Galenus. De plenitudine (De plen.) [n° 053 Fichtner] [GalLat]

Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).

De plenitudine, 8, ed. Kühn, 1824, vol. 7, p. 548-556. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:8

7. Καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν
8. ἔχει, καιρὸς ἤδη διορίσασθαι περί τινος ὧν ἔμπροσθεν ἀνεβαλλόμεθα,
9. ἐπειδὴ ἐσκοπούμεθα μέχρι τοῦ δεῦρο τὰ ὑπ’
10. Ἐρασιστράτου γεγραμμένα σημεῖα. τὸ γάρτοι πλῆθος, εἴτ’
11. οὖν πρὸς τὴν δύναμιν, εἴτε πρὸς τὴν τῶν περιεχόντων χώραν
12. νοοῖτο, βέλτιον μὲν ἦν δήπου διορίσασθαι, πότερον ἐν αἵματι
13. μόνῳ, ἢ καὶ τοῖς ἄλλοις ἅπασι χυμοῖς συνίστασθαι πέφυκε·
14. παραλέλειπται δὲ καὶ τοῦτ’ αὐτοῖς ἀδιόριστον. ἐπεὶ
15. τοίνυν οὐ μόνον ταῦτα τὰ παθήματα καταλαμβάνει τοὺς χυμοὺς,
16. ἔνδειά τε καὶ πλῆθος, ἀλλὰ καὶ ποιότης ἄτοπος, πάντας
17. ἠρώτησα τοὺς ἰατροὺς, ὅσοι τε πρὸς τὴν δύναμιν νοοῦσι
18. τὸ πλῆθος ὅσοι τε πρὸς τὴν αὔξησιν τῶν ὑγρῶν, πότερον
1. αὐξηθέντος μόνου τοῦ αἵματος τοσοῦτον, ὡς μὴ στέγεσθαι,
2. τείνεσθαι συμβήσεται ταῖς φλεψί· εἰ δ’ ἤτοι φλέγμα εἰς ὁτιοῦν
3. ἄλλο μόριον, ἢ καὶ αὐτὰς τὰς φλέβας, ἢ καὶ σὺν τούτῳ τε
4. καὶ χωρὶς τούτου χολά τις, ἢ ἰχὼρ, ἢ πνεῦμα φυσῶδες ἐς
5. πλῆθος ἀθροισθείη τοσοῦτον, ὡς μὴ χωρεῖσθαι μηκέτι πρὸς
6. τοῦ περιέχοντος, οὐχὶ καὶ νῦν ἀναγκαῖον ἔσται, τάσεως αἰσθέσθαι
7. τὸ ζῶον; ἂν ὑπάρχῃ τὸ τεινόμενον μόριον αἰσθητικὸν,
8. ἀναγκαῖόν ἐστιν ἐπὶ παντὶ τῷ διατείνοντι καὶ μὴ στεγομένῳ
9. τὴν αἴσθησιν τῆς τάσεως τῷ ζώῳ γενέσθαι, καὶ τὸ
10. πάθημα αὐτὸ καταλαμβάνειν τὰ μόρια, τὴν ὀνομαζομένην
11. τάσιν, ἧς ἐπὶ πλέον αὐξανομένης, ἀνάγκη τε καὶ ῥαγῆναι τὸ
12. τεινόμενον. ἐμοὶ μὲν τοιοῦτον δοκεῖ τοῖς ἐναργῶς φαινομένοις
13. ὁμολογεῖν. ὁρῶνται γὰρ οὐ νεῦρα μόνον, ἢ σχοινία
14. ῥηγνύμενα τῷ βιαίῳ τῆς τάσεως, ἀλλὰ καὶ πίθοι πολλάκις
