Galenus. De tremore, palpitatione, convulsione et rigore (De trem., palp., convuls. et rig.) [n° 054 Fichtner] [GalLat]

Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Tremblement, palpitation, convulsion et frisson
Tremor, Spasm, Convulsion and Shivering (Trem. Palp.)
De tremore, palpitatione, convulsione et rigore, 1824, vol. 7, p. 584-642. urn:cts:greekLit:tlg0057.tlg051.verbatim-lat1
Sider, McVaugh, 1979 (eng;grc).

De tremore, palpitatione, convulsione et rigore, 5, ed. Kühn, 1824, vol. 7, p. 593-606. urn:cts:greekLit:tlg0057.tlg051.1st1K-grc1:5

8. Παλμὸς δέ γε καὶ τοῖς ἀκινήτοις συμβέβηκε.
9. καὶ γὰρ ὀφρὺς καὶ βλέφαρον καὶ ὀφθαλμὸς ἐπαίρονται
10. πολλάκις ἄνευ βουλήσεως ἁπάσης. ἔνθα καὶ τοῦτό γε σαφῶς
11. οἶμαι θεάσασθαι μεγάλην ἔχον μοῖραν εἰς ἐπίγνωσίν τε τοῦ
12. πάθους τῆς φύσεως ἀκριβῆ τε διάκρισιν ἀπὸ τῶν τρεμόντων.
13. αἱ μὲν γὰρ ἐν τοῖς παλλομένοις μέρεσιν ἐπάρσεις τε καὶ θέσεις
14. φαινόμεναι διατάσεις εἰσί τινες τῶν σωμάτων, οἷα πληρουμένων
15. αὖθίς τε πάλιν κενουμένων συνιζήσεις· αἱ δὲ ἐπὶ
16. τῶν τρεμόντων ὅλου τοῦ κώλου κινήσεις εἰσὶ, ποτὲ μὲν εἰς
17. τὸ κάτω ῥέποντος, αὖθις δ’ ἄνω φερομένου, διαστέλλεται 
1. δὲ οὐδὲν, οὐδὲ συστέλλεται. διὰ τοῦτο τρέμει μὲν ὅλον τὸ
2. μέρος, ὁπόταν τι δρᾷν ἐπιχειρῶμεν, οὐδενὸς ἀκινήτου τῶν ἐν
3. αὐτῷ μένοντος· ἀλλ’ ὁμοίως μὲν οἱ μύες, ὁμοίως δὲ τούτοις
4. ἀρτηρίαι καὶ νεῦρα καὶ φλέβες καὶ αὐτὰ τὰ ὀστᾶ καὶ τὸ
5. δέρμα ποτὲ μὲν ἄνω φέρεται, ποτὲ δὲ κάτω. πάλλεται δὲ οὐ
6. πάντα. νεῦρον γοῦν, ἢ ὀστοῦν, ἢ χόνδρον, ἤ τι τοιοῦτον
7. ἕτερον οὐκ ἂν ἴδοις ποτὲ παλλόμενον. οὐ γὰρ ἔχει κοιλίαν,
8. ἧς ἐν μέρει διαστελλομένης τε καὶ συστελλομένης, ἐπαίρεσθαι
9. μὲν, ὅταν διαστέλληται, συμπίπτειν δὲ, ὅταν συστέλληται,
10. τοῖς μέρεσιν ὑπάρξει. ἀλλ’ εἴτε μυῶν ἐστι πάθος μόνον ὁ
11. παλμὸς, ὡς Ἡρόφιλος ἐνόμιζεν, ἤ καὶ τοῦ δέρματος, ἢ ἀρτηριῶν,
12. ὡς ὑπελάμβανε Πραξαγόρας, αὖθις τοῦτο σκεψόμεθα.
