13. Ἐπεὶ δὲ καὶ περὶ ῥίγους αὐτάρκως
14. εἴρηται, λείποιτ’ ἂν ἔτι καὶ περὶ σπασμοῦ διελθεῖν. ἔσται
15. δὲ οὔτε μακρὸς οὔτε ἀσαφὴς ὁ λόγος, εἴ τις ὧν ἄχρι δεῦρο
16. διῆλθον εἴη μεμνημένος. ἄρξομαι δὲ καὶ νῦν ἀπὸ τῆς ἀναμνήσεως
17. ὧν ἐν τοῖς περὶ μυῶν κινήσεως ἔδειξα. πασῶν
1. γὰρ τῶν καθ’ ὁρμὴν κινήσεων ἐπιτελουμένων διὰ τῶν μυῶν,
2. ὅταν ἐπὶ τὰς ἑαυτῶν κεφαλὰς ἀνελκόμενοι συνεπισπάσωνται
3. τῶν μορίων ἕκαστον εἰς ὃ καταπεφύκασιν, ἐπειδὰν γένηταί
4. τι πάθος εἰς τάσιν αὐτοὺς ἄγον, ἀκολουθεῖ τούτῳ
5. κίνησις, ὁμοία μὲν τῇ κατὰ φύσιν, ἀβούλητος δὲ, καὶ καλεῖται
6. τὸ πάθος σπασμός. τὸ μὲν γὰρ τείνεσθαί τε καὶ σπᾶσθαι
7. πρὸς τὴν ἰδίαν ἀρχὴν τὸν μῦν, ὥσπέρ γε καὶ τὸ
8. συνεπισπᾶσθαι πρὸς αὐτὸν ἐκεῖνο τοῦ σώματος τὸ μόριον
9. εἰς ὃ τὴν ἔμφυσιν ἔχει, κοινὸν τοῖς θ’ ὑγιαίνουσίν ἐστι
10. καὶ τοῖς σπωμένοις· τὸ δὲ ἀκούσιον ὑπάρχειν, τοῖς παρὰ
11. φύσιν ἔχουσιν, οὐχ ὑπάρχον τοῖς ὑγιαίνουσιν. ἐὰν
12. οὖν εὕρωμεν ὑπὸ πόσων αἰτίων τείνεται τὰ νευρώδη σώματα,
13. πέρας ἂν ἤδη καὶ οὗτος ὁ λόγος ἡμῖν λάβοι. καὶ
14. μὴν οὐδέν ἐστι τῶν ἔξω τοῦ σώματος εὑρεῖν χορδῶν νευρωδέστερον,
15. ἃς ὁρῶμεν ὁσημέραι κατά τε τὰς λύρας καὶ
16. κιθάρας ὑπὸ τῶν τεχνιτῶν ἐντεινομένας μὲν, ἐπειδὰν χρῆσθαι
17. μέλλωσι τοῖς ὀργάνοις, ἀνιεμένας δὲ, ὅταν παυσάμενοι
18. κατατίθενται. ῥήγνυνται δὲ ἐν ταῖς τοῦ περιέχοντος
1. ἀμετροτέραις κράσεσι, κατὰ μὲν τὰς ὑγρὰς καὶ νοτίους
2. διαβρεχόμεναι, κατὰ δὲ τὰς ξηράς τε καὶ βορείους ἰσχυρῶς
3. ξηραινόμεναι. διὰ τοῦτο οὖν ἀνιᾶσιν αὐτὰς κατατιθέμενοι,
4. καὶ μάλισθ’ ὅταν ᾖ τι περιέχον, ὁποῖον εἴρηται·
5. ῥήγνυνται γὰρ ἑκατέρως τεινόμεναι. νόει δή μοι
6. καὶ τὰ νεῦρα καὶ τοὺς τένοντας ἐν τοῖς τῶν ζώων σώμασιν
7. ἤτοι διατεινομένους ὑπὸ περιττῆς ὑγρότητος, ἢ ξηραινομένους
8. ὑπὸ τῶν ξηραινόντων αἰτίων, εἰς τοσαύτην
9. ἄγεσθαι τάσιν, ἐν ᾗ τοῖς ὑγιαίνουσιν ἡ καθ’ ὁρμὴν ἐγίνετο
10. κίνησις· ἐννόει δὲ καὶ ὡς ἐνδέχεταί τι τῶν ἐν τῷ
11. σώματι μορίων ἢ διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ αἰτίαν
12. ἰσχυρῶς παθὸν, ἑαυτῷ συνεπισπᾶσθαι τὰ συνεχῆ νεῦρα.
