15. Τρόμος μὲν δὴ σαφῶς διώρισται παλμοῦ·
16. ῥίγους δὲ τρόμον διορίσαις ἂν ὧδε. χρὴ δὲ πρότερον, οἷόν
17. τι τὸ ῥιγοῦν ἐστιν ἐπισκέπτεσθαι. καὶ γὰρ οὖν καὶ τοῦτο
18. δοκεῖ μὲν εἶναι τῶν πάνυ γνωρίμων, ἔστι δ’ οὐδενὸς ἧττον
1. δυσδιάγνωστον οὐ ταύτῃ μόνον, ὅτι τὴν αἰτίαν εὑρεῖν ἢ
2. τὴν ἀπ’ αὐτῆς περὶ τὸ σῶμα γινομένην διάθεσιν οὐκ εὐπετὲς,
3. ἀλλ’ ἔτι τούτων πρότερον, ὅτι ἐν αὐτῇ δοκοῦσί μοι τῇ τῆς
4. ἐννοίας ὑπογραφῇ σφάλλεσθαι. ῥῖγος γὰρ εἰ μὲν οὕτως
5. ἁπλῶς κατάψυξιν εἴποις, ὥς τινες ἀπεφήναντο, κατάφωρον
6. τὸ σφάλμα, πολλῶν μὲν ἰσχυρῶς καταψυχομένων, οὐ μὴν
7. καὶ ῥιγούντων· ἀλλ’ οὐδ’ εἰ κατάψυξιν ἰσχυρὰν, οὐδὲ τοῦτ’
8. ἀληθές· οἱ γοῦν στομαχικῶς ἀλγοῦντες, ἢ καρδιακῶς,
9. ἰσχυρῶς μέν εἰσι κατεψυγμένοι, ῥιγοῦσι δὲ οὔ. τὸ δὲ σὺν τρόμῳ
10. λέγειν κατάψυξιν τὸ ῥῖγος, εἰς ὅπερ οἱ πολλοὶ τῶν ἰατρῶν
11. ἀπηνέχθησαν, ἀφορμὴν ἔσχηκε τῆς ἀπάτης τὸν βρασμὸν καὶ τὸν
12. κλόνον τὸν τοῖς σφοδροῖς ῥίγεσιν ἐζευγμένον. ἐξελέγχεται
13. δ’ ἐναργῶς ἐκ τοῦ μήθ’ ἅπασι τοῖς ῥιγοῦσι συμβεβηκέναι, μόνοις
14. δὲ τοῖς σφοδρῶς, μήθ’ οἷς συμβέβηκε, τρόμου τοῦ γινομένου
15. πάθους ὄντος, ἀλλά τινος οἷον σεισμοῦ τε καὶ κλόνου. τρόμος
16. μὲν γὰρ, ὡς ἀπεδείξαμεν, ἄνευ τοῦ προελέσθαι κινεῖν τὸ
17. μέρος οὐ γίνεται, ὁ δὲ τοῖς σφοδροῖς ῥίγεσι συνεδρεύων κλόνος
1. οὕτω βίαιός τε καὶ μετ’ ἀνάγκης ἐμπίπτει τοῖς σώμασιν,
2. ὥστε ἀμήχανον ἡσυχάζειν, κᾂν πάνυ τις ἀνδρείως ἀντιτάξηται.
3. καὶ τρόμος μὲν ἑνὸς πάθος μέρους, ὅλου δὲ τοῦ σώματος
4. τὸ ῥῖγος. ὅθεν ἔμοιγε καὶ Πλάτωνος ἐπέρχεται θαυμάζειν,
5. εἰ ταὐτὸν ἡγεῖται τρόμον τε καὶ ῥῖγος. εἰ γὰρ οἱ σὺν
6. τρόμῳ κατάψυξιν εἰπόντες τὸ ῥῖγος ἥμαρτον, ποῦ γ’ ἂν αὐτὸς
7. ταὐτὸν εἶναι νομίζων τὸ τρέμειν τῷ ῥιγοῦν ἀληθεύοι;
8. πρὸς μὲν γὰρ οἷς εἴπομεν ἀτόποις, ἔτι καὶ τοῦτο αὐτῷ μάχεται,
9. τὸ τρέμειν μέν τινας, οὐδεμίαν αἴσθησιν ἔχοντας ψύξεως,
10. ἀμήχανον γὰρ εἶναι ῥιγοῦν ἄνευ τοῦ δοκεῖν κατεψύχθαι.
11. διὰ τοῦτ’ οὖν οὐδ’ ἐκεῖνοί μοι δοκοῦσι πόῤῥω τῆς ἐννοίας
12. ἔρχεσθαι τοῦ πάθους, ὅσοι καταψύξεως αἴσθησιν ἔφασαν εἶναι
13. τὸ ῥῖγος. οὐ γὰρ ταὐτὸν δήπου φαίης ἂν ἐψῦχθαί τε καὶ
14. ψύξεως αἰσθάνεσθαι. τὰ μέν τοι παρειμένα τε καὶ τὰ ναρκώδη
15. καὶ δυσαίσθητα καὶ τὰ παντελῶς ἀναίσθητα κατέψυκται
16. πάντα, καὶ τὸ τρομῶδες, καὶ τὸ παράπληκτον, καὶ τὸ ἐπίληπτον,
17. ὡσαύτως δὲ καὶ τὸ φυσῶδες, καὶ τὸ ὑδαρῶδες, καὶ
1. τὸ ἐμφυσηματῶδες, καὶ τὸ οἰδηματῶδες ἅπαν ψυχρόν· ἀλλ’
2. οὐδὲν τούτων αἰσθάνεται τῆς ἐν αὐτῷ ψύξεως, ὅθεν οὐδὲ
3. ῥιγοῖ· εἰ δ’ αἴσθοιτο, πάντως εὐθὺς καὶ ῥιγώσει. διὰ ταῦτα
4. τοίνυν φημὶ μὴ καλῶς ὑπολαμβάνειν τὸν Πλάτωνα, ταὐτὸν
5. εἶναι ῥῖγός τε καὶ τρόμον· οὔτε ἑνός ἐστι μέρους τὸ πάθος
6. τὸ ῥιγοῦν, ὡς τὸ τρέμειν, οὔτ’ αἴσθησις ψύξεως τοῖς
7. τρέμουσιν, ὡς τοῖς ῥιγοῦσιν, ἥ τε κίνησις ἐπὶ μὲν τῶν, ἄνευ
8. τοῦ κινεῖν ἐθέλειν τὰ μέρη, παντάπασιν ἀκούσιος· ἐπὶ δὲ
9. τῶν τρεμόντων, οὐκ ἄνευ τοῦ περὶ τὸ κινεῖν ὁρμῆς. ἀλλὰ.