15. ὑπὸ γλεύκους πνευματωθέντος. ἔναγχος γοῦν ἀγγεῖον κασσιτέρινον
16. εἰς τοσοῦτον διεφυσήθη πρὸς τοῦ περιεχομένου κατ’
17. αὐτὸ φαρμάκου τοῦ διὰ τῶν ἐχιδνῶν, ὥστε καὶ τὸ περικείμενον
18. αὐτῷ δέρμα καὶ τὸ σχοινίον ᾧ κατεδέδετο ῥαγῆναι καὶ
1. τὸ πῶμα κυρτωθῆναι. καὶ μὲν δὴ καὶ ὅτι μεγίσταις ὀδύναις
2. ἐνίοτε καταλαμβάνονταί τινες, ὑπὸ φυσώδους πνεύματος καταληφθέντος
3. ἔν τισι τοῦ ζώου μέρεσι, καὶ ὡς ἕν τῷ κώλῳ
4. μάλιστα συμβαίνειν εἴωθε τοῦτο, γινώσκειν ἡγοῦμαι πάντας,
5. οἷς ἐπιμελές ἐστιν ἀκολουθεῖν τε καὶ διασκέπτεσθαι τὰ καθ’
6. ἑκάστην ἡμέραν ἐπὶ τῶν καμνόντων ὁρώμενα. βέλτιον
7. οὖν ὑπὸ πάσης οὐσίας ὑγρᾶς καὶ πνευματώδους εἰς τονώδη
8. διάθεσιν ἄγεσθαι νομίζειν τὰ μόρια, ἢ μόνῳ τῶν χυμῶν αἵματι
9. πληθύνοντι τοιοῦτον ἕπεσθαι πάθημα. μεταβῶμεν οὖν
10. αὖθις πρὸς τοὺς ὡς πρὸς τὴν δύναμιν ἡγουμένους ἀεὶ συνίστασθαι
11. τὸ πλῆθος, ἐρωτήσωμέν τε καὶ τούτους ἕν τι τῶν
12. προχειροτάτων, ὑποθέμενοι τοιάνδε τινα ὑπόθεσιν, ὡς ἐπὶ
13. παραδείγματι. (μόρια) βασταζέτωσαν ἄνθρωποι δύο κατὰ
14. τῶν ὤμων ἀναθέμενοι ὁ μὲν ξύλον, ἢ λίθον, ἤ τι φορτίον
15. βαρύτατον, ὁ δὲ ἕτερος ἀκάνθας ὀλιγίστας, ὀξυτάτας· εἶτ’
16. ἐρωτήσωμεν ἐπὶ τῷ τοιούτῳ θεάματι τοὺς πρὸς τὴν δύναμιν
17. ἀεὶ νοοῦντας τὸ πλῆθος, εἰ καὶ τὰς ὀλίγας ἀκάνθας ὀνομάζουσι
18. φορτίον, ἢ τὸ μὲν ἀνιᾶσθαι πρὸς ἑκατέρου τῶν βασταζομένων
1. κοινόν τι σύμπτωμα τοῖς ἀνθρώποις ἐστὶν, ἡ δὲ
2. τῆς ἀνίας ἰδέα πάμπολυ διαλλάττουσα· τῷ μὲν γὰρ βαρύνεσθαι
3. χωρὶς τοῦ νύττεσθαι, τῷ δὲ νύττεσθαι χωρὶς τοῦ
4. βαρύνεσθαι συμβέβηκεν. ὅλως δ’ ἄν τις τὸ νύττεσθαι,
5. ἢ δάκνεσθαι, ἢ ὁπωσοῦν ἀνιῶν φορτίον καλῇ καὶ πλῆθος,
6. ἀναγκασθήσεταί ποτε καὶ μίαν ἄκανθαν ἢ βελόνην λεπτοτάτην
7. καλεῖν φορτίον, οὗ τί ἂν εἴη γελοιότερον; ἔστιν οὖν ἄτοπα
8. ταῦτα καὶ παρὰ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας.