13. τῇ γὰρ παρὰ τῇ τοῦ πεπονθότος τόπου ζητήσει
14. οἰκειοτέρα ἡ σκέψις. τὸ δέ γε νῦν εἶναι τοσοῦτον λαβόντες
15. εἰς τὸ πρόσθεν ἴωμεν, ὅτι διάστασις μέν τίς ἐστι καὶ συνίζησις
16. παρὰ φύσιν ὁ παλμὸς, ἀκούσιος δὲ κίνησις ἄνω τε καὶ
17. κάτω τῶν μερῶν ἐναλλὰξ φερομένων ὁ τρόμος. ἔστι δὲ οὐ
1. ταὐτὸν οὔτε τῷ ἄνω φέρεσθαι τὸ διαστέλλεσθαι οὔτε τῷ
2. κάτω τὸ συστέλλεσθαι. τὰ μὲν γὰρ ἄνω καὶ κάτω φερόμενα,
3. τὸν πρότερον ἀπολείποντα τόπον, εἰς ἕτερον μεθίσταται·
4. τὰ διαστελλόμενα δὲ καὶ συστελλόμενα, τὴν ἀρχαίαν
5. ἕδραν φυλάττοντα, τὸ μὲν ἐπιλαμβάνει τοῦ πέριξ χωρίου, τὸ
6. δὲ ἀπολείπει. ὥστε τὸ κινεῖσθαι μὲν ἀμφοτέροις κοινὸν,
7. ὅσα τε διαστέλλεται καὶ συστέλλεται, καὶ μέν τοι καὶ ὅσα
8. κάτω τε καὶ ἄνω φέρεται· ἴδιον δὲ τοῖς μὲν ἐλάττονα τόπον
9. ἤ πλέονα κατειληφέναι, τὸν ἐξ ἀρχῆς οὐκ ἀπολείπουσι·
10. τοῖς δὲ ἀεὶ τοὺς τόπους ἀμείβειν, μή ποτε ἐν ταὐτῷ μένουσι.
11. δεήσει δὲ, οἶμαι, κᾀνταῦθά μοι διορισμοῦ πρὸς τὸ πάντῃ
12. τὸν λόγον ἀληθεύειν. πολλάκις γὰρ ἤδη, πλεόνων ἅμα μυῶν
13. ἤ τινος ἑνὸς μεγάλου σφοδρῶς παλλομένου, συνεπαίρεται μὲν
14. διαστελλομένοις αὐτοῖς τὸ κῶλον, αὖθις δὲ καταπίπτει συστελλομένοις.
15. ἐνθάδε τὴν ἀκούσιον ἔπαρσίν τε καὶ θέσιν τοῦ
16. κώλου τρόμον οὐ χρὴ καλεῖν. ὄψει τε γὰρ σαφῶς τοὺς παλλομένους
17. μύας, οἷς κινεῖται τὸ κῶλον, αὐτή τε ἡ κίνησις
1. οὐχ οἵα τοῖς τρέμουσιν. ἐπὶ μὲν γὰρ τῶν διὰ τοὺς παλλομένους
2. μῦς ἐν κινήσει τὸ κῶλον ὅλον ἰσχόντων ἰδίοις καὶ αἰσθητοῖς
3. πέρασιν ἑκατέρα τῶν κινήσεων περιγράφεται· τῶν
4. δὲ τρεμόντων τὸ πάθος οὐ τοιοῦτον, ἀλλὰ τῆς ἑτέρας κινήσεως
5. ἔτ’ ἀρχομένης, ὡς ἄν τις φαίη, τὴν ἐναντίαν αὐτῇ
6. συνάπτουσαν εὑρήσεις, ὥστε ἀεὶ μὲν τὴν ἄνω φορὰν ἐκδέχεσθαι
7. τὴν κάτω, ταύτην δ’ ὑπ’ ἐκείνης πάλιν κωλύεσθαι συνεχῶς,
8. ἀτελευτήτου μὲν ἀεὶ τῆς ἄνω φορᾶς, ἀτελευτήτου δὲ
9. τῆς κάτω ῥοπῆς ὑπαρχούσης. τάδε μέν σοι τῶν παθῶν τὰ
10. γνωρίσματα καὶ τοῖσδε τοῖς συμπτώμασιν ἀλλήλων διαφέρει.
11. τόπον δὲ πάσχοντα καὶ τὸ ποιοῦν αἴτιον ἐφεξῆς ἂν εἴη σκοπεῖσθαι.
