Galenus. De plenitudine (De plen.) [n° 053 Fichtner] [GalLat]

Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).

De plenitudine, 6, ed. Kühn, 1824, vol. 7, p. 537-543. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:6

9. Εἰ δέ τις ἀληθείας μὲν οὐ πεφρόντικεν,
10. ἐξαπατᾷν δὲ βούλεται τοὺς πέλας, ὅτι εἴη γνούς τι σοφὸν,
11. ἕτοιμεν τούτῳ, κᾂν εἰ μηδὲν ἄλλο, τὰ γοῦν Ἐρασιστράτου
12. κατὰ τὸ πρῶτον ὑγιεινῶν αὐτὸν μαθεῖν· ἐν ἄλλῳ μὲν γὰρ
13. οὐδὲ ἐπεχείρησε πλήθους εἰπεῖν σημεῖα. προσχῶμεν οὖν αὐτοῦ
14. τοῖς ῥήμασι, πρῶτον μὲν ἐν οἷς ἥ τίς ποτέ ἐστιν ἡ γένεσις
15. τῆς πληθώρας φησὶν, οὕτως γὰρ αὐτὸς ὀνομάζει
16. τὸ κατὰ τὰς φλέβας πλῆθος, εἶθ’ ἑξῆς ἐν οἷς τὰ σημεῖα τῆς
17. διαγνώσεως ἐξηγεῖται. ἡ μέντοι γένεσις αὐτῷ τοιάδε. τῆς
18. γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης, μήτε ἐκπονουμένης 
1. κατὰ τὸ εἰθισμένον ἑκάστῳ, μήτε ἄλλως πως ἐκκρινομένης,
2. ἀναγκαῖον ἦ πληροῦσθαι τὰ ἀγγεῖα, τῆς πέψεως
3. καὶ τῆς ἀναδόσεως (καὶ) τὰς κατ’ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν.
4. καὶ τῆς μὲν προϋπαρχούσης τροφῆς ἐν τοῖς ἀγγείοις
5. οὐδαμῶς καταναλισκομένης, τῆς δ’ ἀπὸ τῶν προσφερομένων
6. ἐπιγιγνομένης, τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπὶ πλέον διατείνεται.
7. ὅταν δὲ μηκέτι ἐπίσαξιν ἐπιδέχηται τὰ ἀγγεῖα, ἐπιφέρηται
8. δὲ ἐκ τῆς κοιλίας ἑτέρα τροφὴ, ὁρμὴν λαμβάνει τὰ
9. ὑπάρχοντα εἰς τὰ παρακείμενα τοῦ πνεύματος ἀγγεῖα. ἔκ τε
10. οὖν τούτου δῆλον, ὅτι περὶ τοῦ κατὰ τὸ ἔγχυμα διαλέγεται
11. πλήθους, ἔκ τε τοῦ καλεῖν αὐτὸ πληθώραν ἰδίως· τοῦτο γὰρ
12. τὸ πάθος ὀνομάζεται πληθώρα μόνον, οὐ τὸ ἕτερον, ὃ πρὸς
13. τὴν δύναμιν κρίνεται. μικρὸν δὲ διελθὼν ὑπὲρ τῆς διαγνώσεως
14. αὐτοῦ, τάδε γράφει. δεῖ οὖν, καθάπερ εἴρηται, πειρᾶσθαι
15. διαγινώσκειν τὴν κατὰ πληθώραν διάθεσιν. κατ’
16. ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων,
17. εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ
18. εἰθισμένον· ἐπιπλέον δὲ πληρώσεως ἐρχομένων, παρεμπίπλανται
1. βραχίονές τε καὶ κνῆμαι καὶ χεῖρες, ὥσπερ τοῖς ἀπὸ
2. τῶν γυμνασίων εἰς διάτασιν ἐρχομένοις· ἐπὶ πολὺ δὲ τῆς πληθώρας
3. προαγούσης, ἑλκώδεις τε καὶ βραδύτεραι καὶ δυσκινητότεραί
4. εἰσι, καὶ ὅλη τοῦ σώματος ἡ ἁφὴ τείνεται, ὡς κόπου
5. φαινομένου. πλησίον δὲ ἤδη νόσου ἡ τοιαύτη διάθεσις, ἐὰν
6. μὴ πάνυ ἐπιδεξίως τε καὶ συνετῶς αὐτήν τις λύῃ. συνέχεεν
7. ἐν τούτοις ὁ Ἐρασίστρατος ἑτερογενῶν πληθῶν γνωρίσματα
8. μετὰ τοῦ καὶ προσγράφειν αὐτοῖς ἔνια τῶν οὐκ ἀναγκαίων.