10. Πλάτωνι μὲν ἴσως καὶ συγχωρήσειεν ἄν τις ἐν οὕτω λεπτοῖς
11. καὶ ἰατρικοῖς πράγμασιν ἁμαρτάνειν, καί τοι τῶν γε ἄλλων
12. παθῶν τῶν κατὰ τὸ σῶμα σχεδὸν ἁπάντων τὴν γένεσιν ἀκριβῶς
13. διεξῆλθεν· Ἀθηναίου δὲ ἄξιον θαυμάζειν τοῦ Ἀτταλέως,
14. πολὺ γὰρ ἔτι καὶ Πλάτωνος ὕστερος γενόμενος οὐκ ἐν τοῖς
15. περὶ τῆς αἰτίας λογισμοῖς μόνον ἕπεται τῷ Πλάτωνι, τοῦτο
16. μὲν γὰρ ἀνεκτὸν, ἀλλὰ καὶ περὶ τὴν ἔννοιαν ὁμοίως ἐκείνῳ
17. φαίνεται συγκεχυμένος. οὔτε γὰρ διωρίσατο ῥίγους καὶ τρόμου
18. τὴν ἔννοιαν, ὑπογράφων τε τὸ ῥῖγος ὧδέ πώς φησι·
1. τῇ δὴ μάχῃ καὶ τῷ σεισμῷ τούτῳ τρόμος καὶ ῥῖγος ἕπεται,
2. ψυχρὸν δὲ τὸ πάθος ἅπαν. τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν
3. ὄνομα, ὥς πού, φησι, καὶ ὁ Πλάτων λέγει. οὗτος γὰρ
4. αὐτὴν τὴν λέξιν εἴρηκε τοῦ Πλάτωνος. ἔχει δὲ ἡ σύμπασα
5. τόνδε τὸν τρόπον· τὰ γὰρ δὴ τῶν περὶ τὸ σῶμα ὑγρῶν μεγαλομερέστερα
6. εἰς τὰς ἐκείνων οὐ δυνάμενα ἕδρας ἐνδῦναι,
7. συνωθοῦντα ἡμῶν τὰ νοσερὰ (εἰσὶ δὲ τὰ σμικρότατα) ἔξωθεν
8. τὸν ἕτερον ἐξ ἀνωμάλου κεκινημένον, (οὔτ’) ἀκίνητον δι’ ὁμαλότητα
9. καὶ τὴν ξύνωσιν ἐπεργαζόμενα πήγνυσι. τὸ δὲ παρὰ
10. φύσιν συναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτῷ εἰς τὸ
11. ἐναντίον ἀπωθοῦν. τῇ δὲ μάχῃ καὶ τούτῳ τῷ σεισμῷ τρόμος
12. καὶ ῥῖγος ἐτέθη. ψυχρὸν δὲ τὸ πάθος ἅπαν, τοῦτο καὶ τὸ
13. δρῶν αὐτὸ ἔσχεν ὄνομα. ὅτι μὲν οὔτε τῷ τρόμῳ ταὐτόν ἐστι
14. τὸ ῥιγοῦν, ἀλλ’ οὐδὲ κατάψυξις ἁπλῶς, οὐ μὴν οὐδὲ
15. κατάψυξις ἰσχυρὰ, σαφῶς ἐπιδέδεικται. τὸ δ’ ὀλίγῳ πρόσθεν
16. ῥηθὲν, ὡς ἄρα κατάψυξίς ἐστιν, ἀλλ’ αἰσθητὴ, βασανίσωμεν,
17. εἰ μὴ ψευδῶς εἴρηται. τινὲς γὰρ οὐκ αἰσθητὴν ψύξιν
18. τὸ ῥῖγος, ἀλλὰ ὀδυνηρὰν εἶναι νομίζουσι. καταψύχεσθαι
1. μὲν γάρ φασιν ἰσχυρῶς πολλοὶ καὶ τῶν ὑγιαινόντων, οἱ μὲν
2. ἑκόντες, ἐμψύξεως ἐπιθυμίᾳ διατρίψαντες ἐπὶ πλέον ἐν ὕδατι
3. ψυχρῷ, τινὲς δὲ καὶ χρείᾳ τούτου χρονίζουσιν ἐν τῷ ψυχρῷ,
4. ῥιγοῦσι δ’ οὐκ εὐθὺς, ὥσπερ οὐδ’ ὁ λελουμένος, εἶθ’
5. ἑαυτὸν ἐμβαλὼν εἰς ὕδωρ ψυχρόν. οὐδὲ γὰρ οὗτος εἰ μὴ
6. χρονίσειεν ἐπὶ πολὺ, ῥιγοῖ, καίτοι τῆς γε τοῦ ψυχροῦ ποιότητος
7. αἰσθάνεται σαφῶς. ὥσθ’ ὅσον οὖν τῷ τῆς ψύξεως
8. αἰσθάνεσθαι πάντες ἂν εὐθέως ἐῤῥίγουν οὗτοι, εἴπερ ἦν
9. αἰσθητὴ ψύξις τὸ ῥῖγος. ἀλλ’ οὐ ῥιγοῦσιν, εἰκότως· οὐ
10. γάρ ἐστιν ἅπασι μετ’ ὀδύνης ἡ ψύξις, ἀλλά τινες αὐτῶν, ὅσοι
11. θέρους ὥρᾳ μάλιστα μὴ φέροντες τὸ πνῖγος εἰς ψυχρὸν ὕδωρ
12. ἑαυτοὺς ἐμβάλλουσιν, οὕτω φιληδοῦσι πρὸς τὴν ψύξιν, ὥστε
13. διατρίβουσιν εἰς τοσοῦτον ἐν αὐτῷ, μέχρις ἂν ἁπτομένῳ
14. σοι δόξωσιν ἀπεψῦχθαι δίκην κρυστάλλου. ἆρ’ οὖν ἔχοιμεν
15. ἂν ἤδη τὸ πᾶν, ὀδυνηρὰν ψύξιν ὁρισάμενοι τὸ ῥῖγος, ἤ τινος