9. ἡμῖν δὲ οὐκ ἀνατρέπειν, ἀλλὰ φυλάττειν τὰς κοινὰς ἐννοίας
10. πρόκειται. πολὺ μὲν οὖν ἡγούμεθα τὸ βαρῦνον, ἀνιαρὸν δὲ
11. τὸ δάκνον, ἢ νύττον, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. καὶ
12. μὴν ὅτι δακνώδεις πολλοὶ τῶν χυμῶν εἰσιν, οἱ μὲν ἐν ἡμῖν
13. αὐτοῖς τὴν γένεσιν ἔχοντες, οἱ δὲ ἔξωθεν ἡμῖν ἐπιφερόμενοι,
14. παντὶ τοῦτο πρόδηλον. εἰσὶ δ’ αὐτῶν τέτταρες ἐν τῷ μᾶλλόν
15. τε καὶ ἧττον διαφοραί· μετρίως μὲν γὰρ δάκνοντες
16. κνησμώδεις εἰσὶν, ὥσπερ ἡ σκίλλα· σφοδρότερον δὲ, δακνώδεις,
17. ὥσπερ τὸ κρόμμυον· εἰ γὰρ ἐπὶ πλέον ὁμιλήσειεν
18. ἡμῶν τὸ σῶμα τοιαύτῃ φύσει σώματος, ἑλκωθήσεται·
1. τὰ δὲ ἔτι μᾶλλόν ἐστι τούτου δριμέα, καὶ μάλιστα ὅταν ἡλκωμένοις
2. προσφέρηται, φρίκην ἐργάζεται. φρίκης δὲ ἐκταθείσης
3. τε καὶ αὐξηθείσης τὸ σύμπτωμα ῥῖγος ὀνομάζεται.
4. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐν ἡμῖν συνίστανται δακνώδεις
5. χυμοὶ κατὰ τέτταρας ἰδέας· κνησμώδεις μὲν γὰρ ἐξ αὐτῶν εἰσιν
6. οἱ μετρίως ἀμύττοντες, ἑλκώδη δὲ αἴσθησιν ἐμποιοῦσιν οἱ
7. τούτων δακνωδέστεροι, φρίκην δὲ οἱ τούτων μᾶλλον δάκνοντες,
8. οἱ δ’ ἱκανῶς δακνώδεις τὸ ῥῖγος. λέλεκται δὲ περὶ τούτων
9. ἐν πολλαῖς πραγματείαις, ἀλλ’ ἱκανὰ τῷ βουληθέντι
10. σύνοψίν τινα λαβεῖν αὐτῶν τὰ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς
11. συμπτώμασιν αἰτιῶν εἰρημένα καὶ τῷ τετάρτῳ τῶν ὑγιεινῶν·
12. εἰ δὲ καὶ τὸ περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἀναλέξαιτό τις
13. γράμμα καὶ τὴν προηγουμένην αὐτῶν πραγματείαν τὴν περὶ
14. κράσεων, ἐπιστημονικώτερον ἂν οὕτως πεισθείη περὶ τῆς τῶν
15. δακνωδῶν φύσεως. ἀλλὰ οἱ πολλοὶ τῶν ἰατρῶν ὅμοιόν τι
16. πεπόνθασι τῷ πρὸς Ἱπποκράτους εἰρημένῳ περὶ τῶν ἐπὶ
17. κατάγμασιν ἢ τοιούτοις τισὶ παθήμασι τὰ προσταττόμενα μὴ
18. ποιούντων· καὶ γὰρ κᾀκεῖνοι, καίτοι ὑγιεῖς ἐθέλοντες γενέσθαι, 
1. τὸν ἐν τῇ θεραπείᾳ κάματον οὐχ ὑπομένουσιν, ὥσπερ οὗτοι
2. τὸν ἐν τῷ μανθάνειν. ἀλλ’ οὔτε ἐξαίφνης ὑγιεῖς οἷόν τε γενέσθαι
3. μόνῳ τῷ βούλεσθαι τυχόντας τοῦ τέλους, οὔτε τούτους
4. ἐπιστημονικοὺς, ἄνευ τοῦ διελθεῖν ἅπασαν τὴν ὁδὸν, ἣν
