1. Ἀπὸ γοῦν τῶν ἐμπειρικῶν αὖθις ἀρξώμεθα
2. τοῦ περὶ πλήθους λόγου, ἐπειδὴ δοκοῦσιν ἀσφαλῶς πάνυ τὰς
3. εἰρημένας ἀπορίας ἀποδιδράσκειν, ὁμολογήσαντες αὐτοὶ μὲν
4. μηδ’ ὅλως ἐπίστασθαι περὶ τῆς τοῦ πλήθους οὐσίας,
5. ἐπὶ δὲ τοιᾷδέ τινι συνδρομῇ τετηρῆσθαι φάσκοντες ὠφελοῦσαν
6. ἀφαίρεσιν αἵματος, ἣν συνδρομὴν ὀνομάζουσι πληθωρικήν.
7. ἅπαντα γὰρ ἀθροίσαντες εἰς ταὐτὸν, ὅσα τῶν δογματικῶν
8. ἑκάστῳ λέλεκται, νομίζουσι μὲν ἐκφεύγειν ἐκ τούτων τὰς ἐκείνων
9. ἀπορίας, ἐλέγχονται δὲ αὐτῶν πολὺ μειζόνως, εἴ τις
10. προσέχοι τὸν νοῦν οἷς λέγουσιν, ἃ πάλιν ἐξ ἀρχῆς ἅπαντα
11. κάλλιον ἐπελθεῖν. ἔστω τοίνυν ἐν μὲν τῷ προγεγονότι χρόνῳ
12. συνήθης μὲν ἐπὶ τῶν ἐξ ἀρχῆς ἐδεσμάτων ἡ δίαιτα, καί τισιν
13. αὐτῶν ἐν πλησμονῇ μᾶλλον ἢ πρόσθεν, ἐπίσχεσις δὲ τῆς
14. ἐκκρίσεως, ὅ τε σύμπας βίος ἀργός· ἐν δὲ τῷ παρόντι τάσις
15. ὅλου τοῦ σώματος, ἤ τινων μορίων, ὄκνος τε πρὸς τὰς
16. κινήσεις, ἀτονία τε περὶ τὰς ἐνεργείας, καὶ βάρους αἴσθησις,
17. ἑλκώδους τε διαθέσεως, ἅμα τῷ τῶν φλεβῶν ὄγκῳ· προσκείσθω
18. δὲ, εἰ βούλει, καὶ τὸ ἔρευθος, ἐπειδὴ καὶ τοῦτο
1. λέγουσιν ἔνιοι, καὶ μὴν καὶ ὁ τοῦ σύμπαντος σώματος ὄγκος,
2. ἀνώμαλός τέ τις καὶ κοπώδης διάθεσις· εἰσὶ γὰρ οἳ καὶ
3. ταῦτα προστιθέασιν. ἐρωτήσομεν οὖν αὐτοὺς, ἅπερ ἐγὼ μειράκιον
4. ὢν ἠρώτησα τὸν ἐμπειρικὸν διδάσκαλον, ὅτε με πρῶτον
5. ταῦτα ἐδίδασκεν, ἆρά γε πάνθ’ ἅμα τὰ εἰρημένα συνελθεῖν
6. δεῖ πρὸς τὴν, ὡς αὐτοὶ λέγουσιν, ἀνάμνησιν τῆς κενώσεως,
7. ἢ κᾂν ἓν ἐξ αὐτῶν θεάσωνται, φλεβοτομήσουσιν
8. αὐτίκα; πρὸς μὲν οὖν τὴν πρώτην ἐρώτησιν ἑτοίμως ἀπεκρίνατό
9. μοι, πάντα φάσκων συνελθεῖν χρῆναι· τοιοῦτον γὰρ
10. πρᾶγμα τὴν συνδρομὴν ὑπάρχειν, ἄθροισμα τῶν συμπληρούντων
11. αὐτὴν ἁπάντων. ἐπειδὴ δὲ πρῶτον μὲν ἀνέμνησα δυοῖν
12. ἀνθρώπων, οὓς ἔναγχος αὐτὸς ἐκεῖνος ἐκέλευσε φλεβοτομηθῆναι,
13. τὸν μὲν ὀφθαλμιῶντα σφοδρῶς, τὸν δὲ ἐκπεσόντα
14. τοῦ ὀχήματος, εἶτ’ ἐμπλακέντα γε τοῖς ἱμᾶσι καὶ συρέντα
15. ἐπὶ πλέον, ὡς θλασθῆναί τινα μέρη· μετὰ δὲ ταῦτα
16. διασιωπήσαντος αὐτοῦ, καὶ ἄλλου τινὸς ἀνεμνήσθην, ὃν
17. καὶ αὐτὸν πυρέττοντα μὲν μετρίως, οὐ φέροντα δὲ τὸ
18. ἄλγημα τῆς κεφαλῆς, ἐφλεβοτόμησεν· ἄλλον δὲ πλευριτικὸν,
1. οὐδὲ τοῦτον ἔχοντα τὴν εἰρημένην ἅπασαν συνδρομήν· ἐν
2. ἀπορίᾳ κατέστη μεγίστῃ. καὶ τοίνυν καὶ διῄειν ἐπὶ πλέον
3. αὐτῷ καὶ ἄλλους μέν τινας ὁμοίους, ἀλλὰ καὶ περὶ τῶν εἰρημένων
4. ἀνεμίμνησκον, ὅτι τοσούτῳ δέοντας αὐτοὺς ἅπασαν
5. ἔχειν τὴν συνδρομὴν ἐφλεβοτόμησεν, ὥστ’ ἐγὼ μὲν ἔφην
6. οὐδὲ δύο τινὰ τούτων ἀναμιμνήσκεσθαι τοῖς ἀνθρώποις ὑπάρχοντα.