12. πνεῦμα παχὺ καὶ ἀτμῶδες οὐκ ἔχον διέξοδον αἴτιον
13. εἶναί φημι παλμῶν. ἀθροίζεσθαι δὲ τοῦτό φημι χρῆναι
14. κατά τινα κοιλότητα μὴ κομιδῆ μικρὰν, εἰ μέλλει τὴν διάστασιν
15. αἰσθητὴν ἕξειν τὸ μέρος. εἴρηται μὲν δὴ τὸ πᾶν ἐν
16. κεφαλαίῳ. δεῖ δέ σε τῶν ἀποδείξεων ἔτι πνευματικὴν μὲν
17. εἶναι τὴν οὐσίαν τῷ αἰτίῳ τιθέναι, διὰ τὸ τάχος τῆς κινήσεως
18. καὶ τῆς γενέσεως καὶ τῆς λύσεως. τί γὰρ οὕτω ῥᾳδίως
1. ἀθροίζεσθαί τε καὶ κενοῦσθαι δυνατὸν ἄλλο πλὴν πνεύματος;
2. ἔστι μὲν γὰρ τὰ συντιθέντα τὸν ἄνθρωπον, ὡς Ἱπποκράτης
3. ἐδίδασκεν ἡμᾶς, στερεὰ, ὑγρὰ, καὶ πνεύματα. μέμνηται δέ
4. πως αὐτῶν ὧδε, τὰ ἴσχοντα λέγων, καὶ τὰ ἐνισχόμενα, καὶ
5. τὰ ἐνορμῶντα· ἴσχοντα μὲν τὰ στερεὰ καλῶν, περιέχει γὰρ
6. καὶ ἀποστέγει τὰ ὑγρά· ἐνισχόμενα δὲ, τὰ ὑγρὰ, περιέχεται
7. γὰρ ὑπὸ τῶν στερεῶν· ἐνορμῶντα δὲ τὰ πνεύματα, πάντῃ
8. γὰρ ἐξικνεῖται τοῦ σώματος ἐν ἀκαρεῖ χρόνῳ ῥᾳδίως τε καὶ
9. ἀκωλύτως. ταχεῖαν οὖν κένωσιν, ἢ πλήρωσιν, ἢ διάστασιν,
10. ἢ συνίζησιν, ἢ θέσιν, ἤ ἔπαρσιν, ἤ τινα ἄλλην κίνησιν οὐδὲν
11. ἂν τῶν ἁπάντων ἐργάσαιτο πλὴν πνεύματος. ὥστε καὶ
12. παλμῶν αἰτία οὐσία μὲν τὸ πνεῦμα, ποιότης δὲ τῆς οὐσίας
13. ὑγρότης ἐστὶ καὶ παχύτης, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν,
14. ἡνίκα παχὺ καὶ ἀτμῶδες ὠνομάσαμεν αὐτό. εἰ γὰρ αἰθερῶδες
15. εἴη καὶ λεπτὸν καὶ καθαρὸν, ἀκωλύτως διεξερχόμενον
16. οὔτε πληρώσει ποτὲ οὔτε κενώσει τὰ μέρη. τὸ δὲ παχύτερον
17. ἢ κατὰ τοὺς πόρους τῶν σωμάτων, ἐν οἷς ἀθροίζεται,
1. στεγόμενον ἐντὸς, εἰ μὲν ἔχοι κοιλότητα τὸ σῶμα, ταύτην
2. πληρῶσαν ἤγειρέ τε καὶ διέστειλε τὸ περιέχον· εἰ δ’ οὐκ
3. ἔχοι, μεταξὺ δυοῖν ἀθροιζόμενον σωμάτων ἀπὸ θατέρου
4. θάτερον ἀφίστησιν, ἐπίκτητον ἑαυτῷ κοιλίαν ἐργαζόμενον.