16. ἔτι προσδεῖ; τάχα γὰρ οὐ πᾶν ῥῖγος οὕτως ὁριστέον. ἐπί γέ
17. τοι τῶν νοσούντων οὐ ταὐτὸν μὲν δοκεῖ τὸ ῥιγοῦν τῷ φρίττειν
18. ἢ καταψύχεσθαι. λέγομεν οὖν πολλάκις, εἰσβολὴν
1. παροξυσμοῦ τῷδε μέν τινι μετὰ ῥίγους, ἑτέρῳ δέ τινι μετὰ
2. φρίκης, ἄλλῳ δὲ μετὰ καταψύξεως μόνης γεγονέναι, κᾀν
3. τοῖς τῶν ἰατρῶν ἁπάντων συγγράμμασιν ἡ αὐτὴ χρῆσίς ἐστι
4. τῶν ὀνομάτων. ὡς ὅταν μὴ μετὰ βρασμοῦ καὶ κλόνου καταψύχηταί
5. τις, οὐ ῥιγοῖ οὗτος, ἀλλὰ δεῖ, εἴπερ μέλλει τὸ
6. πάθος ῥῖγος καλεῖσθαι, τὴν ἀνώμαλόν τε καὶ ἀπροαίρετον
7. αὐτῷ κίνησιν προσεῖναι. τὸ δ’ ἄνευ ταύτης, εἴγε μηδὲ τὴν
8. ἐπιφάνειαν ἀνωμάλως κινεῖ, κατάψυξιν καλοῦσιν· εἰ δὲ ταύτην
9. μὲν ταράττοι τε καὶ σείοι κατά τινας ἐμβολὰς, τὸ δὲ ὅλον
10. σῶμα μὴ συγκινοῖ, φρίκην ὀνομάζουσιν, ὡς εἶναι τὴν φρίκην
11. τοῦ δέρματος μόνου πάθος τοιοῦτον, οἷον τοῦ παντὸς
12. σώματος τὸ ῥῖγος. ἐπὶ δέ γε τῶν ὑγιαινόντων ἑτέρως τὸ
13. ῥιγοῦν λέγομεν, ἐκτείνοντες ἐπὶ πᾶσαν ὀδυνηρὰν κατάψυξιν.
14. εἰ δὲ νοσήματος λόγῳ γίγνοιτο ῥῖγος, οὐκ ἀρκεῖ μόνον τοῦτο
15. φάναι, προσθεῖναι δὲ χρὴ τὴν παντὸς τοῦ σώματος ταραχὴν,
16. ὃ ἐπαγόμενοί τινες, μετὰ τρόμου κατάψυξιν εἶπον αὐτὸ,
17. σαφῶς δὲ οὐχ ἡρμήνευσαν. οὐ γὰρ χρὴ τρόμον καλεῖν, ἀλλὰ
1. βρασμόν τινα ἀπροαίρετον ἢ κλόνον, ἢ σεισμὸν, ἢ τοιοῦτον
2. ἕτερον ἐξευρίσκειν ὄνομα. τὸ γὰρ τοῦ τρόμου κατὰ πάθους
3. ἰδίου κεῖται· ἐοίκασιν οὖν οἱ τὸ νοσερὸν ῥῖγος ὁριζόμενοι κατάψυξιν
4. ἄλλο μηδὲν εἰπόντες, ἀλλὰ τὸ τοῖς ὑγιαίνουσι γινόμενον.
5. καί τοι τὸ νοσερὸν ῥῖγος, ὑπὲρ οὗ τοῖς ἰατροῖς ὁ
6. πᾶς λόγος; ὁρίζεσθαι προὔκειτο καὶ τοῖς εἰρημένοις ἀνδράσι.
7. νοσερὸν δὲ καλοῦμεν, ὅταν ἀπὸ μηδενὸς ἔξωθεν αἰτίας βιαίας,
8. ἀλλ’ ἐξ ἑαυτοῦ τὸ σῶμα τοιαύτην ἴσχει διάθεσιν. οὕτω γὰρ
9. δὴ, οἶμαι, καὶ Ἱπποκράτης ἔλεγεν· ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος
10. ἐπιγενομένου, λύσις. οὔκουν ψυχρὸν ὕδωρ καταχέας τῷ
11. πυρέττοντι ποιήσεις ῥῖγος, ἀλλ’ ὅταν ἐξ αὐτῆς ἐγείρηται τῆς
12. ἐν τῷ σώματι διαθέσεως. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται
13. καὶ ταῦτα· μετὰ ῥίγους ἄγνοια, κακόν. κακὸν δὲ καὶ λήθη.
14. τὰ ἑκταῖα ῥίγεα δύσκριτα. ῥίγεα δ’ ἄρχεται γυναιξὶν ἐξ
15. ὀσφύος διὰ νώτου μᾶλλον, ἀτὰρ καὶ ἀνδράσι μᾶλλον
16. ὄπισθεν ἢ ἔμπροσθεν. ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ τοῖς
17. ὑγιαίνουσι γινόμενον, ἀλλὰ τὸ νοσῶδες εἴρηται ῥῖγος,
1. ὅπερ ἐστι κατάψυξις ἀλγεινὴ μετά τινος ἀνωμάλου σεισμοῦ καὶ
2. κλόνου παντὸς τοῦ σώματος. ὁπότ’ οὖν τί ποτέ ἐστι ῥῖγος
3. ἐγνώκαμεν, ἑξῆς ἴδωμεν καὶ τίς μὲν ἡ ποιοῦσα τὸ πάθος αἰτία,
4. τίσι δὲ μάλιστα προηγουμέναις αἰτίαις ἕπεται, καὶ τίσιν
5. ἐπιγίνεται διαθέσεσιν, ὑπὲρ ἁπάσης τε τῆς γενέσεως αὐτοῦ.
