Galenus. De tremore, palpitatione, convulsione et rigore (De trem., palp., convuls. et rig.) [n° 054 Fichtner] [GalLat]

Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Tremblement, palpitation, convulsion et frisson
Tremor, Spasm, Convulsion and Shivering (Trem. Palp.)
De tremore, palpitatione, convulsione et rigore, 1824, vol. 7, p. 584-642. urn:cts:greekLit:tlg0057.tlg051.verbatim-lat1
Sider, McVaugh, 1979 (eng;grc).

De tremore, palpitatione, convulsione et rigore, 3, ed. Kühn, 1824, vol. 7, p. 586-588. urn:cts:greekLit:tlg0057.tlg051.1st1K-grc1:3

6. Ὁ τρόμος μὲν οὖν γίνεται τῆς ὀχούσης καὶ
7. κινούσης τὸ σῶμα δυνάμεως ἀῤῥωστίᾳ. οὐ γὰρ ἐξ ἑαυτῶν
8. δήπου τὰ μόρια τῶν ζώων οὕτως ὄντα βαρέα καὶ κάτω φέρεσθαι
9. πεφυκότα, τὰς εἰς ἅπαντα τόπον ἔχει κινήσεις, ἀλλ’
10. ἡ διὰ τῶν νεύρων τοῖς μυσὶν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένη δύναμις
11. οἷον ὄχημά τι καὶ πτέρωμα τῆς κινήσεως αὐτοῖς ἐστιν,
12. ἣν ὅταν μὲν ἀπολέσῃ τελέως, ἀπόλλυσι δὲ τὰ παραλελυμένα,
13. καταφέρεται καὶ πίπτει κάτω δίκην ὄρνιθος πτεροῤῥυήσαντος,
14. ὅθεν οὐδεμία κίνησις ἀπολείπεται τοῖς οὕτω παθοῦσιν. εἰ δὲ
15. περιγίνοιτο μὲν ἡ δύναμις, ὀλίγη δὲ καὶ ἀσθενὴς, ὡς μήθ’
16. ἱκανῶς ὀχεῖν τε καὶ βαστάζειν τὰ μέρη τοῦ σώματος, ἢ ὥσπέρ
17. τι φορτίον φέρειν μὴ δύνασθαι, ἀνάγκη τὸ διακείμενον οὕτω
18. μόριον ἐν τρόμῳ καθορᾶσθαι. αἱ γὰρ ὑπὲρ τὴν δύναμιν τοῖς
1. ἀσθενέσι κινήσεις βίαιοί τε καὶ πρὸς ἀνάγκην γιγνόμεναι τρομώδεις
2. εἰσίν. οἶμαί σε πολλάκις ἑωρακέναι βαρὺ φορτίον
3. ᾑρημένον τινὰ, κᾄπειτα βαδίζειν ἐπιχειροῦντα πρὸς βίαν, ὡς
4. τρομώδης γίνεται τοῖν σκελοῖν. καὶ γὰρ εἰ καὶ ταῖν χεροῖν
5. ὑπέρβαρύ τι βαστάζειν ἐπιχειροίη, τρομώδης ἔσται ταῖν χεροῖν.
6. οὕτω δὲ καὶ ἄνθρωπος ὅταν φοβῆται, ἤν τέ τι
7. ταῖς χερσὶ δρᾷν, ἤν τε βαδίζειν ἐθέλῃ, τρομώδεις μὲν αἱ χεῖρες
8. αὐτῷ τολμῶντι δι’ αὐτῶν ἐνεργεῖν, τρομώδη δὲ τὰ σκέλη
9. βαδίζειν ἐπιχειροῦντι. καθαιρεῖ γὰρ ἰσχὺν δυνάμεως οὐδὲν
10. ἧττον τῶν ἄλλων φόβος. ἢν δὲ ἅπαξ αὕτη καταπέσῃ καὶ
11. ἀῤῥωστήσῃ, πᾶν ἄχθος γίγνεται, κᾂν παντελῶς ᾖ κουφότατον.
12. ὥστε καὶ τὸ σῶμα τοῦ ζώου, κοῦφον ὂν πρότερον, οἷα
13. φορτίον αὐτὴν βαρύνει. γέροντες δ’ ὡσαύτως ἀπ’ ἀσθενείας
14. τὰ πολλὰ τρομώδεις εἰσὶ, ὅσοις τε διὰ νόσον ἡ τοῦ σώματος
15. ἰσχὺς ἐπόνησεν, οὐδὲ τούτοις ἄνευ τρόμων αἱ κινήσεις.
16. ἐν πᾶσι γὰρ τοῖς οὕτως ἔχουσιν ἡ κινοῦσα τὰ μέρη καὶ βαστάζουσα
17. δύναμις, ἀῤῥωστήσασα νυνὶ, ὅσον ἐπεφύκει πρότερον
1. αἴρειν, οὐκέτι δύναται, καθάπερ ὀκλάζουσα περὶ τὴν κίνησιν.
2. ἔνθα δ’ ἂν ὅλος ὁ τόνος ἐνδῷ τῆς φύσεως, ἐνταῦθα
3. τοῦ κουφίζοντος ἀποροῦντα τὰ σώματα τῷ σφετέρῳ βάρει
4. φέρεται κάτω, καὶ ἔμεινεν ἐνταῦθα. καθάπερ ἐν παραλύσεσιν,
5. εἰ πᾶσαν τὴν δύναμιν ἡ ἰσχὺς ἐπελελοίπει τελέως· ὅσον
6. δὲ αὐτῆς λείπεται, τοῦτο πάλιν ὀχεῖν ἐπιχειρεῖ. δύναται δὲ
7. οὐδὲ νῦν ὅσον βούλεται δι’ ἀσθένειαν· ἀλλ’ ὀλίγον μέν
8. τι κουφίζει, τὸ πλέον δ’ ἀπολείπει, ἀτελῆ καὶ κολοβὴν ἐγκαταλείπουσα
9. καὶ ταύτῃ τὴν κίνησιν. αὖθις οὖν ἐπιτρέπει τοῖς
10. σώμασι φέρεσθαι κάτω. τούτου συνεχῶς ἀποτελουμένου, καὶ
11. τὴν ἄνω φορὰν ἐκδεχομένης ἀεὶ τῆς κάτω, συναπτούσης δὲ αὖ
12. πάλιν τῆς ἄνω, διπλῆ μὲν καὶ σύνθετος ἡ πᾶσα γίνεται κίνησις,
13. ἀμειβόντων ἀεὶ τῶν μορίων τοὺς τόπους. ὄνομα δὲ τῷ
14. πάθει τρόμος, εἰς μὲν τὰ κάτω τῆς φορᾶς τοῖς σώμασι τῷ
15. σφετέρῳ βάρει γινομένης, ἄνω δὲ αὖ πάλιν ὑπὸ τῆς δυνάμεως
16. αἰρομένης.

Cliquer un n° de page pour en afficher l’image