5. ἀρτίως ἐδήλωσα. γνώσονται γὰρ, εἰ βουληθεῖεν, ὡς ἡ ἑλκώδης
6. ὅλου τοῦ σώματος αἴσθησις, ἥ τε ἐπὶ πλέοσι γυμνασίοις
7. ἀήθως παραληφθεῖσι γιγνομένη καὶ ἡ χωρὶς γυμνασίων ἄφνω
8. συστᾶσα, δακνώδους ἔγγονος ὑπάρχει χυμοῦ. καὶ διὰ τοῦτο
9. τοὺς πλέον γυμνασαμένους ἐλαίῳ τε πλείονι καὶ τρίψει μαλακῇ
10. καὶ λουτροῖς γλυκέων ὑδάτων θερμοῖς ἀκριβῶς εὐκράτοις
11. οἱ γυμνασταὶ θεραπεύουσιν, ὡς διαφορηθῆναι τοὺς
12. δακνώδεις χυμοὺς, ὅσοι γυμνασαμένων ἀμετρότερον ἐγεννήθησαν
13. ἐπὶ συντήξει πιμελῆς καὶ σαρκὸς μαλακῆς, ἢ δι’ αὐτοὺς
14. τοὺς ἐν τῷ σώματι χυμοὺς ἰσχυρῶς θερμανθέντας. εἴ τις οὖν
15. ὑπομείνειε τὰς τούτων ἀποδείξεις ἐκμανθάνειν, ἐκεῖνος ἂν μόνος
16. πεισθείη βεβαίως, τὴν μὲν ἑλκώδη διάθεσιν ἐπὶ δακνώδεσι
17. γίγνεσθαι χυμοῖς, τὴν δὲ τοῦ βάρους ἐπὶ πολλοῖς πρὸς τὴν
18. δύναμιν, τὴν δὲ τῆς τάσεως ἐπὶ πολλοῖς μὲν καὶ ταύτην, ἀλλ’
1. ὡς πρὸς τὴν περιέχουσαν ἑαυτοὺς χώραν, οὐ τὴν δύναμιν τῶν
2. (περιεχομένων) σωμάτων. Ἐρασίστρατος δὲ ἐν τῷ προτέρῳ
3. τῶν ὑγιεινῶν, αὐτὴν μὲν τὴν γένεσιν τῆς πληθώρας διερχόμενος,
4. ἐναργέστατα διδάσκει τὴν τρίτην τῶν εἰρημένων
5. διάθεσιν, ἑξῆς δὲ ἐπὶ τὰ γνωρίσματα τρεπόμενος, οὐ
6. μᾶλλόν τι ταύτης ἢ τὰ τῶν ἄλλων ἔγραψεν. ἡ μὲν γὰρ
7. τάσις ταύτης μόνης, ὅπερ ἐκεῖνος ὠνόμασε παρεμπίμπλασθαι·
8. τὸ δὲ ἑλκώδη γενέσθαι τὴν αἴσθησιν οὔτε τοῦ προειρημένου
9. πλήθους οὔτε τοῦ πρὸς τὴν δύναμιν ἴδιον γνώρισμα·
10. πολὺ δὲ μᾶλλον οὐδὲ τὸ βαρυτέρους τε καὶ δυσκινητοτέρους
11. ἀποτελεῖσθαι· καὶ γὰρ καὶ τοῦτο ἴδιόν ἐστι τοῦ πρὸς τὴν
12. δύναμιν πλήθους. ὀλίγου τοίνυν ἐδέησεν αὐτῷ πᾶσαν ἡμῖν
13. γράψαι τὴν τῶν ἐμπειρικῶν συνδρομήν· ἀμέλει καὶ μέρος τι
14. τῆς τριχρόνου λεγομένης σημειώσεως, ἣν οἱ περὶ τὸν Ἡρόφιλον
15. εἰσήγαγον ὁμοίως τοῖς ἐμπειρικοῖς, ἔγραψεν ἐν τῷ οὕτω φάναι·
16. τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης μήτε ἐκπονουμένης
17. κατὰ τὸ εἰθισμένον ἑκάστῳ, μήτε ἄλλως πως ἐκκρινομένης
18. οὐδὲν γὰρ διήνεγκεν ἢ ταῦτα εἰπεῖν, ἢ ὡς ἐκεῖνοι λέγουσιν,
1. ἀργὸν βίον, ἐπίσχεσίν τε συνήθων ἐκκρίσεων. ἀργὸν μὲν γὰρ
2. τὸν ἔμπροσθεν βίον ἐνεδείξατο, μήτε ἐκπονουμένης, φήσας,