6. ὅτι μὲν γὰρ τὸ ῥιγοῦν πάθος ἐστὶ τοῦ κατὰ φύσιν θερμοῦ,
7. σχεδὸν ἅπασιν ὡμολόγηται. δεῖται δὲ πᾶς ὁ λόγος οὗτος ἀκριβοῦς
8. ἀκροατοῦ καὶ πολὺν μάλιστα νοῦν ἔχοντος. ἐγὼ μὲν γὰρ
9. εἶπον τοῦ κατὰ φύσιν θερμοῦ πάθος εἶναι τὸ ῥῖγος, ἵνα μή
10. τις τοῦ ἔξωθεν νομίσας εἰρῆσθαι, καταψεύδεσθαί με δόξειεν
11. Ἐρασιστράτου καὶ Πραξαγόρου καὶ Φιλοτίμου καὶ Ἀσκληπιάδου
12. καὶ μυρίων ἄλλων, ὅσοι τὸ θερμὸν οὐκ ἔμφυτον,
13. ἀλλ’ ἐπίκτητον εἶναι νομίζουσι. πῶς γὰρ. οὖν οὗτοι πάθος
14. ἐμφύτου θερμοῦ λέγοιεν, οἱ μηδὲ τὴν ἀρχὴν ἔμφυτον εἰδότες
15. θερμόν; ἀλλ’ ἔμφυτον μὲν, ὥσπερ εἴπομεν, οὐ πάντες ὁμολογοῦσι
16. τὸ θερμὸν ὑπάρχειν, γένεσιν δὲ ἐπίκτητον αὐτῷ
17. τεχνώμενοι, διαφερόντως ἄλλος ἄλλην, ἕν τοῦτο πάντες ὁμολογοῦσιν,
18. ὡς ἔσται τι κατὰ φύσιν ἐν ἑκάστῳ ζώῳ θερμὸν,
1. ἐν τῷ προσήκοντι μέτρῳ θεωρούμενον. καὶ δὴ περὶ τοῦτο
2. ῥῖγός τε καὶ φρίκην φασὶν ἅπασάν τε γίνεσθαι κατάψυξιν.
3. Ἀσκληπιάδης γοῦν οὐ μόνον τὸ θερμὸν, ἀλλ’ οὐδ’ ἄλλην τινὰ
4. τιθεὶς ἔμφυτον δύναμιν, ἅπαντα πυρετὸν ἐπί τισιν ἐμφράξεσιν
5. ὄγκων ἐν πόροις ἀεὶ συνίστασθαι λέγων, ἐν μεγέθεσι πόρων
6. τὴν διαφορὰν τιθέμενος αὐτοῦ, οὕτω φιλοτεχνεῖ, δείκνυσί
7. τε, τίσι μὲν ἀνάγκη ῥῖγος ἐζεῦχθαι, τίσι δ’ οὔ. καὶ
8. ἔγωγ’ ἂν εἰ μὴ μακρότερόν τε τοῦ καιροῦ τὸν λόγον ἤλπιζον
9. ἔσεσθαι καὶ ἄλλως οὐ δίκαιον ἡγοῦμαι ὑπὲρ Ἀσκληπιάδου
10. μὲν ἐπισκέψασθαι μόνου, παρελθεῖν δὲ τὰ τῶν ἄλλων, ἢ πάλιν
11. ἁπάντων ἐπιχειρῶν μνημονεύειν, εἰς μακρὸν καὶ ἀπέραντον
12. ἐμπεσεῖν λόγου μῆκος, ἑξῆς ἂν ὑπὲρ ἁπασῶν τῶν δοξῶν
13. ἐπισκεψάμενος, ἀφ’ ὅτου γε πιθανὸν τὴν ἀφορμὴν ἔσχηκεν
14. ἑκάστη, καὶ τί μάλιστα τὸ ἀπατῆσαν, ὅπῃ τε σφάλλονται
15. δείξας, οὕτως ἂν ἐπὶ τὴν ἡμετέραν ἧκον δόξαν. ἀλλὰ τοῦτο
16. μὲν εἰς ἕτερον ἀναβεβλήσθω καιρόν. οὐδὲ γὰρ Ἀθήναιον
17. ἐπαινῶ περὶ μὲν Ἀσκληπιάδου καὶ Ἡρακλείδου τοῦ Ποντικοῦ
1. καὶ Στράτωνος τοῦ φυσικοῦ λέγοντά τι, τῶν δ’ ἄλλων οὐδενὸς
2. μνημονεύοντα, καί τοί γε οὐ τὰς τούτων δόξας μόνον
3. περὶ ῥίγους, ἀλλ’ ἑτέρας πολὺ πλείους οὐδὲν ἧττον ἐνδόξους
4. τε καὶ πιθανὰς εἶχεν εἰπεῖν. ἡμεῖς οὖν ἀρχὴν ὁμολογουμένην
5. λαβόντες, ὡς ἔστι τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ ζώῳ θερμοῦ
6. πάθος τὸ ῥῖγος, ἴδωμεν ὅπως γίνεται. προκόψει δ’ ὁ λόγος
7. ἐπὶ ταῖς Ἱπποκράτους ἀρχαῖς οὐκ ὄγκους καὶ πόρους ἡμῶν
8. στοιχεῖα τιθεμένων τοῦ σώματος, οὐδὲ κινήσεως ἢ παρατρίψεως
9. ἤ τινος ἄλλης αἰτίας ἔκγονον τὸ θερμὸν ἀποφαινόντων,
10. ἀλλὰ τὸ μὲν ὅλον σῶμα σύμπνουν τε καὶ σύῤῥουν
11. ἡγουμένων, τὸ θερμὸν δ’ οὐκ ἐπίκτητον οὐδ’ ὕστερον τοῦ
12. ζώου τῆς γενέσεως, ἀλλ’ αὐτὸ πρῶτόν τε καὶ ἀρχέγονον καὶ
13. ἔμφυτον. καὶ ἥ γε φύσις καὶ ἡ ψυχὴ οὐδὲν ἄλλο ἢ τοῦτ’