9. ἐπισκέψασθαι δὲ ἔστιν ἀπ’ ἀρχῆς αὐτοῦ τὸν λόγον. ἐν μὲν
10. γὰρ τῷ, κατ’ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν
11. ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται
12. παρὰ τὸ εἰθισμένον, οὐδ’ ἑτέρωθεν ὁ λόγος ἀναγκαίαν ἔχει
13. τὴν ἀκολούθησιν, οὔτε ἀπὸ τῆς διαθέσεως ἐπὶ τὰ γνωρίσματα
14. αὐτῆς, οὔτε ἀπὸ τῶν γνωρισμάτων ἐπὶ τὴν διάθεσιν.
15. οὔτε γὰρ ἀναγκαῖον, ἐπὶ τῶν ἀγγείων μετρίως πληρουμένων
16. εὐτονωτέρους τε καὶ ἰσχυροτέρους ἑαυτῶν φαίνεσθαι, οὔθ’
17. ὅταν τοιοῦτοι φαίνωνται, μετρίως πεπλήρωνται τὰ ἀγγεῖα.
18. ταῖς τε γὰρ τούτων μετρίαις πληρώσεσιν ἐνδέχεταί ποτε καὶ
1. ἀτονωτέρους γίνεσθαί τινας, ἢ εἰς μηδὲν ἐπιφανὲς ἐπὶ μηδέτερα
2. ὑπαλλάξαι, μήτε ἐπὶ ἰσχὺν μήτε ἐπ’ ἀσθένειαν· εἰ δὲ
3. ἰσχυρότεροι γίνονται ἢ πρόσθεν, ἐγχωρεῖ τούτοις οὐ μόνον
4. συνηυξῆσθαι τῇ δυνάμει τὸ πλῆθος τῶν χυμῶν, ἀλλὰ καὶ μεμειῶσθαί
5. ποτε, καὶ τὴν ἐξ ἀρχῆς ἐνίοτε φυλάττειν ποσότητα.
6. καθ’ ἑκατέραν γὰρ ὑπόθεσιν ἐγχωρεῖ τῷ πρῶτον λεχθέντι
7. τριῶν ἀκολούθησιν εἷναι, τῷ μὲν ηὐξῆσθαι τοὺς χυμοὺς εὐτονίαν
8. τε καὶ ἀτονίαν παρὰ τὴν ἔμπροσθεν κατάστασιν, ἔτι
9. τε τὴν ἐπὶ τῶν αὐτῶν ὅρων μονὴν τῆς δυνάμεως· τῷ δ’
10. εὐτονώτερον γεγονέναι τό τε ηὐξῆσθαι καὶ τὸ· μεμειῶσθαι,
11. καὶ τὸ συμμέτρους εἶναι τοὺς χυμούς. ἀκουέσθω δ’ ὡσαύτως
12. κατὰ τὸν παρόντα λόγον, ἄν τε χυμοὺς εἴπω ἄν τε αἷμα· διορισθήσεται
13. γὰρ ὑπὲρ αὐτῶν ἐν προήκοντι τῷ λόγῳ. Ἐρασίστρατος
14. μὲν οὖν ἁπλῶς ἀπεφήνατο, μηδεμίαν ἀπόδειξιν οἷς
15. εἶπε προσγράψας· ἡμεῖς δὲ οὐχ ἁπλῶς, ἀλλὰ σὺν ἀποδείξεσιν
16. ἀναγκαίαις ἕκαστον ὧν εἴπομεν ἄρτι πιστούμενοι, τὴν ἀρχὴν
17. κᾀνταῦθα πάλιν ἀπ’ αὐτῶν ποιήσομεν τῶν Ἐρασιστράτου
18. ῥημάτων· εὐτονώτεροί, φησι, καὶ ἰσχυρότεροι φαίνονται.
