13. Τὸ δὲ νῦν εἶναι σκεπτέον εἰ δικαίως ἀναφέρουσιν
14. ἅπαντες σχεδὸν αἰτίῳ ψυχρῷ τὸ ῥῖγος. ὅτι μὲν γὰρ
15. ψυχρὸν τὸ πάθος, ἐναργές· εἰ δὲ καὶ τὸ δρῶν αὐτὸ τοιοῦτον,
16. ἄξιόν μοι δοκεῖ σκέψεως εἶναι. τριταίου γοῦν ἀκριβοῦς,
17. εἴπερ τι καὶ ἄλλο, ῥῖγος γνώρισμα. συνεισβάλλουσι γὰρ οἱ
18. παροξυσμοὶ ῥίγεσι σφοδροῖς, καί τοι τόν γε πυρετὸν τοῦτον
1. οὐκ ἄν τις οὐδὲ μαινόμενος ἐπὶ ψυχρῷ φαίη συνίστασθαι
2. χυμῷ· καῦσος γάρ ἐστι τῷ γένει, τοσοῦτον ἀποδέων θατέρου
3. καύσου τοῦ συνεχοῦς, ὅσον διαλείπει τὸ θερμὸν τοῦ πυρετοῦ
4. καὶ φλογῶδες καὶ περικαές. τὸ δ’ ἄπαυστον δίψος, ἥ τε τῆς
5. ἐμψύξεως ἐπιθυμία, τό τ’ ἐμεῖν ἀκράτου χολῆς, καὶ ῥᾳστωνεῖν
6. τοῖς γ’ ἐμέτοις, πῶς οὐκ εἰσὶν ἅπαντα φανερῶς ἐπὶ τῷ
7. θερμῷ πλεονάζοντι; πῶς οὖν ῥιγοῦσιν ἐν τριταίοις; πῶς δ’
8. ἐν καύσοις πυρετοῖς τοῖς συνεχέσιν, εἰ μὴ διαλείποντες, ἀλλ’
9. ἀεὶ καίοντες ἔγκεινται, ῥῖγος ἐπιγίνεται, καὶ κριτικόν γε πυρετοῦ;
10. ὑπὸ καύσου γάρ, φησιν, ἐχομένῳ, ῥίγεος ἐπιγενομένου,
11. λύσις. ἀλλὰ καὶ δριμὺ καὶ θερμὸν φάρμακον ἕλκει
12. προσαχθὲν· ὠδύνησε μὲν τὰ πρῶτα, φρίκην δ’ αὖθις, εἶτ’
13. ἐπ’ αὐτῇ ῥῖγος ἐργάζεται, καὶ πολλοὺς ἴσμεν ῥιγώσαντάς τε
14. καὶ πυρέξαντας ἐφ’ ἕλκεσιν ἐρεθισθεῖσιν ὑπὸ δριμέων φαρμάκων.
15. ἀλλὰ καὶ φλεγμονῆς εἰς ἀπόστημα τρεπομένης ἀνάγκη
16. ῥῖγός τε καὶ φρίκην συνεδρεῦσαι. πολλῶν δ’ ἄν σε καὶ ἄλλων
17. ἀνέμνησα διαθέσεων, ἐφ’ ὧν ἐναργῶς ἐπὶ δριμεῖ μᾶλλον ἢ
1. ψυχρῷ χυμῷ συνίσταται ῥῖγός, εἰ μὴ τοῦ λόγου τὸ μῆκος
2. ἔφευγον. μὴ τοίνυν τῷ ψυχρῷ μόνῳ βιαζόμενοι τὸ ῥῖγος
3. ἀναφέρωμεν, ἐπεὶ καὶ φοβερὸν ἄκουσμα καὶ θέαμα φρίκην τε
4. καὶ ῥῖγος ἐργάζεταί ποτε. τοῦτο μέν γε καὶ Πλάτων ἐγίνωσκεν,
5. οὐ μόνον Ἱπποκράτης. διαλεγόμενος οὖν ὑπὲρ τῶν
6. ἐπὶ χολῇ ξανθῇ γινομένων νοσημάτων, ἐμνημόνευσε καὶ ῥίγους.