14. ἔστιν, ὥστ’ οὐσίαν αὐτοκίνητόν τε καὶ ἀεικίνητον αὐτὸ νοῶν
15. οὐκ ἂν ἁμάρτοις. ἕκαστον δὲ τούτων ἰδίᾳ βεβασάνισται,
16. καί τοι μαθεῖν ἔνεστιν ὑπὲρ αὐτῶν ἑτέρωθι, τὸ νῦν δὲ
17. εἶναι τοῦ λόγου τὸ συνεχὲς ἐρευνητέον. ἅτε γὰρ ἀεικίνητον
1. ὂν τὸ ἔμφυτον θερμὸν, οὔτ’ εἴσω μόνον οὔτ’ ἔξω κινεῖται,
2. διαδέχεται δ’ ἀεὶ τὴν ἑτέραν αὐτοῦ κίνησιν ἡ ἑτέρα. ταχὺ
3. γὰρ ἂν ἡ μὲν ἔσω μονὴ κατέπαυσεν εἰς ἀκινησίαν, ἡ δὲ ἐκτὸς
4. ἐσκέδασέ τε καὶ ταύτῃ διέφθειρεν αὐτό. μέτρια δὲ σβεννύμενον
5. καὶ μέτρια ἀναπτόμενον, ὡς Ἡράκλειτος ἔλεγεν, ἀεικίνητον
6. οὕτω μένει. ἀνάπτεται μὲν οὖν τῇ κάτω συννεύσει,
7. τῆς τροφῆς ὀρεγόμενον· αἰρόμενον δὲ καὶ πάντῃ σκιδνάμενον
8. σβέννυται. ἀλλὰ τὴν μὲν ἄνω τε καὶ ἔξω φορὰν καὶ ὡς ἄν
9. τις εἴποι ἐξάπλωσιν ἀπὸ τῆς ἰδίας ἀρχῆς, διότι φύσει θερμόν
10. ἐστι, κέκτηται· τὴν δ’ εἴσω τε καὶ κάτω, τουτέστιν ἐπὶ τὴν
11. ἰδίαν ἀρχὴν ὁδὸν, ὅτι ψυχροῦ τι μετέχει· μικτὸν γὰρ ἐκ θερμοῦ
12. καὶ ψυχροῦ γέγονε. κατὰ μὲν τὸν πρῶτον λόγον τοῦ
13. θερμοῦ, τοῦτ’ ἔστι αὐτοκίνητον αὐτοῦ, καὶ τούτου μάλιστα
14. δεῖται πρὸς τὰς ἐνεργείας· μεγάλην δ’ ὅμως αὐτῷ χρείαν καὶ
15. τὸ ψυχρὸν παρέχει. πέφυκε γὰρ τὸ μὲν θερμὸν εἰς ὕψος αἴρεσθαι
16. καὶ συμπροσάγειν αὐτῷ τὴν τροφήν· εἰ δὲ μὴ τὸ ψυχρὸν
17. ἐμποδὼν ἐγένετο, καὶ ἐπὶ μήκιστον προῆκε. γίνεται δ’
18. ἐμποδὼν τὸ ψυχρὸν τῇ τοιαύτῃ τοῦ θερμοῦ κινήσει, ὡς μὴ
1. ἀπόλοιτο ἐκτεινόμενον. κίνδυνος γὰρ ὑπὸ κουφότητος καὶ
2. τῆς πρὸς τὸ ἄνω ὁρμῆς ἀποστῆναι τῶν σωμάτων αὐτό. ἀλλὰ
3. τὸ ψυχρὸν ἐπέχει τε καὶ κωλύει, καὶ τῆς ἄγαν ταύτης κινήσεως
4. ἀφαιρεῖ τὸ σφοδρόν. ἐπανέλθωμεν οὖν ἐφ’ ἅπερ ἐξ ἀρχῆς
5. ὑπεθέμεθα, δεικνύντες οἷόν τι πάθος ἐστὶ τῆς ἐμφύτου
6. θερμασίας τὸ ῥῖγος. ὅτι μὲν γὰρ ἐπειδὰν ἐν τοῖς κατὰ φύσιν
7. ὅροις μένῃ τῆς κράσεως, ὑγιαίνει τὸ ζῶον, οὐ δεῖται λόγου,
8. τουτέστιν ὅταν, ὡς Ἱπποκράτης ἔλεγε, μετρίως ἔχῃ τὸ θερμὸν
9. καὶ τὸ ψυχρὸν τῆς πρὸς ἄλληλα κράσεως· ἢν δὲ τὸ ἕτερον τοῦ
10. ἑτέρου κρατήσῃ, νοσεῖν ἀνάγκη τὸ ζῶον εἶδος νοσήματος
11. ἐοικὸς τῇ φύσει τοῦ κρατήσαντος αἰτίου. φλεγμοναὶ μὲν οὖν
12. καὶ ἐρυσιπέλατα καὶ ἕρπητες καὶ ἄνθρακες καὶ τὰ καυσώδη
13. καὶ φλογώδη καὶ πάντα τὰ πυρετώδη πάθη, ὅταν ἡ τοῦ
14. θερμοῦ δύναμις ἐπικρατῇ· σπασμοὶ δ’ αὖ πάλιν καὶ τέτανοι
15. καὶ παλμοὶ καὶ νάρκαι καὶ παραλύσεις, ἐπιληψίαι τε καὶ
16. παραπληγίαι, τοῦ ψυχροῦ κρατοῦντος πάθη. ἕν τι τῶν
17. τοιούτων παθῶν ἐστι καὶ τὸ ῥῖγος τουτὶ, οὐχ ἁπλῶς ὂν κατάψυξις,
18. ἀλλὰ συναίσθησις, ὅθεν αὐτῷ δεῖ προσθεῖναι καὶ
1. τὸ ἀθρόον· ἔτι δὲ σφοδρὰν εἶναι χρὴ τὴν κατάψυξιν καὶ
2. βιαίαν, ὡς εἶναι σαφῶς διοριζόμενον ἀληθεύειν, κατάψυξιν
3. ἀθρόαν καὶ βίαιον εἶναι τὸ ῥῖγος τοῦ ἐμφύτου θερμοῦ.