7. τὸν μὲν γὰρ τοῦ ὀχήματος ἐκπεσόντα, γυμναζόμενον
8. ὁσημέραι, καὶ πάσαις ταῖς συνήθεσιν αὐτάρκως ἐκκρίσεσιν
9. ἐκκενούμενον, ἐσθίοντά τε σύμμετρα, καὶ σχεδὸν ὅλης ἡμέρας
10. ἡμῖν συνδιατρίβοντα, καὶ μήτε ἐκείνῳ μήτε ἄλλῳ τινὶ δοκοῦντα
11. δεῖσθαι κενώσεως, ἐπειδὴ κατενεχθεὶς ἐθλάσθη τινὰ
12. μόρια, φλεβοτομίας ἠξίωσε, οὔτε ἔρευθός τι προσκτησάμενον,
13. οὔτ’ ἀγγείων ὄγκον, οὔτ’ ἄλλο οὐδὲν ἐκ τῶν τῆς συνδρομῆς,
14. ἀλλὰ μόνον ἀλγοῦντα τὰ τεθλασμένα μόρια. κατὰ ταὐτὰ δὲ
15. καὶ τὸν ὀφθαλμιῶντα καὶ τὸν τὴν κεφαλὴν ὀδυνώμενον,
16. οὐδὲν ὅλως ἔχοντας τῶν εἰρημένων ἐν τῇ πληθωρικῇ συνδρομῇ,
17. καὶ ἄλλους δὲ πολλοὺς ὑφ’ ἡμῶν οἶδα φλεβοτομηθέντας,
18. ἤτοι μηδ’ ὅλως ἔχοντας μηδὲν ἐκ τῆς πληθωρικῆς συνδρομῆς,
1. ἢ οὐ πάντα γε ἅμα τὰ πρὸς ἡμῶν λεγόμενα. νυνὶ γὰρ, ἔφην,
2. ἀναμιμνήσκων ἐμαυτὸν, οὓς εἶδον ὑφ’ ὑμῶν φλεβοτομηθέντας,
3. οὐδενὸς ἐξ αὐτῶν εὐπορῶ τοῦ τὴν ἐν τοιούτοις συμπτώμασιν
4. ἅπασαν ἔχοντος συνδρομήν· ἀλλ’ ὁ μέν τις,
5. ὅτι κοπώδης ἦν, ἐφλεβοτομήθη, μηδὲν ἄλλο ἔχων·
6. ὁ δὲ, ὅτι πυρέττων σφοδρῶς, ἢ ἀλγῶν ὀφθαλμοὺς, ἢ κεφαλὴν,
7. ἢ αἱμοῤῥοΐδας ἐπεσχημένος, ἢ καταμήνια γυνὴ, οὐ
8. πάντα δὲ, ὅσαπερ ἡ πληθωρικὴ συνδρομὴ βούλεται συνελθεῖν.
9. εἰ μὲν οὖν ἁπάσας τὰς διαθέσεις, ἐφ’ αἷς τετήρηται φλεβοτομία
10. συμφέρουσα, πληθωρικὰς ὀνομάζεις, ὥρα λέγειν ἡμᾶς
11. ὀφθαλμίαν, πλευρῖτιν, ἄλγημα σφοδρὸν, ἐξ ὀχήματος κατάπτωσιν,
12. ἕτερά τε μυρία, πληθωρικὰς συνδρομάς· εἰ δὲ
13. τούτων οὐδὲν ἐν τῇ πληθωρικῇ συνδρομῇ περιέχεται, τὸ δὲ
14. τῶν συμπτωμάτων ἄθροισμα τῶν ἔμπροσθεν εἰρημένων ὀνομάζεται
15. πληθωρικὴ συνδρομὴ, οὐδένα χρὴ φλεβοτομεῖν πρὶν
16. ἅπαντα ἔχειν αὐτά. πῶς μὲν οὖν ἐκεῖνος ἀπήντησέ μοι πρὸς
17. ταῦτα, καὶ οὐδὲν πρέπον ἀπεκρίνατο, μακρᾶς ἔργον σχολῆς,
1. οὐ τῶν νῦν ἡμῖν προκειμένων ἔργον οἰκεῖον· ἐγὼ δὲ ἐπειδήπερ
2. οὐ σχολὴν ἀδολεσχεῖν ἄγω νῦν, ἔγνων μὴ νῦν, ἐν δὲ τῷ
3. περὶ φλεβοτομίας λόγῳ τοὺς σκοποὺς ἅπαντας ἐπιδεῖξαι προῄρημαι
4. τοῦ βοηθήματος, οὓς οὐδ’ αὐτούς τις ἀκριβῶς τε καὶ
5. διωρισμένως ἔγραψε.
⟨
(De plen.) [n° 053 Fichtner] [GalLat]
De plenitudine
Περὶ πλήθους
Pléthore
Fulness (Plen.)
Otte, 2001.
De plenitudine, 1824, vol. 7, p. 513-583. urn:cts:greekLit:tlg0057.tlg050.verbatim-lat1
Otte, 2001 (deu).
De plenitudine, 9, ed. Kühn, 1824, vol. 7, p. 557-561. urn:cts:greekLit:tlg0057.tlg050.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