Galenus. De plenitudine (De plen.) [n° 053 Fichtner] [GalLat]

Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).

De plenitudine, 7, ed. Kühn, 1824, vol. 7, p. 543-548. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:7

3. Τὸ δ’ οὖν εἰρημένον, ὁποῖόν ποτ’ ἂν ᾖ,
4. πάλιν ἐπισκεψώμεθα. πληρουμένων τῶν ἀγγείων μετρίως,
5. ἑαυτῶν εὐτονώτεροι φαίνονται. πότερον ὦ Ἐρασίστρατε κᾄν
6. μηδὲ συναύξηται τῷ πλήθει τοῦ αἵματος ἡ ῥώμη τοῦ σώματος,
7. ἢ καὶ αὐτῆς συναυξανομένης; ἐγὼ μὲν γὰρ ἀναγκαιότατον
8. εἶναί φημι πρὸς τὴν εὐτονίαν τῆς ἐνεργείας καὶ
9. τὴν ῥώμην τῆς δυνάμεως αὐξάνεσθαι. καὶ οὕτως δὲ, εἰ
10. τῇ τοῦ αἵματος αὐξήσει μόνον, τῆς δυνάμεως τὰς ἐνεργείας
11. ἰσχυροτέρας γένεσθαι ἡγῇ, τοῦ Ἀσκληπιάδου μᾶλλον ἀνατρέπειν
12. δόξειας τὰς δυνάμεις. οὐδὲ γὰρ ἐκεῖνος ἀπλῶς
13. οὑτωσί φησιν, ᾧ πλέον αἷμα, πάντως τοῦτον εὐτονώτερον
14. ὑπάρχειν, ᾧ δὲ ἔλαττον, ἐξ ἀνάγκης ἀτονώτερον, ἀλλ’
15. εὑρήσεις τινὰς εἰπεῖν διορισμοὺς, ὁμολογοῦντας τοῖς φαινομένοις,
16. καίτοι οὐδεμίαν ἡγούμενον ἐν ἡμῖν εἶναι δύναμιν
17. οὔτε ψυχικὴν οὔτε ζωτικήν. ὁρῶνται γάρ τινες
18. οἱ μὲν ἑαυτῶν ἐνίοτε πολυαιμότεροί τε ἄμα καὶ ἰσχυρότεροι
1. γεγονότες, οἱ δὲ ἰσχυρότεροί τε ἅμα καὶ ὀλιγαιμότεροι·
2. ὥστε ἐξανάγκης, οὔτε τῷ πλήθει τοῦ αἵματος
3. αὐξανομένης τῆς ἰσχύος, οὔτε μειώσει καθαιρουμένης, ὀλιγωρότερον
4. εἰρῆσθαι καὶ ταῦτα τῷ Ἐρασιστράτῳ νομιστέον.
5. ὡς εἴ γέ τις ἀνέμνησεν αὐτὸν ὧν ἐγὼ νῦν διῆλθον, οὐκ
6. ἂν ἠρνήσατο, τὴν τῶν ἐνεργειῶν εὐτονίαν οὐκ αὐξήσει
7. τοῦ αἵματος, ἀλλὰ ῥώμῃ τῆς δυνάμεως ἕπεσθαι. ποιήσωμεν
8. οὖν ἡμεῖς ἤδη τὸν λόγον αὐτοῦ τελεώτερον οἷς ἐνδεῶς
9. εἶπε προσθέντες τὸ λεῖπον. ἔσται δὲ τοιοῦτος. αὐξανομένου
10. τοῦ αἵματος ἅμα τῇ δυνάμει, καὶ τὴν εὐτονίαν
11. ἀναγκαῖον αὐξάνεσθαι. καὶ μὴν εἰ καὶ τοῦτο εἴποιμεν, ἀληθὲς