7. ὅθεν ἄλλων τε πολλῶν χάριν ἐπέρχεταί μοι θαυμάζειν
8. τῶν μετὰ ταῦτα γενομένων ἰατρῶν, κᾀν τοῖς περὶ τοῦ ῥίγους
9. λόγοις οὐχ ἥκιστα. πῶς γὰρ οὐ δεινὸν, εἰ Πλάτων μὲν οὐκ
10. ὢν ἰατρὸς οὐκ ἠγνόησεν, ὅτι καὶ διὰ χολὴν γίνεταί ποτε
11. ῥῖγος, ἐξευρεῖν τε τὴν αἰτίαν ἐσπούδασεν, οἱ δὲ τοσοῦτον
12. ἀποδέουσι τοῦτο πάντῃ γινώσκειν, ὥστ’ οὐδ’ ὅτι καὶ διὰ
13. χολὴν καὶ διὰ δριμὺν ὁντιναοῦν χυμὸν ῥῖγος γίνεται, ἐπίστανται;
14. ἀλλ’ ἄπορον ἐξευρεῖν τὴν αἰτίαν, ὅπως ἐπὶ δριμεῖ
15. τε καὶ θερμῷ χυμῷ συνίσταται πάθος ψυχρόν. ἴσως μὲν οὐκ
16. ἄπορον, εἴγε μηδὲ Πλάτων ἠπόρει· πολὺ δ’ οὖν ἦν ἄμεινον,
17. εἴπερ ὄντως ἐστὶν ἄπορον, οὐκ ἀνατρέπειν ἐπιχειρεῖν τὸ
18. πρᾶγμα φαινόμενον ἐναργῶς, ἀλλὰ τῆς αἰτίας ὁμολογῆσαι τὴν
1. ἄγνοιαν. τὸ δ’ ἀναιρεῖν τὸ φαινόμενον, ὅμοιόν ἐστι τῷ
2. μηδ’ ὁρᾷν ἡμᾶς ὁμολογεῖν, ὅτι μὴ γινώσκομεν ὅπως ὁρῶμεν.
3. οὐκοῦν ὅτι μὲν οὐδὲν ἧττον ἐπὶ δριμεῖ τε καὶ θερμῷ
4. χυμῷ γένοιτ’ ἂν ῥῖγος, ἢ ἐπὶ ψυχρῷ τε καὶ πηγνύντι,
5. παντὸς μᾶλλον ἀληθές. εἶτα σκοπεῖν, εἰ ἁπλῶς τὸ
6. ψυχρὸν ἢ τὸ δριμὺ πλεονάζειν χρὴ εἰς τὸ δυνηθῆναι ῥῖγος
7. ἐργάσασθαι. ἐφεξῆς δ’ ἐκεῖνο διορισόμεθα, πολλοῖς ἀγνοούμενον,
8. οὔτε γὰρ ἁπλῶς ψυχροῦ χυμοῦ πλεονάζοντος, οὔθ’
9. ἁπλῶς δριμέος γίνεται ῥῖγος. ἐπὶ μέν τοι τοῦ ψυχροῦ σαφῶς
10. ἔμπροσθεν ἔδειξα, τὸ οἰδηματῶδες ἅπαν καὶ τὸ ναρκῶδες
11. καὶ τὸ παράλυτον καὶ τὸ ὑδαρῶδες ὑπομνήσας· ἐπὶ δὲ τοῦ
12. θερμοῦ τε καὶ δριμέος νῦν ἐπιδείξω σοι· κακόχυμοι γὰρ ἂν
13. ἰκτερικοί τε καὶ πυρέττοντες ὀξέως καὶ καυσούμενοι πάντες
14. ἐῤῥίγουν. οὔτ’ οὖν ἁπλῶς χρὴ πλεονάζειν ἢ ψυχρὸν χυμὸν ἢ
15. δριμὺ πρὸς ῥίγους γένεσιν· ὑπάρχειν δ’ αὐτῶν ἀναγκαῖον
16. ἑκατέρῳ τρόπον ἴδιον. εἴη δ’ ἂν ὁ τρόπος, οὐ γὰρ ἀποκνητέον
17. ἐπὶ πᾶν ἰέναι τῷ λόγῳ τῆς ἀληθείας ἐρῶσιν, ἢ τὸ τοῦ
1. πλήθους μέτρον, ἢ ἡ τοῦ χυμοῦ ποιότης, ἤ τις τόπος τοῦ
2. σώματος ἐν ᾧ χρὴ τοῦτον ἀθροίζεσθαι. γένοιτο δ’ ἂν καὶ
3. περὶ τὸ μένειν ἢ κινεῖσθαι καὶ περὶ τὸν τρόπον τῆς κινήσεως
4. οὐ μικρὰ διαφορά. εἰς ταύτας οὖν αὐτὰς καὶ Πλάτων
5. ἀφορῶν ἔλεγε· ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν
6. αἵματι, χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα, καὶ πάλιν ἐκ
7. τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα θερμὴ καὶ ὑγρὰ κατ’ ὀλίγον
8. τὸ πρῶτον ἐμπίπτουσα, πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν·
9. πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον
10. ἐντὸς παρέχει, πλείων δ’ ἐπιῤῥέουσα, τῇ παρ’ αὐτῆς
11. θερμότητι κρατήσασα τὰς ἶνας, εἰς ἀταξίαν ζέσασα, διέσωσεν.