3. κατὰ τὸ εἰθισμένον ἑκάστῳ· τὴν δὲ τῶν ἐκκρίσεων ἐπίσχεσιν
4. ἐν τῷ προσγράψαι, μήτε ἄλλως ἐκκρινομένης, (ἡ διὰ χρόνον
5. σημείωσις τοῦ πλήθους) ἐκ μὲν τοῦ προγεγονότος χρόνου
6. λαμβάνων τὸν ἀργὸν βίον ἅμα τῇ τῶν ἐκκρίσεων ἐπισχέσει·
7. ἐκ δὲ τοῦ νῦν ἐνεστῶτος τό τε παρεμπίμπλασθαι καὶ τὴν
8. ἑλκώδη διάθεσιν, ὄκνον τε πρὸς τὰς κινήσεις, καὶ βάρος ὅλου
9. τοῦ σώματος, ὅσα τε ἄλλα τοιαῦτα προστιθέασιν· ἐκ δὲ τοῦ
10. μέλλοντος, ὅτι περ κενωθέντες οἱ οὕτως ἔχοντες καλῶς ὤνηνται,
11. ὅπερ Ἐρασιστράτῳ παραλέλειπται. μαρτύριον μὲν γὰρ
12. τοῦτο τῆς ὀρθῆς διαγνώσεώς τε ἅμα καὶ θεραπείας ἐστί· διαγνώσεως
13. δὲ, ἢ ὡς ἐκεῖνοι καλοῦσι, σημειώσεως, οὐδὲν ἂν εἴη
14. μέρος, εἴ γε διὰ τῆς σημειώσεως σημειοῦσθαι βουλόμεθα τὰς
15. διαθέσεις, ἵνα ἐξεύρωμεν τὴν προσήκουσαν θεραπείαν. ὥστε
16. εἴ γε ἐξ ἄλλου τινὸς οἷόν τ’ ἦν ὁρμηθέντας θεραπεῦσαι
17. προσηκόντως, ἡ σημείωσις ἂν ἦν περιττή. τοῦ δ’ ἐνεστῶτος
18. χρόνου μεμνημένος, ἔρευθός τε καὶ διάτασιν ἀγγείων
1. παραλέλοιπεν, ἃ καὶ αὐτὰ προστιθέασιν οἱ ἐμπειρικοὶ σχεδὸν
2. ἅπαντες, οὐκ ὀλίγοι δὲ τῶν δογματικῶν, ὥσπερ καὶ ἄλλα
3. τινὰ, καθάπερ εἴρηται. καίτοι γε ὧν ὡς ἐν αἵματι μόνῳ τὴν
4. τῆς πληθώρας ὑποτίθεται γένεσιν, οὐ κακῶ, ἐπ’ ἐκείνων
5. πρόσκειται τῇ διαγνώσει τὸ ἔρευθος ἥ τε διάτασις τῶν ἀγγείων·
6. ἔτι γε μὴν μᾶλλον, ὡς τὸ παρεμπίμπλασθαι φάναι
7. βραχίονάς τε καὶ χεῖρας καὶ κνήμας, οὐ μᾶλλον τοῦ κατὰ τὰς
8. σάρκας τε καὶ ὅλους τοὺς μύας πλήθους, ἢ τοῦ τῶν φλεβῶν
9. θήσεται, ἰδίαις ὑποθέσεσιν ἑπόμενος. ἀλλά τοι καὶ οὕτως
10. ἀναγκαῖον ἦν διττὴν ποιήσασθαι διάγνωσιν, ἑτέραν μὲν τοῦ
11. τῶν αἰσθητῶν τούτων φλεβῶν, ἃς ἅπαντες ἄνθρωποι βλέπομεν·
12. ἑτέραν δὲ, ἣν ἐκεῖνος ἐθεάσατο μόνος. οἶμαι
13. τοίνυν ἤδη πρόδηλον γεγονέναι τοῖς γε προσέχουσι τὸν νοῦν,
14. ὡς οὐ μικρὸν εἴη πρᾶγμα διαγνῶναι πλῆθος. ὅπου δ’ ἂν
15. οὐδ’ ἄχρι λόγου διαγνῶναι ῥᾴδιον, ἀλλ’ ἄπορον παντοίως
16. ἐστὶ, σχολῇ γ’ ἂν ἐπὶ τῶν ἔργων ἀπὸ ταὐτομάτου κατορθωθείη
17. μήτε προδιασκεψαμένοις τι περὶ αὐτοῦ μήτ’
18. ἐξευροῦσιν.

Cliquer un n° de page pour en afficher l’image