5. οὗτος μὲν ὁ τρόπος ὁ δεύτερος εἰρημένος καὶ περὶ τὸ δέρμα
6. παλμοὺς ἐργάζεται πολλάκις, οὐκ αὐτοῦ τοῦ δέρματος ἐν
7. ἑαυτῷ κοιλότητά τινα κεκτημένου, ἀλλ’ ἐν τῷ μεταξὺ τοῦ
8. δέρματος καὶ τῶν ὑποκειμένων σωμάτων ἀθροίζεται τηνικαῦτα
9. τὸ πνεῦμα. ὁ δὲ τρόπος ὁ πρότερον εἰρημένος ἐν μυσὶ
10. μάλιστα γίνεται. κοιλότητες γὰρ ἐν τούτοις εἰσὶ πολλαί τε
11. καὶ σμικραί. Πραξαγόρας δὲ καὶ ταῖς ἀρτηρίαις ἀνατίθησι
12. σφυγμὸν, ὥσπερ ἀμέλει καὶ παλμὸν καὶ τρόμον καὶ σπασμὸν
13. ἀρτηριῶν πάθη· καὶ σφυγμὸν μὲν ἐν τῷ κατὰ φύσιν ἔχειν·
14. παλμὸν δὲ καὶ τρόμον καὶ σπασμὸν ἀλλήλων μὲν διαφέρειν
15. μεγέθει, κινήσεις δὲ εἶναι παρὰ φύσιν. ὅτι δὲ οὐκ ὀρθῶς
16. ἐγίνωσκε μόναις ἀρτηρίαις ἀναφέρων τὸν παλμὸν, οὐ χαλεπὸν
17. ἐξελέγξαι. σαφῶς γὰρ ἔστιν ἰδεῖν πολλάκις καὶ τὸ
18. δέρμα παλλόμενον καὶ τοὺς μῦς, οὐδεμιᾶς κατὰ τὸν τόπον 
1. ἀρτηρίας οὔσης, ἢ εἰ καὶ τυγχάνει τις οὖσα, κομιδῆ μικρᾶς
2. ὑπαρχούσης, ὡς ἄν τινα φανερῶς γνῶναι δύνασθαι, τὴν τοσαύτην
3. διάστασιν οὐκ εἶναι κατὰ τὸ τῆς ἀρτηρίας μέγεθος.
4. εἰ δὲ ὀρθῶς ἔνιοι τοῖς μυώδεσι σώμασι μόνοις ἀνατιθέασι τὸν
5. παλμὸν, τοῦτό μοι δοκεῖ μᾶλλον ἄξιον ἐπισκέψεως εἶναι. ἐγὼ
6. μὲν γὰρ καὶ πάνυ νομίζω σαφῶς τὴν ἀρτηρίαν οὐ μόνον παλμῶδες
7. ἀλλὰ καὶ σπασμῶδές τι πολλάκις ἐμφαίνουσαν εὑρίσκειν,
8. ὥσπερ καὶ ἄλλοι τῶν περὶ τοὺς σφυγμοὺς δεινῶν ὁμολογοῦσιν.
9. ἀλλὰ περὶ μὲν τούτου μακρότερός τε ὁ λόγος ἐστὶ κᾀν
10. τοῖς περὶ σφυγμῶν εἴρηται. κατὰ δὲ τὸ δέρμα μόνον ἐναργῶς
11. φαίνονται παλμοὶ γινόμενοι πολλοῖς τῶν ἀνθρώπων οὐκ ὀλιγάκις,
12. ὅταν ἀτμῶδες πνεῦμα κατά τι μόριον αὐτοῦ γεννηθὲν
13. ἴσχηταί τε καὶ βραδύνῃ κατὰ τὴν διέξοδον. οὕτω δὲ κᾂν ἐν
14. μυσὶν ἢ ἄλλῳ τινὶ σώματι φυσῶδες πνεῦμα πλεονάσῃ, κατ’
15. ἐκεῖνο παλμὸν ἐργάζεται. ὅτι δὲ πνεῦμα παχὺ καὶ ὁμιχλῶδες
16. ἢ ἀχλυῶδες ἢ φυσῶδες, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς, αἴτιον
17. γίνεται παλμοῦ, καὶ διὰ τοῦτο τῶν ἡλικιῶν αἱ ψυχρότεραι
18. παλμῷ εὐάλωτοι, καὶ φύσις σώματος ἡ ψυχροτέρα, καὶ χωρία
1. ψυχρὰ, καὶ ὥρα τοῦ ἔτους ἡ χειμερινὴ, καὶ βίος ἀργὸς ἐν
2. πλησμοναῖς τε καὶ μέθαις, ἐδέσματά τε ψυχρὰ καὶ φυσώδη,
3. καὶ πάνθ’ ἁπλῶς, ὅσα τὸ σῶμα καταψύχει· τὰ δ’ ἐναντία
4. τῶνδε καθαιρετικά ἐστιν αὐτίκα τῶν παλμῶν. τὰ μὲν γὰρ
5. θερμαίνοντα λεπτύνει τε τὸ πνεῦμα καὶ τὰ σώματα τίθησιν
6. ἀραιὰ καὶ μαλακά· τὰ δὲ ψύχοντα πυκνοῖ μὲν καὶ
7. συνάγει καὶ μύειν ἀναγκάζει τῶν σωμάτων τοὺς πόρους, παχύνει
8. δὲ καὶ πήγνυσι καὶ θολερὸν ἀποδείκνυσι τὸ πνεῦμα.