12. ἐν τούτοις ὁ Πλάτων ἅπαντ’ ἐπειράθη διελθεῖν, ὅσα
13. χρὴ γινώσκειν ἐν ἅπασι γένεσι πάθους. τό τε γὰρ εἶδος τοῦ
14. χυμοῦ εἶπε, χολὴν ὀνομάσας αὐτόν· ἐδήλωσε δὲ καὶ τὴν
15. ποιότητα, θερμὴν καὶ ὑγρὰν εἰπών· ὅθεν τε ἡ γένεσίς ἐστι
16. τῇ τοιαύτῃ χολῇ, τηκομένης γὰρ ἔφη γίνεσθαι σαρκὸς αὐτήν.
17. ἀλλὰ καὶ τὸν τόπον εἰς ὃν ῥεῖ προσέθηκεν, ἐκ τοῦ
18. δηλοῦσθαι πήγνυσθαι τὴν ἐπιῤῥέουσαν χολὴν ὑπὸ τῶν περιεχομένων
1. ἰνῶν κατὰ τὸ αἷμα. τούτῳ δὲ τῷ λόγω συνῆπται
2. καὶ ἡ τοῦ πάθους γένεσις, ἐν ὧ χειμῶνα καὶ τρόμον ἔφη γίνεσθαι,
3. χειμῶνα μὲν ὀνομάσας τὴν ἐν τοῖς ῥίγεσιν αἴσθησιν
4. τῆς ψύξεως, τρόμον δὲ τὸν ἀνώμαλον σεισμόν τε καὶ
5. κλόνον, ἐν ᾧ φαμεν οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν
6. πολλοὺς ἐσφάλθαι. διώρισται γὰρ ἡμῖν ἔμπροσθεν ἡ κατὰ
7. τὸν τρόμον γενομένη κίνησις τῆς κατὰ τὸ ῥῖγος. ὅταν οὖν,
8. φησι, νικήσῃ τὰς ἶνας ἐπιῤῥέουσα πλείων, ἐξεθέρμανε τὸ
9. σῶμα πρὸς τὴν ἑαυτῆς δύναμιν ἀντιμεταβάλλουσα τὰς ἶνας,
10. ὡς αὐτὴ πρότερον ὑπ’ ἐκείνων μετεβάλλετο. περὶ μὲν οὖν
11. τῆς ἀληθείας ὧν εἶπεν ὁ Πλάτων οὐ πρόκειται νῦν ἐπισκοπεῖσθαι,
12. μελλόντων γε ἡμῶν ἐν ἑτέροις ὑπομνήμασιν ἐξηγεῖσθαί
13. τε ἅμα καὶ κρίνειν ἃ κατὰ τὸν Τίμαιον εἶπεν· ὅτι
14. δ’ οὐδὲν παρέλιπεν ὧν ἐχρῆν λέγεσθαι τοῖς ἀποφαινομένοις
15. περὶ ῥίγους, τοῦτο ἤδη πέφηνεν ἐκ τῆς ῥήσεως αὐτοῦ. καὶ
16. γὰρ τὸν χυμὸν εἶπεν ὑφ’ οὗ γίνεται τὸ ῥῖγος, καὶ τὸν τόπον
17. εἰς ὃν ῥεῖ, καὶ τὸ τῆς κινήσεως εἶδος, ἔτι τε τὸν τρόπον
18. καθ’ ὃν ψύχεταί τε καὶ αὖθις ἐκθερμαίνεται τὸ σῶμα.