4. πάλιν γὰρ, ὡς ὁ Πλάτων ἔλεγε, τὸ μὲν ἠρέμα καὶ κατὰ μικρὸν
5. ἀναίσθητον· εἰ δὲ αἰσθητὸν, ἀνάγκη τοῦτο μεγάλως κινεῖν,
6. καὶ τρέμειν ἀθρόως. ὥστ’ ἔμψυξις ἡ μὲν ἀναίσθητος ἐν
7. χρόνῳ πλείονι καὶ κατὰ βραχὺ γένοιτ’ ἄν· ἡ δὲ ταχεῖά τε
8. καὶ μεγάλως ἐξαίρουσα πάντως σὺν αἰσθήσει. οὐδὲ γὰρ
9. ἂν τὸ τοιοῦτον πάθος διαλάθοι. τὸ δὲ τοιοῦτον πάθος σὺν
10. αἰσθήσει τῆς ψύξεως οὐχ ἅπαν ὀδυνηρὸν, ἀλλ’ ἔστιν ὅτε καὶ
11. ἥδιστον. ἔλεγε γὰρ αὖ πάλιν ὁ Πλάτων, ὅτι τὸ μὲν παρὰ
12. φύσιν καὶ βίαιον γινόμενον ἀθρόον ἐν ἡμῖν πάθος ἀλγεινὸν,
13. τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον ἡδύ. ὥστε
14. τὸ μὲν ἀθρόον κοινὸν ἀμφοῖν, ἡδέος τε καὶ ἀλγεινοῦ, τοῦ μὴ
15. λαθεῖν τὸ πάθος ἕνεκεν ἀναγκαίως ἐζευγμένον· ἐπὶ τούτῳ δὲ
16. τὸ μὲν πρὸς τῷ μὴ λανθάνειν εἰς τὴν φύσιν ἐπανάγον ἡδὺ,
17. τὸ δ’ ἐξιστὰν τοῦ κατὰ φύσιν ἀλγεινόν. ὅθεν ἓν καὶ ταὐτὸ
1. τῷ πλήθει ψυχρὸν, τὸ μὲν ἧσε, τὸ δ’ ἠνίασεν. εἰ μὲν
2. ὑπερτεθερμασμένῳ σώματι προσάγοιτο, πάντως ἧσε τὸ γὰρ
3. ἄμετρον, τῇ θερμασίᾳ πονούμενον, ἐπὶ τῇ τοῦ λείποντος
4. εἰσόδῳ ψυχροῦ παρηγορηθὲν, ἥσθη μὲν, ὅτε παρηγορήθη·
5. τὴν δ’ ἑαυτοῦ φύσιν ἔχον ἢν ἀθρόως ἐμψύχοις, ἀνιάσεις,
6. πονήσει γὰρ ἐπὶ τῷ τῆς κράσεως ἀμέτρῳ. τοῖς γὰρ
7. κατὰ τὴν φύσιν, ὡς Ἱπποκράτης ἔλεγε, διαλλασσομένοισι καὶ
8. διαφθειρομένοισιν αἱ ὀδύναι γίνονται. οὐ μόνον οὖν ἀθρόαν
9. χρὴ καὶ σφοδρὰν εἶναι τὴν ψύξιν, ἵνα ῥῖγος γένηται, ἀλλ’ ἔτι
10. τούτῳ προσεῖναι δεῖ τὸ βίαιον τοῦ πάθους, τουτέστι τὸ
11. παρὰ φύσιν, ὥστε ἀθρόαν ψύξιν εἰς τὸ παρὰ φύσιν ἄγουσαν
12. εἶναι τὸ ῥῖγος. καί μοι δοκεῖ τοῦτο χρῆναι διαφυλάττειν ἐν
13. τούτῳ τῷ λόγῳ μάλιστα περὶ τὴν τοῦ πάθους γένεσιν, εἰ
14. μέλλοι τις ἀληθεύειν εἰπὼν, ψύξιν ἀθρόαν καὶ βίαιον ἐν τῷ
15. ῥίγει γίνεσθαι τοῦ ἐμφύτου θερμοῦ. ψύχεται μὲν οὖν καὶ
16. διαφορούμενον, ἐπιλείποντος αὐτὸ τοῦ συνέχοντος τόνου, καὶ
17. τροφῆς ἀποροῦν, ὅθεν ἀνήπτετο· ἀλλ’ οὐδέτερον τούτων
1. αὐτοῦ τῶν παθημάτων ῥῖγος ἐργάζεται, ἢ πάντες ἂν οἱ ἀποθνήσκοντες
2. ἐῤῥίγουν. ὥστε τὸ διαφθείρεσθαι τὸ θερμὸν ἑνί
3. γε τρόπῳ κοινὸν ἅπασι τοῖς ἀποθνήσκουσιν· ἀλλ’ οὐ ῥιγοῦσιν,
4. οὐ γὰρ ἁπλῶς φημι χρῆναι ψύχεσθαι τὸ θερμὸν, ἀλλ’
5. ἀθρόως τε καὶ βιαίως, τουτέστιν ἐῤῥωμένον αὐτὸ μένον, οὔτε
6. τὴν οὐσίαν οὔτε τὸν τόνον βεβλαμμένον, ὑπό τινος τῶν ἔξω
7. αἰτίων ἀνιᾶσθαι. φλόγα δή μοι νόησον ἐκτὸς ποτὲ μὲν
8. ἀπορίᾳ τῆς ὕλης ὅθεν ἀνήπτετο διαφθειρομένην, ποτὲ δὲ
9. ἐν ἡλίῳ λαμπρῷ μαραινομένην, αὖθις δ’ ὑφ’ ὕδατος πολλοῦ
10. κατασβεννυμένην, ἤ πλήθει ξύλων ἐπ’ αὐτῆς σωρευθέντων
11. καταπνιγομένην. τέτταρες αὗται ἐπ’ αἰτίοις τέτταρσιν οὐ
12. τὸν αὐτὸν ἅπασαι τρόπον ἀδικοῦσαι τὴν φλόγα. τῆς μὲν
13. γὰρ ἐν ἡλίῳ μαραινομένης ὁ τόνος σκίδναται, βίᾳ τοῦ περιέχοντος
14. διαφορούμενος, ἰσχυροτέρα γὰρ ἡ τῶν ἡλιακῶν ἀκτίνων
15. ῥώμη καὶ διαρκεστέρα τοῦ πυρός· ὅταν δὲ ὕλης ἀποροῦσα
16. μηκέτι ἀνάπτηται, τῆς οὐσίας ἀπολλυμένης, διαφθείρεται.
