸ
3. τοῦ κινεῖσθαι βαρύνεσθαί φασι. τίς οὖν ἑκατέρων τούτων
4. ἡ διάθεσις, ἀμήχανον γνῶναι, πρὶν ἐξευρεῖν τὰ κινοῦντά τε
5. καὶ κινούμενα σώματα καθ’ ὅλον τὸ σκέλος. εἰ μὲν γὰρ αἱ
6. τῶν νεύρων ἶνες αἱ κατὰ τὸν μῦν εἰσιν αἱ πρῶται κινούμεναι,
7. συγκινεῖται δὲ ταύταις ἐν αὐτῷ τό τε ὑμενῶδες γένος
8. καὶ τὸ φλεβῶδες καὶ τὸ ἀρτηριῶδες, ἔτι δ’ οἱ σύνδεσμοι,
9. βάρους μὲν αἴσθησις αὐτῷ γενήσεται καὶ διὰ ταῦτα καὶ δι’
10. ἄλλα πάντα τὰ καθ’ ὅλον τὸ κῶλον. ἐπισκεψόμεθα δὲ καὶ
11. διοριούμεθα, πότε μὲν ἐνεργοῦντος καὶ κινουμένου τοῦ κώλου
12. τὸ βάρος ἔσται, πότε δ’ ἡσυχάζοντος. εἰ δὲ καὶ τὸ τῶν συνδέσμων
13. ἐν αὐτῷ γένος ἅμα τῷ σαρκώδει κινεῖται,
14. ταῦτα γάρ ἐστιν ἡ οἰκεία τοῦ μυὸς οὐσία, δι’ οὐδὲν μὲν τούτων
15. οὐδέποτε γένοιτ’ ἂν ἡ τοῦ βάρους αἴσθησις· ἤτοι δὴ ἐκ
16. τῶν φλεβῶν, ἢ ἐκ τῶν ἀρτηριῶν, ἢ ἐκ τῆς πιμελῆς, ἢ ἐκ
17. τῶν ὀστῶν, ἢ ἔκ τινων, ἢ ἐκ πάντων γενήσεται. δῆλον δὲ
18. ὡς εἰ καὶ παραλίποιμέν ποτε κατὰ τὰς τοιαύτας διαιρέσεις
19. τὸ ἔκ τινων, ἢ ἐκ πάντων, αὐτὸ χρὴ προσυπακούειν τοὺς
1. ἀναγινώσκοντας τὸ βιβλίον, εἰδότας ὅτι κατὰ τοὺς τοιούτους
2. ἅπαντας λόγους οἱ σύνδεσμοι οὐ διαζευκτικῶς, ἀλλὰ παραδιαζευκτικῶς
3. εἰσιν. ἐκ μὲν δὴ τῶν εἰρημένων εὔδηλον, ὡς
4. ὅστις βούλεται διαγνωστικὸς εἶναι πληθωρικοῦ μορίου, τοῦτον
5. τῶν τε διοικουσῶν ἡμᾶς δυνάμεων ἐπιστήμην ἔχειν ἀναγκαῖόν
6. ἐστιν, ἀνατομῆς τε καὶ φύσεως ἁπάντων ἀκριβῶς τῶν
7. τοῦ ζώου μορίων· ἐκ τούτου γὰρ ὁρμώμενος ἴσως ἄν ποτε
8. ἐξεύροιτο σημεῖα μορίου πληθωρικοῦ.

Cliquer un n° de page pour en afficher l’image