9. ῥᾳδίως οὖν ἴσχεται, διαπνεῖσθαι μὴ δυνάμενον, τῷ θ’ ἑαυτοῦ
10. πάχει καὶ τῇ τῶν περιεχόντων αὐτὸ σωμάτων πυκνότητι.
11. τὰ δὲ θερμαίνοντα πάλιν ἐξ ὑπεναντίου τοῖς ψύχουσι χέοντα
12. καὶ χαλῶντα καὶ διανοίγοντα τῶν σωμάτων τοὺς πόρους,
13. αὐτό τε τὸ πνεῦμα λεπτύνοντα καὶ πρὸς τὴν κίνησιν ἐπεγείροντα
14. ῥᾳδίως, οὕτω καὶ εὐπετεῖς αὐτῷ τὰς διεξόδους ἐργάζεται.
15. διὰ τοῦτο καὶ τὰ ἰάματα τῶν παλμῶν οἱ παλαιοὶ τῶν
16. ἰατρῶν ἐξεῦρον, ὅσα λεπτύνειν τε καὶ θερμαίνειν δύναται, οἷά
17. ἐστι τά τε δι’ εὐφορβίου, καὶ πυρέθρου, καὶ λιμνησίας,
18. καὶ θείου, καὶ πεπέρεως, ὅσα τε ἄλλα τοιαῦτα συγκείμενα
1. φάρμακα, καὶ τῶν ὑδάτων δὲ τὰ γῆθεν ἀνιόντα θερμὰ, καὶ
2. τούτων μάλιστα τὰ νιτρώδη τε καὶ θειώδη, καὶ ἀσφαλτώδη
3. τε ταῦτα ἐπαινοῦσι. χρῶνται δὲ καὶ θαλάττῃ, θερμαίνοντες
4. αὐτὴν, καὶ ἅλμῃ, εἰ θάλαττα μὴ παρείη. καὶ πίνειν διδόασι
5. τὰ θερμαίνοντα φάρμακα, καὶ μάλιστ’ αὐτῶν τὰ διὰ καστορίου
6. συγκείμενα· τοῦτο μέν γε καὶ ἔξωθεν ἐπιτιθέμενον,
7. οὐ μόνον πινόμενον, ἀγαθὸν φάρμακον, ὡς ἂν ἐκθερμαίνειν
8. τε ἅμα καὶ λεπτύνειν καὶ ξηραίνειν ἀκριβῶς δυνάμενον. παλμοῦ
9. μὲν δὴ παντὸς ἡ γένεσις ἐν τῷ ψυχρῷ, τρόμου δ’ οὐδὲ
10. μία πρόφασις, οὐδὲ τὸ ψυχρὸν αἴτιον· ἀλλ’ ἡ μὲν διάθεσις
11. ἀῤῥωστία τῆς κινούσης τὸ σῶμα δυνάμεως, τῆς δ’ εἰς τοῦτο
12. ἄγειν αἰτίας δυναμένης οὐχ ἓν εἶδος, ἀλλ’ ἤτοι τροφῆς ἀπορίᾳ,
13. καθάπερ ἐν χολέραις καὶ ῥεύμασι κοιλίας ἰσχυροῖς καὶ
14. σφοδραῖς αἱμοῤῥαγίαις καὶ τοῖς ἀποκαρτεροῦσιν, ἢ λυθέντος
15. τοῦ ζωτικοῦ τόνου, καθάπερ ἐν στομαχικαῖς καὶ καρδιακαῖς
16. ἐκλύσεσιν, ἢ βιαίας καὶ σφοδρᾶς ψύξεως καταλαμβανούσης
17. ἢ πλήθους αὐτὴν οἷον φορτίου βαρύνοντος, ἄῤῥωστος
18. εἰς τὰς κινήσεις γίνεται. ὅθεν οὐδὲ τῶν ἰαμάτων
1. ἓν εἶδος τοῖς τρέμουσιν, ὥσπερ γε τοῖς παλλομένοις, ἀλλ’ εἰ
2. μὲν ὑπὸ καταψύξεως τρέμοιεν, τὸ θερμὸν ἴαμα αὐτοῖς ἐστιν.