1. περὶ μὲν οὖν τῆς Πλάτωνος δόξης (καὶ τῆς) κατὰ τὴν ἐξήγησιν
2. τῶν ἐν τῷ Τιμαίῳ γεγραμμένων ἰατρικῶς ἐπισκεψόμεθα·
3. νυνὶ δὲ τὴν ἡμετέραν ἀποφαινόμεθα γνώμην, ἐπιδιαρθρώσαντες
4. ὅσα κατὰ τὴν Ἱπποκράτους δόξαν ὀλίγον ἔμπροσθεν
5. εἴρηται. ταῖς γὰρ τῶν θερμῶν φαρμάκων ὁμιλίαις
6. ἐνίοτε μὲν φρίκη μόνη, πολλάκις δὲ καὶ ῥῖγος ἐπιγίνεται,
7. καθάπερ ἐν καύσοις τε καὶ τριταίοις πυρετοῖς κινουμένης
8. τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι τῶν ἀγγείων,
9. ἀλλὰ διὰ τῶν σαρκῶν, ἤτοι τῷ γεννηθῆναι πλείονα τοῦτον
10. τὸν χυμὸν ἐν αὐταῖς, ἢ τῷ δι’ αὐτῶν ὑπὸ τῆς φύσεως ἐκκαθαίρεσθαι.
11. κατὰ τοῦτο γὰρ αὐτὸ μόνον καὶ οἱ καῦσοι πυρετοὶ
12. τῶν τριταίων διαφέρουσι, τῶν μὲν (γὰρ) καύσων ἐν
13. τοῖς ἀγγείοις ἐχόντων τὴν χολὴν, τῶν δὲ τριταίων ἔξω τῶν
14. ἀγγείων διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένην. ἐν γὰρ
15. τῇ δι’ αὐτῶν φορᾷ, λυποῦσα τῇ δριμύτητι, τὴν ὀδύνην ἐργάζεται.
16. συμβαίνει τοιγαροῦν ἐν τῷδε δύο τινὰ γίνεσθαι,
17. συννεύειν μὲν εἰς τὸ βάθος τοῦ σώματος τὸ αἷμα, καὶ διὰ
18. τοῦτο καταψύχεσθαι τἀκτὸς αὐτοῦ· τὰ μόρια δὲ αὐτὰ τοῦ
19. σώματος, ἐν οἷς ἡ χολὴ, διὰ τῆς ἀποκριτικῆς τῶν ἀλλοτρίων
1. δυνάμεως ὠθεῖν αὐτὴν ἕκαστον ἐξ ἑαυτοῦ πρὸς τὸ πλησιάζον,
2. ἄχρις ἂν ἐξ ἁπάντων ἐλαυνομένη, δι’ ἱδρώτων ἢ δι’ ἐμέτων ἢ
3. καὶ διὰ τῆς κάτω γαστρὸς ἐκκριθείη. τοῦτο δὲ καὶ τοῖς
4. ἠπεπτηκόσιν ἢ κακοχυμίας μεστοῖς, ἢ εἰς ἥλιον θερινὸν ἢ
5. βαλανεῖον ἀφικομένοις, ἢ γυμναζομένοις συμπίπτει. φρικώδεις
6. οὖν αὐτίκα γίνονται, καί τινες αὐτῶν καὶ ῥιγοῦσι. χρὴ
7. γὰρ οὐ μόνον αἴτιον εἶναί τι δακνῶδες ἐν ἡμῖν, ἀλλὰ καὶ
8. σφοδρῶς κινούμενον, εἰ μέλλει ῥῖγος ἐργάσασθαι. καὶ κοινὸν