17. τὸ μὲν γὰρ ἀναφθὲν ἀεὶ διαφορεῖται κατὰ τὴν ἔξω
18. κίνησιν· ἔσω δὲ νεύουσα τοῦ τραφῆναι χάριν, εἶτ’ ἀποροῦσα
1. τοῦ θρέψαντος, ἀσθενῶς οὕτω τὸ δεύτερον ἀποτείνεται.
2. ὕλης δὲ πλήθει βαρυνθεῖσα καὶ τῆς ἀναπνοῆς στερηθεῖσα,
3. πνίγεται. ἐπὶ δὲ τῆς ἀφ’ ὕδατος βλάβης οὐδὲ λόγου δεῖ·
4. μάχη γὰρ ἰσχυρὰ φλογὶ πρὸς ἅπασαν εἰλικρινῆ τε καὶ πολλὴν
5. ὑγρότητα, ὡς εἰ καὶ τοὔλαιον αὐτῇ προσάγῃς ἀθρόον, ἀνάγκη
6. ψόφον καὶ σεισμόν τινα γενέσθαι, μονονουχὶ φωνῇ τοῦ
7. πυρὸς ἐνδεικνυμένου τὸ βίαιον. τοιοῦτον δή τι πάθος περὶ
8. τὴν ἔμφυτον θερμασίαν νόει τὸ ῥῖγος. οὔτε γὰρ ὅταν δι’
9. ὕλης ἔνδειαν ἀτροφοῦν τὸ θερμὸν μαραίνηται, οὔθ’ ὅταν ὑπὸ
10. τοῦ πλήθους αὐτῆς βαρυνόμενον, οὔθ’ ὅταν ἀῤῥωστῆσαν
11. ὀκλάζῃ, ῥῖγος εὑρήσεις γινόμενον, ἀλλ’ ὅταν ἰσχυρὸν ὂν ἀποτείνεσθαι
12. δυνάμενον, εἶτα κωλύηται. δι’ αὐτὸ δὲ τοῦτο καὶ
13. τὸ κλονεῖσθαι τῷ σώματι συμβέβηκε, διπλῆς κᾀνταῦθα καὶ
14. συνθέτου κινήσεως γενομένης, ὡς ἐπὶ τῶν τρεμόντων, ἕτερον
15. δὲ τρόπον. ἐκεῖ μὲν γὰρ ἀσθενείᾳ τῆς κινούσης τὸ
16. σῶμα δυνάμεως ἡ μικτὴ κίνησις ἐγίνετο, καθ’ ὅσον ἂν ἐνδῷ
17. τοῦ τόνου διαίρουσα τὸ κῶλον, ὑποῤῥέοντος ἀεὶ τοῦ μέρους
1. εἰς τὸ κάτω· νυνὶ δὲ τῆς φυσικῆς τοῦ θερμοῦ κινήσεως
2. ἰσχομένης βίᾳ, τὸ ῥῖγος ἀπαντᾷ. βούλεται μὲν γὰρ ἅτε μήτε
3. τὴν οὐσίαν μήτε τὸν τόνον βεβλαμμένον, ἀποτείνεσθαί τε καὶ
4. πάντῃ τοῦ σώματος φέρεσθαι· κωλυόμενον δὲ καὶ βίᾳ συνωθούμενον
5. εἰς τὸ βάθος, ἐπὶ τὴν ἰδίαν ἀρχὴν καταφεύγει.
6. μένειν δὲ ἐνταῦθα μὴ δυνάμενον, ἀεικινήτῳ γὰρ οὐσίᾳ τὸ
7. στῆναι θάνατος, ἀθροῖσαν ἑαυτὸ καὶ οἷον συνεσπειραμένον
8. γεγονὸς, ὁμαλῶς μὲν οὐκ ἔσω τὴν ἀβίαστον ἀποτείνεται·
9. σφοδρᾷ δὲ τῇ φορᾷ χρώμενον καὶ οἷον ἀπὸ ὕσπληγγος ἐξαλλόμενον,
10. ἐνίοτε ἐνίσταται τοῖς ἐνισταμένοις αὐτοῦ τῇ πρόσω
11. κινήσει, διώσασθαι μὲν ταῦτα, καθαρὰς δὲ αὐτῷ τὰς ὁδοὺς
12. ἀπεργάσασθαι σπεῦδον. προσκροῦον δ’ αὐτοῖς ἐπεσχέθη
13. μὲν ἐξ ἀνάγκης τῆς ῥοιζώδους φορᾶς, ἐκλόνησε δὲ κατὰ τὴν
14. ἔμπτωσιν ὅλον τὸ σῶμα. τά τε γὰρ ἄλλα καὶ ἀτμῶδες νῦν
15. γεγονὸς, ἐν τῷ προσκρούειν τοῖς ἐνισταμένοις εἴσω πάλιν
16. ἀποπάλλεται, πληγῇ τι πάσχον ἐοικός· ἐπὶ δὲ τὴν ἀρχὴν
17. ἀνέρχεται τὸ δεύτερον· ἐντεῦθεν δὲ πάλιν ὁρμηθὲν, ἐμπίπτει
18. βιαιότερον, αὖθις δ’ ἀποπάλλεται καὶ κατὰ τήνδε τὴν ἔμπτωσιν·
1. καὶ τοῦτο πολλάκις ἐκ διαδοχῆς γίνεται, ἐφ’ ὅσον μένει
2. τὰ λυποῦντα. ὀδυνηρόν τε οὖν ταύτῃ τὸ πάθος, ἅτε τοῦ
3. σώματος ταῖς πληγαῖς πονοῦντος, ἥ τε κίνησις ἀνωμάλως
4. ἐπάγουσα κατ’ ἀμφοτέρας τὰς κινήσεις τὸ ζῶον. ἐν μὲν γὰρ
5. τῷ κατὰ φύσιν ἔχειν τὸ συγγενὲς ἡμῶν θερμὸν ὁμαλέσι τε
6. καὶ ἀκωλύτοις ταῖς διεξόδοις ἐκέχρητο, καιρῷ καὶ μέτρῳ κινήσεως
7. εἰς αὐτὸ συννεῦον, εἶτ’ ἐξαπλούμενον· ἐν δὲ τῷ ῥιγοῦν
8. οὔτε συννεύσεις οὔτ’ ἐξαπλώσεις αἱ κινήσεις εἰσὶ, δικαιότερον
9. δ’ ἂν φαίης εἴσω μὲν ἰὸν αὐτὸ, χρήσομαι δ’ ὀνόμασιν
10. οὐκ ἐμοῖς, ἀλλ’ ἀνδρῶν παλαιῶν, καθάλλεσθαί τε καὶ