3. ὡς ὅσοι γε χειμῶνος ὁδοιποροῦντες, εἶτα ἐν κρύει καρτερῷ
4. καταληφθέντες ἡμιθνῆτές τε καὶ τρομώδεις οἴκαδε παρεγένοντο,
5. ῥᾷστα τοῦ πάθους ἀπηλλάγησαν ἐκθερμανθέντες. ὁμοίως
6. τούτοις ἰώμεθα καὶ τοὺς ἐπὶ πυρετῶν καταβολαῖς ψυχούσαις
7. ῥιγοῦντάς τε καὶ τρέμοντας. εἰ δὲ διαφορούμενοι γίνοιντο
8. τρομώδεις, ὡς ἐν ἐκλύσεσι καρδιακαῖς τε καὶ στομαχικαῖς, τὸ
9. θερμαίνειν τούτους κακῶν ἔσχατον, αὐτὸ γὰρ τοὐναντίον ἐν
10. τοῖσδε πυκνῶσαι χρὴ τὴν ἐπιφάνειαν, ὅσα ψύχει καὶ στύφει
11. καὶ συνάγει τοὺς πόρους προσφέροντας, οὐχ ὅσα θερμαίνει
12. καὶ χαλᾷ καὶ ἀναπεπταμένους ἐργάζεται. εἰ δ’ ἀπορίᾳ τροφῆς
13. ὡς ἐν τοῖς ἀποκαρτεροῦσιν ἢ ὑπερκενωθεῖσιν οἱ τρόμοι γίνοιντο,
14. τούτῳ μὲν οὐδὲ λόγου δεῖ, παντὶ γὰρ δῆλον τοῦτο,
15. ὡς τροφῆς οὗτοί γε χρῄζουσιν. ὅσοι δὲ διὰ πλῆθος ὑγρῶν
16. βεβαρημένης τῆς δυνάμεως τρέμουσιν, αἱ κενώσεις ἰάματα
17. τούτοις. καθάπερ που καὶ Ἱπποκράτης διδάσκει λέγων· Ἐστυμάργεω
18. οἰκέτις, ᾗ οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα,
1. ἀπέστραπτο δὲ στόμα τῆς μήτρας, καὶ ἐς ἰσχίον καὶ ἐς σκέλος
2. ὀδύνη, παρὰ σφυρὸν φλεβοτομηθεῖσα, ἐῤῥῄισε, καί τοι
3. τρόμοι τὸ σῶμα πᾶν κατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν δεῖ
4. ἐλθεῖν καὶ τῆς προφάσεως τὴν ἀφορμήν. γυναίου μέμνηται
5. μετὰ τόκον οὐ καθαρθέντος τὴν λεγομένην τὰ δεύτερα λοχείαν
6. κάθαρσιν, εἶτα τρομώδους γενομένου. τοῦτό, φησιν, ἰασάμην
7. φλεβοτομήσας ἀπὸ σφυροῦ, καί τοι τρόμοι τὸ σῶμα πᾶν
8. εἶχον. τί δὴ ἕτερον αἰνίττεται ἐνταῦθα, ἢ ὅτι ἕτερος οὐκ ἂν
9. ἐφλεβοτόμησε; ψυχρὸν γὰρ εἶναι πεπίστευται τὸ πάθος ὁ τρόμος,