9. τοῦτο συμβέβηκεν ἀμφοτέρῳ τῷ γένει τῶν αἰτίων, ὅσα
10. τε ψυχρὰ καὶ ὅσα θερμὰ ταῖς δυνάμεσίν ἐστι, τὸ κινεῖν ὀδυνηρῶς
11. τὸ σῶμα. καὶ διὰ τοῦτο τοῖς τεταρταίοις πυρετοῖς
12. καὶ τοῖς τριταίοις συνεισβάλλει ῥῖγος, καί τοι ὑπὸ χυμῶν
13. ἐναντίων τῇ δυνάμει συνισταμένοις, ψυχρὸς μὲν γὰρ ὁ μελαγχολικὸς
14. χυμὸς, θερμὸς δὲ ὁ τῆς ξανθῆς χολῆς. οὐχ ἁπλῶς
15. δὲ πλεονάζειν αὐτοὺς ἔφην χρῆναι μέλλοντας ἐργάσασθαι ἢ
16. φρίκην ἢ ῥῖγος, ἀλλὰ καὶ διὰ τῶν αἰσθητικῶν σωμάτων φέρεσθαι
17. κινουμένους σφοδρότερον. ἐν ᾧ δὲ συννεύει μὲν εἰς
18. τὸ βάθος τοῦ σώματος καὶ τὰ σπλάγχνα τὸ αἷμα, καὶ σὺν
1. αὐτῷ δηλονότι καὶ ἡ θερμασία, ψυχρά τε καὶ ἄναιμα γίνεται
2. τά τε κατὰ τὸ δέρμα μόρια καὶ σκελῶν καὶ χειρῶν τὰ τελευταῖα,
3. διότι πλεῖστον ἀφέστηκε τῶν σπλάγχνων. ἐὰν μὲν
4. οὖν ἐν τῷ βάθει συμβῇ σβεσθῆναι τὴν ἔμφυτον θερμασίαν,
5. ἢ πνιγεῖσαν ὑπὸ τοῦ μὴ διαπνεῖσθαι πρὸς τοὐκτὸς, ἢ ἐκνικηθεῖσαν
6. ὑπὸ τῶν ψυχρῶν αἰτίων, ἀποθνήσκει τὸ ζῶον·
7. ἐὰν δὲ συννεύσῃ μὲν εἰς τὸ βάθος, ἀντίσχῃ δὲ τοῖς βιασαμένοις
8. αἰτίοις ἀθροισθεῖσα, κατὰ τοῦτο καθάπερ ὄργανον γίνεται
9. τῆς τῶν ἀλλοτρίων ἀποκριτικῆς δυνάμεως τῆς ἐν ἅπαντι
10. μορίῳ τοῦ σώματος ὑπαρχούσης. πεφυκυῖα γὰρ ἤδη καὶ
11. αὐτὴ καθ’ ἑαυτὴν ἐκκρίνειν τὰ λυποῦντα, πολλῷ μᾶλλον ἐργάζεται
12. μετὰ τῆς ἐκ βάθους ἀναφερομένης θερμασίας, συνεκβαλλούσης
13. αὐτὰ τῇ ῥύμῃ τῆς φορᾶς εἰς ὅ τι περ ἂν εὐπετέστερον
14. αὐτῇ γένηται. πολλάκις μὲν οὖν διὰ τοῦ δέρματος
15. ἐκβάλλει τὰ λυποῦντα, πολλάκις δὲ δι’ ἐμέτων καὶ τῆς κάτω
16. γαστρός. οὐ μόνον δ’ ἐπὶ τῆς ξανθῆς ἢ μελαίνης χολῆς
17. ῥῖγος, ἀλλὰ καὶ ἐπὶ τῷ ψυχρῷ πάνυ φλέγματι φιλεῖ γίνεσθαι·
18. καλεῖ δὲ ὑαλώδη τὸν χυμὸν τοῦτον ὁ Πραξαγόρας.