1. πότερον ἄλλό τι σημαίνει τὸ εὐτονώτεροι τοῦ ἰσχυρότεροι,
2. καὶ δύο ἡμᾶς ἐδίδαξε σημεῖα τοῦ μετρίου πλήθους, ἢ δύο μὲν
3. εἰπὼν ὀνόματα, σημεῖον δὲ ἕν; ἐγὼ δὲ οὐδεμίαν εὑρίσκω τοῦ
4. σημαινομένου διαφορὰν, οὔτε κατὰ τὸ γένος οὔτε κατὰ τὸ
5. εἶδος οὔτε ἐν τῷ μᾶλλον ἢ ἧττον, ἀλλ’ ὑφ’ ἑκατέρου σημαίνεσθαι
6. νομίζω ταὐτόν. εἰ δὲ βούλει, τίθη τὸ ἕτερον ἐπίτασίν
7. τε καὶ αὔξησιν ἐμφαίνειν παρὰ θάτερον, εἶτ’ οὖν τὸ ἰσχυρότεροι
8. παρὰ τὸ εὐτονώτεροι, εἴτε τὸ εὐτονώτεροι παρὰ τὸ
9. ἰσχυρότεροι· ἀλλ’ ὁμοειδές γε πάντως ἐπὶ τὸ σημαινόμενον
10. ἐξ ἀμφοτέρων. ἔνθα δ’ αὔξησίς ἐστι, τοῦ εἴδους μένοντος,
11. ἐνταῦθ’ οὐκ ἔστι διδασκαλία δυοῖν σημαινομένων. εὔδηλον
12. δ’ ὅτι θατέρου γένους τοῦ πλήθους, ὃ πρὸς τὴν δύναμίν
13. ἐστιν, οὐδὲ μέμνηται τὴν ἀρχὴν ὁ Ἐρασίστρατος, οὔτε οὖν
14. κατὰ τοῦτο τὸ βιβλίον οὔτε ἐν τοῖς περὶ πυρετῶν. ἡ γὰρ
15. πληθώρα παρεμπτώσεώς ἐστιν αἰτία κατ’ αὐτὸν, ἐφ’ ᾗ
16. φλεγμοναί τε συνίστανται καὶ πυρετὸς ἕπεται· πληθώρας
17. τε γένεσιν ἐναργῶς ἐδήλωσεν ἐν τῇ προγεγραμμένῃ ῥήσει, καθ’
18. ἣν ἐπισάττεσθαι τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπιπλεῖστον
1. διατείνεσθαί φησι. τούτοις γὰρ αὐτὸς ἐχρήσατο τοῖς ῥήμασιν,
2. ὥσπερ καὶ ὅτι διὰ τὸ μηκέτι δύνασθαι τὴν ἐπίσαξιν ἐπιδέχεσθαι,
3. παρέμπτωσιν εἰς τὰς ἀρτηρίας γίνεσθαι τοῦ περιττοῦ,
4. τὴν ὁρμὴν ἐκεῖσε λαβόντων τῶν πληθυνόντων κατὰ τὰς
5. φλέβας. παραλέλειπται μὲν οὖν τι κᾀνταῦθα κατὰ τὴν διαίρεσιν.
6. οὐ γὰρ οὕτως ἁπλῶς ἐχρῆν εἰπεῖν, ὅταν μηκέτι ἐπίσαξιν
7. αἱ φλέβες δέχωνται, τὴν ὁρμὴν γίγνεσθαι τῶν ἐν αὐταῖς
8. εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα· πολλῷ δ’ ἦν βέλτιον φάναι,
9. δυοῖν θάτερον ἕπεσθαι τῇ προειρημένῃ πληρώσει τῶν
10. φλεβῶν, ἤτοι ῥῆξιν αὐτοῦ χιτῶνος ἢ μετάχυσιν τοῦ αἵματος
11. εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα. τὸ δ’ ἐξ ἀνάγκης οἴεσθαι μὲν
12. μεταχεῖσθαι τὸ αἷμα διὰ τὸ μὴ χωρεῖσθαι πρὸς τῶν φλεβῶν;
13. ἐπιλελησμένου παντάπασίν ἐστιν, ὡς γίγνεταί ποτε ῥῆξις ἀγγείου
14. διὰ πλῆθος, ἵνα παραλίπω τὴν ἄνευ μεταχύσεως ἀναστόμωσιν
15. ἐναργῶς πολλάκις εἰς αἰσθητὰς εὐρυχωρίας
16. γιγνομένην ἐντέρων καὶ γαστρὸς καὶ στομάχου καὶ φάρυγγος
17. καὶ στόματος. ἀλλὰ τὸ μὲν ἐν τῇ διαιρέσει τῶν λόγων 
1. ἐλλιπὲς οὐκ ἐν τούτῳ μόνον Ἐρασιστράτῳ σύνηθες, ἀλλὰ
2. καὶ κατ’ ἄλλα συντάγματα σχεδὸν ἅπαντα.

Cliquer un n° de page pour en afficher l’image