Galenus. De tremore, palpitatione, convulsione et rigore (De trem., palp., convuls. et rig.) [n° 054 Fichtner] [GalLat]

Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Tremblement, palpitation, convulsion et frisson
Tremor, Spasm, Convulsion and Shivering (Trem. Palp.)
De tremore, palpitatione, convulsione et rigore, 1824, vol. 7, p. 584-642. urn:cts:greekLit:tlg0057.tlg051.verbatim-lat1
Sider, McVaugh, 1979 (eng;grc).

De tremore, palpitatione, convulsione et rigore, 1, ed. Kühn, 1824, vol. 7, p. 584-585. urn:cts:greekLit:tlg0057.tlg051.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΜΟΥ ΚΑΙ ΠΑΛΜΟΥ

ΚΑΙ ΣΠΑΣΜΟΥ ΚΑΙ ΡΙΓΟΥΣ ΒΙΒΛΙΟΝ.

1. Ἐπειδὴ Πραξαγόρας ὁ Νικάρχου, τά τε
2. ἄλλα τῆς ἰατρικῆς ἐν τοῖς ἀρίστοις γενόμενος ἔν τε τοῖς περὶ
3. φύσιν λογισμοῖς δεινότατος, οὐκ ὀρθῶς μοι δοκεῖ περί τε
4. σφυγμοῦ καὶ παλμοῦ καὶ σπασμοῦ καὶ τρόμου γινώσκειν,
5. ἀρτηριῶν μὲν ἅπαντα νομίζων εἶναι πάθη, διαφέρειν
6. δὲ ἀλλήλων μεγέθει· διὰ τοῦτο ἔδοξέ μοι κοινῇ περὶ πάντων
7. αὐτῶν ἐν τῷδε τῷ γράμματι διελθεῖν, οὐχ ἵνα ἐλέγξαιμι
8. Πραξαγόραν ἐν οἷς σφάλλεται, τοῦτο μὲν γὰρ αὐτάρκως
1. Ἡρόφιλος ἔπραξε, μαθητὴς αὐτοῦ γενόμενος, ἀλλ’ ἵν’ οἷς
2. ὀρθῶς ἐκεῖνος ἔγραψε τὰ λείποντα προσθῶ. περὶ μὲν δὴ
3. τοῦ σφυγμοῦ, τί ποτ’ ἔστι καὶ καθ’ ὅντινα τρόπον γίνεσθαι
4. πέφυκεν, ἔν τε τῇ περὶ σφυγμῶν πραγματείᾳ δέδεικται καὶ
5. νῦν εἰρήσεται τοσοῦτον, ὅσον ἂν εἰς τὰ προκείμενα χρήσιμον
6. εἶναι φαίνηται. περὶ δὲ τῶν ἄλλων ἐν τῷδε τῷ πράγματι
7. δίειμι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος.

Cliquer un n° de page pour en afficher l’image