13. νοήσας γὰρ ταύτας πάσας τὰς διαθέσεις, εὑρήσεις ἐφ’ αἷς
14. γίνεται σπασμός. αἱ γὰρ φλεγμοναὶ τῶν νευρωδῶν μορίων,
15. καὶ μάλισθ’ ὅταν ἐπὶ τῆς ἀρχῆς τῶν νεύρων ἢ καὶ πλησίον
16. αὐτῆς γεννῶνται, τείνουσιν ἐπισπώμεναι τὰ συνεχῆ
17. νεῦρα, καθάπερ ἐκτὸς οἱ τεχνῖται τὰς χορδάς· εἰ δὲ ὑπὸ
18. πλήθους χυμῶν διαφραχθέντα τὰ νευρώδη σώματα τείνοιτο,
1. παραπλήσιον ἐν τῷδε τὸ πάθημα γίνεται ταῖς διὰ τὴν
2. ὑγρότητα τοῦ περιέχοντος ἐντεινομέναις σφοδρότερον χορδαῖς.
3. ἔμπαλιν δὲ ἐπὶ τοῖς κακοήθεσι καύσοις καὶ ταῖς
4. ἰσχυραῖς φρενίτισι φαίνεται γινόμενον· ὡς γὰρ οἱ πλησιάζοντες
5. ἱμάντες πυρὶ ξηραινόμενοι συσπῶνται καὶ τείνονται,
6. τὸν αὐτὸν τρόπον οἱ σπασμοὶ γίνονται δι’ ὑπερβάλλουσαν
7. ξηρότητα νοσημάτων, ἰσχυρῶς ξηραίνουσαν τὸ νευρῶδες
8. γένος. ἐπὶ μὲν οὖν τοῖς καύσοις διὰ μόνην τὴν
9. ξηρότητα τοῦτο συμβαίνει· ταῖς δὲ φρενίτισι καὶ διὰ τὴν
10. φλεγμονὴν τῆς ἀρχῆς τῶν νεύρων ἕπεται τὸ σύμπτωμα.
11. γινώσκεις δὲ ἤδη, ὡς πᾶσιν ὡμολόγηται τοῦ πάθους τούτου
12. τὸ μὲν ἐμπροσθότονος εἶναί τε καὶ καλεῖσθαι, τὸ δὲ
13. ὀπισθότονος, τὸ δὲ τέτανος· ὅταν μὲν εἰς τὸ πρόσω τείνηται
14. τὰ μόρια τοῦ σώματος, ἐμπροσθότονος· ὅταν δὲ
15. εἰς τοὐπίσω, ὀπισθότονος· τέτανος δὲ ἰσοσθενὴς ἐφ’ ἑκάτερα.
16. τοὺς μὲν ἐπὶ ξηρότητι σπασμοὺς οὐκ ἂν ἰάσαιο, φθάνουσι
17. γὰρ οἱ οὕτω παθόντες ἀπόλλυσθαι, μηδὲ ἐπινοῆσαι πρὸς
18. αὐτοὺς ἴαμα συγχωροῦντες· ὅσοι δὲ διὰ πλῆθος ἢ φλεγμονὴν
1. γίνονται σπασμοὶ, τούτους ἰάσῃ, τὸ μὲν πλῆθος κενῶν,
2. τὴν φλεγμονὴν δὲ τοῖς ἰδίοις αὐτῆς βοηθήμασιν ἐκθεραπεύων,
3. ἃ μεμάθηκας ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου
4. γράμμασιν.
⟨
(De trem., palp., convuls. et rig.) [n° 054 Fichtner] [GalLat]
De tremore, palpitatione, convulsione et rigore
Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Tremblement, palpitation, convulsion et frisson
Tremor, Spasm, Convulsion and Shivering (Trem. Palp.)
De tremore, palpitatione, convulsione et rigore, 1824, vol. 7, p. 584-642. urn:cts:greekLit:tlg0057.tlg051.verbatim-lat1
Sider, McVaugh, 1979 (eng;grc).
De tremore, palpitatione, convulsione et rigore, 8, ed. Kühn, 1824, vol. 7, p. 638-642. urn:cts:greekLit:tlg0057.tlg051.1st1K-grc1:8
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