ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΑΡ’ ΠΙΠΟΚΡΑΤΕΙ
ΚΩΜΑΤΟΣ ΒΙΒΛΙΟΝ.
1. Τί ποτε σημαίνει τὸ τοῦ κώματος ὄνομα
2. παρ’ Ἱπποκράτει; πότερον τὴν εἰς ὕπνον καταφορὰν, ὥς
3. τινες τῶν ἐξηγησαμένων ἔφασαν; ἢ ὕπνον αὐτόν; ἢ,
4. καθάπερ ἄλλοι, τὴν ὑπνώδη καταφοράν; καὶ γὰρ καὶ οὕτως
5. ὠνόμασάν τινες ἐν συνθέτῳ προσηγορίᾳ τὴν ἐξήγησιν ποιησάμενοι.
6. τινὲς δ’ οὐδὲν μὲν τούτων, τὴν ληθαργικὴν δὲ
7. καταφορὰν κῶμα πρὸς τοῦ ἀνδρὸς ὀνομάζεσθαί φασι.
8. παρὰ μὲν τῶν ἄλλων παλαιῶν οὐδὲ μία γένοιτ’ ἂν μεγάλη
9. μαρτυρία· καὶ γὰρ εἰ καὶ μάλιστα καθ’. ἑτέρου
1. πράγματος ἐκεῖνοι τοὔνομα φέρουσιν, οὐδὲν κωλύει τὸν Ἱπποκράτην
2. διαφερόντως χρῆσθαι. αὐτίκα παρὰ τῷ ποιητῇ
3. δόξειεν ἂν ὕπνον δηλοῦν τοὔνομα·
καὶ
6. ἀλλ’ οὐχ Ἱπποκράτης οὕτω φαίνεται χρώμενος, εἴγε καὶ μετὰ
7. ἀγρυπνίας πολλάκις τὸ κῶμα γίγνεσθαί φησι καὶ φρενιτικοῖς
8. συνεδρεύειν. ἐν ἀρχῇ μὲν τοῦ προῤῥητικοῦ τάδε γράφει· οἱ
9. κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος,
10. ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί
11. εἰσιν; ἐν δὲ τῷ τρίτῳ τῶν ἐπιδημιῶν (ἀπό τινων τῶν
12. ὁμολογουμένων αὐτοῦ γνησίων βιβλίων λάβωμεν τὰς μαρτυρίας)
13. ὧδέ πως φησιν· ἑνδεκάτῃ κατενόει, κωματώδης δὲ ἦν,
14. οὖρα πολλὰ, λεπτὰ καὶ μέλανα, ἄγρυπνος. εἶτ’ ἐφεξῆς
15. ταῦτά φησι· ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ
16. λεπτὰ καὶ ὑδατώδεα, καὶ κῶμα παρείπετο, ἀπόσιτος,
17. ἄγρυπνος, ἄθυμος. ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ῥήσεσιν
1. ἀγρυπνίας καὶ κώματος φαίνεται μνημονεύων. ἕτερον δ’ ἄῤῥωστον
2. αὖθις γράφων ἐν τῷ αὐτῷ βιβλίῳ φησί· τουτέῳ
3. διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα
4. λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος. ὥστ’ ἄντικρυς εἶναι
5. δῆλον, ὅτι μηδ’ ὕπνον, μηδὲ καταφορὰν παρ’ αὐτῷ δηλοῖ
6. τὸ τοῦ κώματος ὄνομα. διὰ τοῦτο, οἶμαι, τινὲς τῶν ἐξηγητῶν
7. ἀπὸ τοῦ κωμάζειν φασὶ τοὺς κωματώδεις ὠνομάσθαι·
8. ἐγρηγορέναι μὲν γὰρ καὶ τοὺς κωμάζοντας, ἐγρηγορέναι δὲ
9. καὶ τοὺς κωματώδεις. καὶ νὴ Δία ὥσπερ οἱ κωμάζοντες οὐ
10. πάνυ τι κατανεύουσιν, οὕτως οὐδὲ τοὺς κωματίζοντας, καὶ
11. μάλιστα τοῖν ὀφθαλμοῖν. ὑγρούς τε γὰρ εἶναι καὶ ἐρυθροὺς
12. καὶ ἀστηρίκτους καὶ ἐνδεδυμένους· ἀλλὰ τὸ πᾶν ἀμφοτέροις
13. σῶμα σφαλερὸν ἐν ταῖς κινήσεσι καὶ ἀκρατές· αὐτὸν διὰ
14. τοῦτο καὶ τὸν Ἱπποκράτην περὶ τῆς ὅλης συνδρομῆς ἀπορεῖν,
15. εἴτε χρὴ φρενιτικοὺς αὐτοὺς ὀνομάζειν, εἴτ’ ἄλλο τι. φρενιτικοὺς
16. μὲν γὰρ εὐλαβεῖσθαι καλεῖν, μηδέπω παραπαίοντας·
17. ἅπαντα δὲ ὁρῶντα συμπτώματα φρενιτικὰ, καὶ γὰρ κεφαλὴν,
18. ὀσφὺν ὑποχόνδριον, καὶ τράχηλον ἀλγοῦντα, μήτε σφάλμα
1. τι, μήτ’ ἄγνοιαν μηδεμίαν ὑποστέλλεσθαι. ταῦθ’ ὡς μὲν
2. οὐκ ἔχει πιθανῶς, οὐδεὶς ἀντείποι· οὐδὲ μὴν ἱκανῶς ἐμοὶ
3. γοῦν, οὐδὲ μετ’ ἀποδείξεως εἰρῆσθαι δοκεῖ. ἐχρῆν γὰρ ἐξ
4. Ἱπποκράτους αὐτοῦ τὴν ἐξήγησιν ποιεῖσθαι τῆς λέξεως, ἵνα
5. μὴ μόνον ὅτι πιθανῶς εἴρηται λέγειν ἔχωμεν, ἀλλ’ ὅτι καὶ
6. κατὰ τὴν ἐκείνου γνώμην. οὐ γὰρ ἡγοῦμαι τοῦτο χρῆναι
7. σκοπεῖσθαι μόνον τὸν ἀγαθὸν ἐξηγητὴν, εἰ πιθανῶς ἢ ἀληθῶς
8. εἴρηκεν, ἀλλ’ εἰ καὶ τῆς γνώμης ἔχεται τοῦ συγγραφέως, ὅπερ
9. οὐκ ἐν τῷ πρόσθεν λόγῳ· καίτοι γε μέρος τι τῆς περὶ τοὔνομα
10. γνώμης τοῦ παλαιοῦ δέδεικται διὰ τῶν ῥήσεων, ἐν αἷς
11. ἀγρυπνίαν τὸ κῶμα γνοὺς ἐφαίνετο. καί τις ἴσως ἔχειν ἤδη
12. τὸ πᾶν δόξειεν ἂν, ἀλλ’ ἂν βραχὺ περιμείνας ἀκούσῃ ἐκ τοῦ
13. αὐτοῦ βιβλίου τοῦ τρίτου τῶν ἐπιδημιῶν ῥήσεων ἑτέρων, οὐχ
14. ὅπως τὸ πᾶν, ἀλλ’ οὐδὲ τὸ ἥμισυ τοῦ παντὸς ἑαυτὸν εὑρήσει
15. γιγνώσκοντα.