11. συνωθεῖσθαι καὶ ἀναστέλλεσθαι καὶ συντρέχειν, ἔξω δὲ φερόμενον,
12. ἐκρήγνυσθαί τε καὶ ἐνσείεσθαι καὶ ἐκπίπτειν καὶ
13. ἐξάλλεσθαι. καὶ γὰρ αὖ καὶ ταῦτα παλαιῶν ἀνδρῶν ὀνόματα,
14. καλῶς ἅπαντα κείμενα, καὶ τὸ συμβαῖνον πάθος, ὡς
15. ἔνι μάλιστα, σαφῶς ἑρμηνεύοντα. τὸ κλονεῖσθαι δέ φημι
16. πάντα τὰ ἐν τῷ σώματι, καὶ τὸ σείεσθαι, καὶ τὸ βράττεσθαι,
17. καὶ πᾶσα ἡ κατὰ τὸ ῥιγοῦν ἀνώμαλός τε καὶ ἄτακτος καὶ
18. ἀβούλητος κίνησις ἐπὶ ταῖς ἀνωμάλοις τε καὶ σφοδραῖς καὶ
1. βιαίοις ἐμπτώσεσί τε καὶ ἀποπάλσεσι τῆς ἐμφύτου θερμασίας
2. ἀτμώδους γεγενημένης ἐπιτελεῖται. διὰ τοῦτο ἐπὶ τοῖς ῥίγεσιν
3. ἀναθερμαίνεται πλέον τὸ σῶμα ἢ ὅτε κατὰ φύσιν ἔχον
4. θερμὸν ἦν. ἐκχέονται δὲ καὶ ἱδρῶτες. ὅταν γὰρ κατὰ πολλὰς
5. ἐμπτώσεις διώσηται ἀκωλύτως τὰ λυποῦντα καὶ τελέως
6. ἀναπνεύσῃ, διὰ τρεῖς αἰτίας ἀνάγκη τὸ σῶμα θερμανθῆναι,
7. ὅτι τε πολλάκις ἀποκλεισθὲν τὸ θερμὸν τῆς ἔξω διαπνοῆς
8. ἠθροίσθη κατὰ τὸ βάθος· ὅτι τε νῦν ἔξω πᾶν ἐτάθη σφοδρῶς·
9. καὶ τρίτον ὅτι ταῖς ἐμπτώσεσι καὶ πληγαῖς καὶ βιαίοις
10. κινήσεσιν ἀνάπτεσθαι πέφυκεν ἡ θερμασία. καὶ ξύλον μὲν
11. ἢ λίθον παρατρίβων ἐφάψεις ποτὲ πῦρ· τὸ δ’ ἔμφυτον
12. πνεῦμα, φύσει θερμὸν ὑπάρχον, ἢν σφοδρῶς τύχῃ κινηθὲν,
13. οὐ πολὺ μᾶλλον ἐξαφθήσεται; ἀλλὰ τοῦτο κᾀπὶ τῶν κατὰ
14. φύσιν κινήσεων ἐναργῶς ἔστιν ἰδεῖν, ὡς δραμόντες ἄνθρωποι,
15. καὶ διαπαλαίσαντες, καὶ τριψάμενοι, καί πως ἄλλως κινηθέντες
16. ἐθερμάνθησαν οὐδὲν ἧττον ἢ εἴ τις ἐν ἡλίῳ θερινῷ καὶ παρὰ
17. πυρὶ θαλφθείη. πολλάκις δὴ καὶ κατὰ τὴν τοιαύτην ἐκ τοῦ
18. βάθους ἐπάνοδον οἷον ζέον τὸ θερμὸν ἀποχεῖ τι τῶν ὑγρῶν
1. ἀθρόον, ὃ δὴ καλοῦμεν ἱδρῶτα. διὰ τοῦτο ἐπὶ ῥίγει ψυγέντα
2. μηκέτι ἀναθερμανθῆναι, πονηρόν· ἡττήθη γὰρ ἐν τῇ
3. διαμάχῃ τὸ θερμόν. ἡττᾶται δὲ ποτὲ μὲν τῇ ῥώμῃ τοῦ λυποῦντος
4. αἰτίου κρατηθὲν, ποτὲ δ’ αὐτὸ τυγχάνον ἀσθενέστερον.
5. οὕτω γοῦν εἴρηται κᾀκεῖνο· αἱ ἐκ ῥίγεος καταψύξιες
6. μὴ ἀναθερμαινόμεναι, κακόν. αὖθις δὲ τὰς διαθέσεις
7. ἑκατέρας, ἐφ’ αἷς ὀλέθρια γίνεται ῥίγη, διδάσκων ἐρεῖ·
8. ἐπ’ ὀμμάτων διαστροφῇ, πυρετῷ κοπιώδει, ῥῖγος ὀλέθριον.
9. τοῦτο μὲν δὴ τὸ ῥῖγος ἰσχυρᾶς αἰτίας ἔκγονον· ἕτερον δὲ δι’
10. ἀῤῥωστίαν δυνάμεως ὀλέθριον· ἢν ῥῖγος ἐμπέσῃ πυρετῷ μὴ
11. διαλείποντι, ἤδη ἀσθενέος ἐόντος, θανάσιμον. ἀλλὰ περὶ
12. μὲν τούτων ἐπιπλέον ἑτέρωθι λέγεται.
⟨
(De trem., palp., convuls. et rig.) [n° 054 Fichtner] [GalLat]
De tremore, palpitatione, convulsione et rigore
Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Tremblement, palpitation, convulsion et frisson
Tremor, Spasm, Convulsion and Shivering (Trem. Palp.)
De tremore, palpitatione, convulsione et rigore, 1824, vol. 7, p. 584-642. urn:cts:greekLit:tlg0057.tlg051.verbatim-lat1
Sider, McVaugh, 1979 (eng;grc).
De tremore, palpitatione, convulsione et rigore, 6, ed. Kühn, 1824, vol. 7, p. 606-626. urn:cts:greekLit:tlg0057.tlg051.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