10. τὸ δ’ αἷμα θερμόν. οὔκουν ἐτόλμησεν ἄν τις αἵματος
11. κενοῦν ἐν πάθει θερμαίνεσθαι δεομένῳ. ἀλλ’ ἐγώ, φησιν,
12. ἐτόλμησα, καὶ διδάσκει καὶ διὰ τί. ἀλλ’ ἐπὶ τὴν πρόφασιν
13. δεῖ ἐλθεῖν καὶ τῆς προφάσεως τὴν ἀφορμήν. τὸ ἐνοχλοῦν,
14. φησιν, ἠπιστάμην καὶ τοῦ ἐνοχλοῦντος τὴν αἰτίαν. τὸ μὲν
15. οὖν ἐνοχλοῦν ἦν αἵματος πλῆθος, αἰτία δὲ αὐτοῦ τῆς μήτρας
16. ἡ πρὸς τὸ ἰσχίον ἔγκλισις, δι’ ἣν οὐκ ἐκαθάρθη τὸ γύναιον.
17. ὅπερ οὖν ἐχρῆν αἷμα κενωθῆναι, μὴ κενούμενον, ἀλλ’
18. ἐν τῷ σώματι πλανώμενον, ἄχθος ἦν τῇ φύσει, ὅθεν ἐπιγνοὺς 
1. τοῦ τρόμου τὴν μὲν πρόφασιν αἵματος πλῆθος, ἀφορμὴν
2. δὲ τῆς προφάσεως τῆς μήτρας τὸ πάθος, εἶτα τοῦ μὲν
3. πλήθους ἐνδειξαμένου τὴν κένωσιν, τοῦ πεπονθότος δὲ μέρους
4. τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, συνθεὶς ἄμφω ταῦτα, τὴν
5. ἀπὸ τοῦ σφυροῦ φλεβοτομίαν μὲν ἐποιήσατο, φλεβοτομίαν
6. μὲν ὅτι κενοῦν αἷμα ἐβούλετο, ἀπὸ σφυροῦ δὲ, μήτρα γὰρ
7. ἐπεπόνθει. ὅτι μὲν οὖν αἵματος πλεονάζοντος φλεβοτομεῖν
8. χρὴ, δῆλον οἶμαι παντὶ, τὸ γὰρ αἷμα ἐν φλεψὶ περιέχεται·
9. ὅτι δὲ μήτρας πασχούσης περὶ σφυρὸν ἢ κατ’ ἰγνύην χρὴ τέμνειν,
10. εἰ μὴ πρότερον ἐξ ἀνατομῆς διδάξαιμι τὰς κοινωνίας
11. τῶν φλεβῶν, οὐκ ἂν ἕπεσθαι δύναιο τῷ λόγῳ. ἄλλη γὰρ
12. ἄλλῳ μέρει τοῦ σώματος κοινωνεῖ φλὲψ, καὶ χρὴ διὰ τῶν κοινῶν
13. ἀεὶ τὰς κενώσεις ποιεῖσθαι, ὡς εἴ γε τὰς μηδὲν κοινωνούσας
14. τῷ πεπονθότι μέρει φλέβας ἐντέμοις, οὔτε τὸ πεπονθὸς
15. ἰάσῃ, καὶ βλάψεις ἀεὶ τὸ ὑγιές. ἀναγκαῖον οὖν ἀεὶ φαίνεται
16. τῷ μέλλοντι καλῶς ἰᾶσθαι τὴν αἰτίαν ἐπίστασθαι, δι’ ἣν
17. γίνεται τὸ πάθος. ἀλλὰ περὶ μὲν αἰτίας τρόμου ἱκανὰ ταῦτα.