12. μέν τι λέξομεν, οὐδὲν δὲ ἡμῖν εἰς τὰ προκείμενα πλέον
13. οὐδὲ ἐκ τοῦδε. τὸ μὲν γὰρ, οἷς ἄμφω συνηύξηται, τό θ’ αἷμα
14. καὶ ἡ δύναμις, ηὐξῆσθαι καὶ τὴν εὐτονίαν, ἀληθῶς εἰρήσεται,
15. τὸ δ’ οἷς ηὔξηται τὰ τῆς ἰσχύος, ηὐξῆσθαι τούτοις ἐξ ἀνάγκης
16. ἀμφότερα ψεῦδος· οὐ γὰρ ἐξ ἀνάγκης ἡ δύναμις τῷ αἵματι
17. αὐξηθέντι συναύξεται, ἐγχωρεῖ δέ ποτε καὶ τὴν δύναμιν μόνον·
1. ὁ γοῦν ὄντως ἀγαθὸς γυμναστὴς, εἰ παραλάβοι τινὰ πολὺ
2. μὲν αἷμα φλεγματικὸν ὑπ’ ἀγυμνασίας ἠθροικότα, τῇ δυνάμει
3. δὲ ἀσθενέστερον, ὀλίγον εἶναι ἀποδώσει τοῦτον ἰσχυρότερον,
4. οὐ πολυαιμότερον, ἢ παρέλαβεν. ὥσπερ οὖν οὐκ ἀναγκαῖον,
5. ὅσοι ταῖς ἐνεργείαις εὐτονώτεροι σφῶν αὐτῶν γεγόνασιν,
6. ηὐξῆσθαι τούτοις τοὺς χυμοὺς, οὕτως ἀναγκαῖόν ἐστιν, ὅσοι
7. ταῖς ἐνεργείαις σφῶν αὐτῶν εὐτονώτεροι γεγόνασιν, ἰσχυροτέραν
8. αὐτοῖς γεγονέναι τὴν δύναμιν. οὐ μόνον δὲ ἀπὸ τῆς
9. εὐτονίας ἀρξάμενος, ἐπὶ τὴν ῥώμην τῆς δυνάμεως ἀκολουθήσεις
10. ἐξ ἀνάγκης, ἀλλὰ καὶ ἀπὸ τῆς δυνάμεως ἐπὶ τὴν εὐτονίαν·
11. ὁ γὰρ ἰσχυρὸς τὴν δύναμιν εὐτονώτερος ἐν ταῖς ἐνεργείαις
12. ἐστίν· ὥστ’ ἀλλήλοις ἀντακολουθεῖν εὐτονίαν μὲν ἐν ταῖς
13. ἐνεργείαις ῥώμῃ δυνάμεως, ῥώμην δὲ ἐν τῇ δυνάμει τῇ τῶν
14. ἐνεργειῶν εὐτονίᾳ· ὁπότερον γὰρ ἂν αὐτῶν ὑπάρχειν ὑπόθοιο,
15. πάντως τούτῳ συνυπάρχει καὶ τὸ ἕτερον· οὐ μὴν ἀπό
16. γε τοῦ πλείονος αἵματος ἡ ἀκολούθησις ἀναγκαία. οὔτε γὰρ εἰ
17. πλέον τοῦτο τοῦ πρόσθεν, ἐξ ἀνάγκης εὐτονώτερος ὁ ἄνθρωπος,
18. οὔτε εἰ ἔλαττον, ἀτονώτερος, ὥσπερ οὐδὲ ὅταν ἶσον, ὁμοίως
1. ἔχει δυνάμεως. ὥστ’ ἐκ τῶν εἰρημένων δῆλον, ὡς ἡ τῶν
2. ἐνεργειῶν εὐτονία τοῦ μὲν ἐῤῥῶσθαι τὴν δύναμιν ἴδιόν τε
3. ἅμα καὶ ἀχώριστόν ἐστι γνώρισμα, τῆς δὲ αὐξήσεως τοῦ αἵματος
4. οὔτε ἴδιον οὔτε ἀχώριστον. ὃ δὲ ἐφεξῆς εἶπεν Ἐρασίστρατος,
5. ἴδιον μὲν οὐκ ἔστιν, ἀχώριστον δέ ἐστι πληθώρας.