19. ἀλλὰ τό γε τοιοῦτον ῥῖγος οὔτε σφοδρόν ἐστι, καί τοι διαμένον
1. ἡμέραις ἐνίοτε πλείοσιν ἐφεξῆς· ἡσυχαζόντων δὲ καὶ
2. μηδόλως κινουμένων, ἡσυχάζει καὶ αὐτό· κινηθεῖσι δὲ εὐθέως
3. ἕπεται κατὰ τὰ μέτρα τῆς κινήσεως, ἐπὶ μὲν ταῖς ἰσχυροτέραις
4. καὶ συντόνοις κινήσεσι σφοδρότερον, ἐπὶ δὲ ταῖς
5. ἀσθενέσι βραχύτερον. εἶδον τοῦτο τὸ σύμπτωμα γυναιξὶ
6. μᾶλλον ἢ ἀνδράσι γινόμενον, καὶ γυναιξὶ ταῖς ἀργότατα διαιτωμέναις
7. καὶ λουτροῖς ἐπὶ τροφῇ χρωμέναις. εἶδον δὲ καὶ
8. νεανίσκῳ τινὶ τῶν ἡμετέρων συμφοιτητῶν ἐν Ἀλεξανδρείᾳ
9. γινόμενον, ἡνίκα πρῶτον εἰς αὐτὴν κατεπλεύσαμεν ἐν ἀρχῇ
10. φθινοπώρου. προσηνέγκατο δὲ οὗτος ἐφεξῆς ἡμέραις πλείοσι
11. φοινίκων βαλάνους πολλὰς ἁπαλὰς καὶ νέας, ἐπὶ λουτροῖς
12. τε καὶ πρὸ τούτων, ἦσαν δὲ οὐκ ἀκριβῶς αἵ γε πλείους
13. αὐτῶν πέπειροι. συνέβη δὲ αὐτῷ τό γε πρῶτον ἀπὸ σφοδρᾶς
14. ἄρξασθαι φρίκης ἐπὶ γυμνασίῳ τε καὶ λουτρῷ, δι’ ἣν
15. καὶ προσδοκήσας πυρέξειν, κατεκλίθη τε καὶ σκεπάσας ἑαυτὸν
16. ἱματίοις ἔμεινεν ἥσυχος. ὡς δὲ διελθούσης ὅλης τῆς
17. νυκτὸς ἀπύρετος ἦν, ἐξανίστατο μὲν ἕωθεν ἐπὶ τὰ συνήθη,
18. φρικώδης δ’ ἐν τούτῳ γιγνόμενος αὖθις κατακλιθεὶς ἡσύχαζεν
1. ἄχρι τῆς κατὰ τὸ βαλανεῖον ὥρας. ἐξαναστάντι δὲ αὐτῷ πάλιν
2. ὡς ἐπὶ τὸ λουτρὸν ἡ φρίκη μείζων ἐγένετο, καὶ ἦν τὸ
3. σύμπτωμα ῥῖγος καὶ ἤδη μικρόν. τότ’ οὖν ἡγησάμενος ἐκ
4. παντὸς τρόπου πυρέξειν, ἔτι καὶ μᾶλλον ἐφ’ ἡσυχίας αὑτὸν
5. συνέσχεν. ἐπεὶ δὲ καὶ διὰ τῆς ἡμέρας ὅλης καὶ διὰ τῆς
6. ἐπιούσης νυκτὸς ἀποπειρώμενος ἐξεῦρεν ἑαυτὸν ἐπὶ μὲν
7. ταῖς μετρίαις κινήσεσι φρίττοντα, ῥιγοῦντα δὲ, εἴ ποτε μειζόνως
8. κινηθείη, συμβούλοις ἡμῖν ἐχρῆτο περὶ τῶν ποιητέων.
9. ἀναμνησθεὶς οὖν ἐγὼ κατὰ τὴν ἡμετέραν Ἀσίαν γυναικὶ
10. τοιοῦτόν τι συμβεβηκὸς, ἀδεέστερόν τε τὸν ἑταῖρον ἐποίησα
11. καὶ προὐτρεψάμην χρῆσθαι τοῖς θερμαίνουσί τε καὶ τέμνουσι
12. πάχος χυμῶν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις. ἐκεῖνός
13. τε οὖν οὕτω κατέστη, καὶ μετὰ ταῦτα τοῖς ὁμοίως πάσχουσιν
14. ἐν ἀρχῇ μὲν ἔδωκα τὸ διὰ τῶν τριῶν πεπέρεων φάρμακον,
15. ἐφεξῆς δὲ τὸ διὰ τῆς καλαμίνθης ἡμέτερον, εἶτα
16. τὸ δι’ ὀποῦ Κυρηναϊκοῦ καὶ καστορίου συντιθέμενον, ὃ καὶ
17. ταῖς τεταρταϊκαῖς περιόδοις ἐστὶν ὠφελιμώτατον, καὶ μάλισθ’
18. ὅταν ὑπὸ ῥίγους σφοδροῦ χειμάζωνται. μὴ θαυμάσῃς δὲ
1. παρὰ τοῖς παλαιοῖς ἰατροῖς εὑρὼν γεγραμμένον ἐπὶ τοῖς