1. πεπονθὼς δὲ τόπος εἷς οὐδείς ἐστιν ἐξ ἀνάγκης ἐν τρόμοις,
2. καὶ μέμφομαί γε ἐνταῦθα Πραξαγόρᾳ καὶ Ἡροφίλῳ,
3. τῷ μὲν ἀρτηριῶν πάθος εἰπόντι τὸν τρόμον, Ἡροφίλῳ δὲ φιλοτιμουμένῳ
4. δεῖξαι περὶ τὸ νευρῶδες αὐτὸ γένος ἀεὶ συνιστάμενον.
5. ὁ μὲν οὖν Πραξαγόρας πόῤῥω τοῦ ἀληθοῦς ἥκει· ὁ
6. δὲ Ἡρόφιλος ἠπατήθη τὸ τῆς δυνάμεως πάθος ἀναφέρων
7. τοῖς ὀργάνοις. ὅτι μὲν γὰρ τὸ νευρῶδες γένος, οὐ τὸ ἀρτηριῶδες,
8. ὑπηρετεῖ ταῖς κατὰ προαίρεσιν κινήσεσιν, ὀρθῶς ἐγίνωσκεν·
9. ὅτι δὲ οὐκ αὐτὸ τὸ σῶμα τῶν νεύρων αἴτιον κινήσεως,
10. ἀλλὰ τοῦτο μὲν ὄργανον, ἡ κινοῦσα δ’ αἰτία ἡ διήκουσα
11. δύναμις διὰ τῶν νεύρων ἐστὶν, ἐνταῦθα μέμφομαι αὐτῷ μὴ
12. διορίσαντι δύναμίν τε καὶ ὄργανον. εἰ γὰρ διώρισεν, εὐθὺς
13. ἂν ἔγνω διότι βλαβήσεται τοὖργον οὐκ ὀργάνων μόνων, ἀλλὰ
14. καὶ δυνάμεων πάθει. ἐπὶ μὲν οὖν τῶν τεθνεώτων οὐδὲν οὔτε
15. τὰ νεῦρα πέπονθεν οὔθ’ οἱ μύες, ὅσα πάθη πάσχειν αὐτὰ
16. νομίζουσιν Ἡρόφιλός τε καὶ Πραξαγόρας· ἀπολέλοιπε δ’
17. αὐτῶν πᾶσα κίνησις εὐθὺς ἅμα τῇ ψυχῇ, μύες δὲ καὶ νεῦρα
1. ταύτης ὄργανα. οὔκουν μυὸς οὐδὲ νεύρου τὸ κινεῖν, ἀλλὰ
2. ψυχῆς. οὐδὲ γὰρ αὐλῶν ἔργον ἡ αὔλησις, οὐδὲ κιθάρας ἡ
3. κιθάρισις· ἀλλ’ αὔλησις μὲν ἔργον αὐλητοῦ δι’ ὀργάνων αὐλῶν,
4. κιθάρισις δὲ τοῦ μουσικοῦ, τὸ δ’ ὄργανον ἡ κιθάρα.
5. διαφθαρήσεται δὲ καὶ αὔλημα καὶ κιθάρισις πολλάκις μὲν
6. διὰ τοὺς τῶν ἔργων δημιουργοὺς, ἔσθ’ ὅτε δὲ διὰ τὴν τῶν ὀργάνων
7. οἷς χρῶνται βλάβην. οὕτω δὲ καὶ κινήσεως ἐν τῷ
8. ζώῳ τῆς κατὰ προαίρεσιν ὁ μὲν οὖν δημιουργὸς καὶ τεχνίτης
9. ἡ διοικοῦσα τὸ ζῶόν ἐστι δύναμις, τὰ δὲ ὄργανα νεῦρα καὶ
10. μύες. καὶ τὸ μὴ κινεῖσθαι τοιγαροῦν καὶ τὸ κακῶς κινεῖσθαι
11. γένοιτ’ ἂν ἢ διὰ τῶν ὀργάνων τὸ πάθος, ἢ διὰ τὴν
12. χρωμένην τοῖς ὀργάνοις δύναμιν. παλμοὶ μὲν οὖν καὶ σπασμοὶ
13. καὶ παραλύσεις ὀργάνων βλάβαι, τρόμοι δὲ δυνάμεως
14. ἀῤῥωστούσης πάθη.

Cliquer un n° de page pour en afficher l’image