6. ὀνομάζει δὲ αὐτὸ παρεμπίμπλασθαι, σαφέστερον δὲ ὀνομασθείη
7. τείνεσθαι. καὶ γάρτοι καὶ τῶν γυμναστῶν οἱ ἀκριβέστεροι
8. τὸν μέν τινα τῶν κόπων ἑλκώδη, τὸν δὲ τονώδη, τὸν δὲ
9. φλεγμονώδη καλοῦντες, οὐδὲν ἄλλ’ ἐνδείκνυνται τοῦ παρεμπίμπλασθαι
10. τὰ μέλη κατὰ τὸν τονώδη κόπον. τηνικαῦτα
11. γὰρ ἑαυτῶν παρεμπεπλῆσθαι λέγουσιν ὁτιοῦν μόριον, ἐπειδὰν
12. αἰσθάνωνταί τινος ἐν αὐτῷ τάσεως. αἰσθάνονται μὲν
13. οὖν κᾀν τῇ φλεγμονῇ τάσεως, ἀλλ’ ἐκείνῃ μὲν ἤτοι διὰ παντὸς
14. ἢ ὡς τὸ πολὺ σύνεστιν ὁ παρὰ φύσιν σφυγμὸς, ὅν τις
15. ἐναργέστερον ἑρμηνεύων ἐρεῖ πόνον σφυγμώδη· οἷς δ’ οὐδὲν
16. ἄλλο πλὴν τοῦ τείνεσθαι συμβέβηκε, τούτοις οὔτε φλεγμαίνει
17. τὸ τεινόμενον μέρος οὔτε ἐξ ἀνάγκης πληθωρικὸν ὑπάρχει,
18. ἀλλὰ δυοῖν θάτερον, ἤτοι κοπῶδες ἢ πληθωρικόν. ἀλλ’ εἴπερ
1. κοπῶδές ἐστιν, ἐπὶ πόνοις πλείοσιν οὕτως ἔπαθεν· εἰ δ’
2. ὅλως οὐκ ἐπόνησεν ὁ ἄνθρωπος, οὐ διὰ κόπον κοπῶδες
3. αὐτὸ γίγνεται τὸ μόριον, ἀλλ’ ἑτέρως· ὥστ’ ἀληθὲς εἰπεῖν,
4. ἐπεὶ τάσεως αἴσθησίς ἐστιν ἄνευ τοῦ γυμνάσασθαι, πάντως
5. εἶναι πληθώραν. γίγνεται δὲ, οὕτως εἰπόντων, ἀχώριστόν
6. τε ἅμα καὶ ἴδιον τὸ σημεῖον, ἀκολουθούντων ἐξ ἀνάγκης ἀλλήλοις
7. ἑκατέρων· ἥ τε γὰρ ἄνευ τῶν γυμνασίων τάσις ἕπεται
8. πληθώρᾳ· γίγνεται γὰρ αὐτῆς ἀχώριστον σημεῖον, ὡς ὑπὸ
9. αἰτίου τῆς πληθώρας ἀποτελούμενον· ἡ δὲ ἐπὶ τοσοῦτον
10. αὔξησις τοῦ αἵματος, ὡς μηδέπω διατείνειν τὰς φλέβας, οὐδέπω
11. πληθώρα. τί ποτ’ οὖν ἐμνημόνευσεν ὁ Ἐρασίστρατος
12. ἐν τῷ λόγῳ βραχιόνων καὶ κνημῶν καὶ χειρῶν; καὶ γὰρ καὶ
13. ἐν τραχήλῳ καὶ μεταφρένῳ καὶ ὀσφύϊ καὶ κατὰ θώρακα
14. καὶ καθ’ ὑπογάστριον ἡ τοιαύτη συνίσταται τάσις. ὥσπερ
15. δὲ τῶν κώλων ὁ Ἐρασίστρατος ἐμνημόνευσεν ἐκ περιττοῦ,
16. κατὰ τὸν αὐτὸν τρόπον καὶ μειζόνως καὶ τῆς ἑλκώδους
17. αἰσθήσεως· οὐ γὰρ πληθώρας αὕτη γνώρισμά ἐστιν, ἀλλ’
18. ἐπὶ δακνώδεσι γίνεται χυμοῖς, οἵαπερ τοῖς ἡλκωμένοις μέρεσιν,
19. ἤτοι ψαύοντος αὐτῶν τινος, ἢ ἰχῶρος ἐρεθίζοντος, 
1. ἢ φαρμάκου δάκνοντος, ἢ κᾀν ταῖς κινήσεσι μόναις γίγνεται.
2. ὥσπερ γὰρ ἡ τάσις οἰκεία ἐν τῷ πλήθει χυμῶν ἐστι διατεινόντων
3. τὰ περιέχοντα, οὕτως ἡ ἑλκώδης αἴσθησις ἕπεται δακνώδει
4. ποιότητι· καὶ διὰ τοῦτο συνίσταται πολλοῖς ἐνίοτε καὶ
5. καθ’ ὅλον τὸ σῶμα, μὴ ὅτι πληθώραν ἔχουσιν, ἀλλὰ μηδὲ
6. τὸ σύμμετρον αἷμα.

Cliquer un n° de page pour en afficher l’image