2. ἄνευ κρύους ῥίγεσιν ἐξ αὐτῆς τῆς ἐν τῷ σώματι διαθέσεως
3. ὁρμωμένοις ἐξ ἀνάγκης ἕπεσθαι πυρετόν. οὔτε γὰρ λουτροῖς
4. τοσούτοις ἐπὶ τροφαῖς οὔτ’ ἀργῷ βίῳ χρωμένοις τοῖς
5. παλαιοῖς οὐδὲν τοιοῦτον συνέπιπτε· νυνὶ δ’ ἄμφω ταῦτα
6. πλεονάσαντα καὶ τουτὶ τὸ καλούμενον ἀνεκθέρμαντον ῥῖγος
7. ἐργάζεται, νέον τι καὶ ξένον σύμπτωμα, διὰ τὸ νέον τῆς
8. διαίτης· ἅπασί τε τοῖς οὕτω παθοῦσιν ἤτοι τάσεως ἢ βάρους
9. αἴσθησις γίνεται κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖται
10. τὸ ἧπαρ, ἐμφραττομένων δηλονότι τῶν κατ’ αὐτὸ φλεβῶν
11. ὑπὸ τοῦ πάχους τῶν χυμῶν. ὥσπερ δὲ βάρους καὶ
12. τάσεως τῆς κατὰ τὸ σπλάγχνον οἱ πάσχοντες ἴσχουσιν αἴσθησιν,
13. οὕτω καὶ τοῦ ῥίγους αἰσθάνονται διαφέροντος τοῦ ἐν
14. τεταρταίοις τε καὶ τριταίοις πυρετοῖς. ἐν μὲν γὰρ τοῖς τεταρταίοις
15. τοιοῦτο γίνεσθαί φασιν αὐτοῖς τὸ ῥῖγος, οἷόν περ
16. ὅταν ὁδοιπορήσωσι διὰ κρύους ἰσχυροῦ. ὡσαύτως δὲ κατὰ
17. τοὺς τριταίους καὶ τοὺς καύσους πυρετοὺς, ὡς ὑπὸ βελονῶν
18. ὀξέων τε καὶ λεπτῶν κεντούμενοι τὰς σάρκας αἰσθάνονται
1. πολλάκις. ἐγὼ μὲν οὖν καὶ αὐτὸς ἄπειρός εἰμι τοῦ τῶν τεταρταίων
2. ῥίγους, ἔμπειρος δὲ θατέρου, τετράκις μὲν ἐν
3. νεότητι πυρέξας τριταῖον πυρετὸν, καῦσον δὲ ἅπαξ. ὥστε
4. ἔχω μαρτυρεῖν τῇ λελεγμένῃ τοῦ ῥίγους ποιότητι κατὰ τοιαῦτα
5. παθήματα. τὸ δὲ τῶν τεταρταίων οἱ πειραθέντες ἄχρι
6. καὶ τῶν ὀστῶν φασι διήκειν, ὅταν ᾖ σφοδρὸν, ὅμοιον ὑπάρχον
7. τοῖς ἐκ τοῦ περιέχοντος ἰσχυρῶς ψυχροῦ γιγνομένοις ῥίγεσιν.
8. ἀλλὰ καὶ τοῦτ’ ἔχομεν προσθεῖναι τριταίοις τε καὶ
9. καύσοις πυρετοῖς, οὐχ ὑπάρχον τοῖς τεταρταίοις. καὶ γὰρ
10. διψῶσιν οἱ πλεῖστοι καὶ θερμασίας αἰσθάνονται κατὰ τὸ
11. βάθος ἐν αὐτῷ τοῦ ῥίγους τῷ χρόνῳ, ὧν οὐδέτερον ὑπάρχει
12. τοῖς ἐν τεταρταίῳ πυρετῷ ῥιγοῦσιν.
⟨
(De trem., palp., convuls. et rig.) [n° 054 Fichtner] [GalLat]
De tremore, palpitatione, convulsione et rigore
Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Tremblement, palpitation, convulsion et frisson
Tremor, Spasm, Convulsion and Shivering (Trem. Palp.)
De tremore, palpitatione, convulsione et rigore, 1824, vol. 7, p. 584-642. urn:cts:greekLit:tlg0057.tlg051.verbatim-lat1
Sider, McVaugh, 1979 (eng;grc).
De tremore, palpitatione, convulsione et rigore, 7, ed. Kühn, 1824, vol. 7, p. 626-638. urn:cts:greekLit:tlg0057.tlg051.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