Galenus. De comate secundum Hippocratem (De comate sec. Hipp.) [n° 055 Fichtner] [GalLat]

Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Coma selon Hippocrate
Coma According to Hippocrates (Hipp. Com.)
Mewaldt, 1915.
De comate secundum Hippocratem, 1824, vol. 7, p. 643-665. urn:cts:greekLit:tlg0057.tlg052.verbatim-lat1
Nieto Ibáñez, 2005 (spa).

De comate secundum Hippocratem, 2, ed. Kühn, 1824, vol. 7, p. 646-656. urn:cts:greekLit:tlg0057.tlg052.1st1K-grc1:2

16. Σκόπει οὖν, ἐπί τινος ἀῤῥώστου γυναικὸς
17. ἃ λέγει. ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω
18. γυναῖκα, πῦρ ἔλαβεν, ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν
1. ἄγρυπνος. φαίνεται γὰρ διαστέλλων κατ’ ἀντίθεσιν τὸ κῶμα
2. τῆς ἀγρυπνίας, ὡς ἐναντία. αὖθις δ’ ἐν τῇ λοιμώδει καταστάσει,
3. κωματώδεές, φησιν, ἐπὶ πολὺ, καὶ πάλιν ἄγρυπνοι.
4. καὶ μετ’ ὀλίγα· κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ
5. καυσώδεες ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι,
6. τοῖσι μεγίστοισιν, ὅτι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ
7. τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ λεπτοὺς καὶ μικροὺς
8. ὕπνους κοιμᾶσθαι. καὶ πάλιν· ἐν Θάσῳ τὸν Πάριον,
9. ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’
10. ἀρχὰς συνεχὴς, καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης,
11. καὶ πάλιν ἄγρυπνος. ἐν ἅπασι γὰρ τούτοις ἀντιτίθησι τὴν
12. ἀγρυπνίαν τῷ κώματι. συνήθως γοῦν οὕτως ἑρμηνεύων,
13. μυριάκις εὑρήσεις αὐτὸν, ὅταν ἐναντίων πραγμάτων μνημονεύῃ,
14. τὸν τρόπον τοῦτον γράφοντα, μᾶλλον δὲ οὐδέποτ’ ἄλλως,
15. οἷον ἐκ πολλῶν ὀλίγα παραγράψω ἐκ τοῦ αὐτοῦ βιβλίου.
16. κάλλιον γὰρ ἐξ ἑνὸς εἶναι δοκεῖ πάντα τὰ παραδείγματα
17. λαβεῖν. δύο γυναῖκας ἀναγράφων πρὸ τῆς λοιμώδους
18. καταστάσεως, ἐπὶ μὲν τῆς προτέρης φησὶν, ἑτέρην ἐξ 
1. ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν,
2. ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν ἄγρυπνος. ἐπὶ δὲ τῆς
3. δευτέρας φησί· γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ,
4. τότε τεκοῦσαν πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν· καὶ
5. πάλιν εἰς νύκτα ἐπεῤῥίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνοντο,
6. οὐκ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει·
7. η΄ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης,
8. ἀσώδης. ἑξῆς δ’ ἐν τῷ λοιμῷ πολλοὺς ἀῤῥώστους γράφει,
9. πρῶτόν θ’ ἁπάντων, οὗ μικρὸν πρόσθεν ἐμνημόνευσα, ποικίλως
10. τε καὶ ἀνωμάλως νοσήσαντα, καὶ πολλὰς πολλάκις
11. (ἀπιότ. καὶ ἀχειρόπ.) εἰς τἀναντία μεταβολὰς ποιησάμενον.
12. ἄρχεται δὲ τοῦτον τὸν τρόπον· ἐν Θάσῳ τὸν Πάριον, ὃς
13. κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς. ἀλλ’ οὐδὲν
14. εἰς τὸν παρόντα λόγον χρεία πρώτων ἡμερῶν, ὧν δὲ
15. χρῄζω, τούτων μνημονεύσω. ἑνδεκάτῃ ἵδρωσεν οὐ δι’ ὅλου,
16. περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. σαφῶς γὰρ ἂν
17. τῷ περιέψυξε τὸ ἀνεθερμάνθη ἐναντίον. ἔπειτα δωδεκάτῃ
1. πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ, οὔροισιν
2. ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως.
3. οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσεν δι’
4. ὅλου, ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης.
5. εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν. τριακοστῇ τετάρτῃ ἄπυρος,
6. κοιλίη οὐ ξυνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ
7. ἄπυρος, κοιλίη ξυνέστη χρόνον οὐ πολὺν, ἀπόσιτος,
8. σμικρὰ πάλιν ἐπύρεξε. πάλιν· εἰ γάρτοι διαλείποι καὶ
9. διακουφίσαιεν, πάλιν ταχὺ ὑπέστρεφεν. ἐναντίον γὰρ τῷ διακουφίσαι
10. τὸ ὑποστρέψαι. καὶ τὰ κατὰ κοιλίην, φησὶ, συνιστάμενα,
11. καὶ πάλιν διαλυόμενα. τὸ γὰρ συνίστασθαι τῷ
12. διαλύεσθαι ἐναντίον. ἑξῆς δ’ ἑτέραν ἄῤῥωστον ἐκτιθέμενος,
13. ὀγδόῃ, φησὶ, πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας, καὶ
14. ταχὺ πάλιν κατενόει. καὶ πάλιν ἑξῆς· εἰκοστῇ μικρὰ περιέψυξε,
15. καὶ ταχὺ πάλιν ἀνεθερμάνθη. καὶ αὖθις· ἑβδόμῃ
16. καὶ εἰκοστῇ ἄπυρος, κοιλία ξυνέστη. οὐ πολλῷ δὲ χρόνῳ
17. ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολὺν, πυρετοὶ
1. δὲ πάλιν παρείποντο. εἶτ’ ἐφεξῆς· καὶ τὰς ἑπομένας ἄφωνος,
2. καὶ πάλιν κατενόει καὶ διελέγετο. ἀλλὰ τί δεῖ μακρολογεῖν
3. ἁπάντων μνημονεύοντα μυρίων μυριάκις ὄντων; οὕτω
4. πολλὰ παρ’ αὐτοῦ τοῦ τοιούτου εἴδους τῆς ἑρμηνείας. ὡς
5. ὅταν λέγῃ, κωματώδης καὶ πάλιν ἄγρυπνος, ἐναργῶς ἀντιτίθησι
6. τῇ ἀγρυπνίᾳ τὸ κῶμα. καὶ μὴν ἀγρυπνίᾳ καταφορὰν
7. εἰς ὕπνον ἔχεις ἀντιτιθέναι, καὶ οὐδὲν ἄλλο τοίνυν θάτερον
8. ἀναφαίνεται πάλιν ἐκ τοῦ κώματος σημαινόμενον. τί δ’ ὅταν
9. λέγῃ, κατεῖχε δ’ ἢ τὸ κῶμα συνεχὲς οὐχ ὑπνῶδες, ἢ μετὰ
10. πόνων ἄγρυπνοι. καὶ γὰρ ἂν καὶ τὸ τοιοῦτο εἶδος τῆς ἑρμηνείας
11. ἴδιον Ἱπποκράτει, ἐπισημαίνεσθαι τὰ συνέπεσθαι μὲν
12. εἰωθότα, νῦν δ’ οὐχ ἑπόμενα παρὰ λόγον. οἷον ὅταν εἴπῃ,
13. οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν
14. καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγίη, εἰ μὲ
15. πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι. καὶ μετὰ
16. ὀλίγα· οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ, οὐδὲ φρενιτικὰ
17. τότε γενόμενα. δι’ ἅ λάβρον ἐκ ῥινῶν αἱμοῤῥαγεῖν,
18. ἅπτεσθαι τῆς διανοίας, ὀξεῖς σχεῖν κινδύνους, μηδὲν ἀπαντῆσαν
1. τηνικαῦτα, ὁμοίως ἐπισημαίνεται. καὶ τὸ ἐπιφερόμενον
2. δ’, οὐδὲ φρενιτικὰ οἶδα τότε γενόμενα, κατὰ τὸν αὐτὸν
3. εἴρηται λόγον. ἐπὶ γὰρ ταῖς αὐταῖς καταστάσεσι καὶ
4. τοῖς αὐτοῖς αἰτίοις οἵ τε καῦσοι καὶ φρενίτιδες, ἀμέλει κατὰ
5. τὴν ὥραν πλεονάζουσι τὴν θερινὴν, καὶ ἐν χωρίοις θερμοτέροις,
6. καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, καὶ ἐν φύσεσι θερμοτέραις,
7. καὶ διαιτήμασιν ὡσαύτως, καὶ ἐπιτηδεύμασιν.
8. καὶ τὰ φρενιτικὰ πλεονάζειν ἀξιοῦν ἦν, ὡς παράλογον ἐπισημήνασθαι
9. τὸ ἀπαντῆσαν, φρενίτιδες μὲν οὐδ’ ὅλως ἐγένοντο,
10. καῦσοι δὲ πολλοί. κατὰ τὴν αὐτὴν γνώμην εἴρηται καὶ
11. ταῦτ’· ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων. ἀρχόμενοι
12. κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς οὐκ ὀξὺς,
13. οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι. καὶ μετ’ ὀλίγον· οὔτε
14. γὰρ ᾑμοῤῥάγει καλῶς, οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις
15. ἐγένετο κρίσιμος. ἐκεῖνα δὲ πῶς εἴρηται; ἐπάρματα δὲ
16. παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα ἦν, καὶ ἐξ ἀμφοτέρων
17. τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην, ἔστι δ’ οἷς καὶ
1. σμικρὰ ἐπεθερμαίνοντο, κατέσβη πᾶσιν ἀσινέως, οὐδ’ ἐξεπύησεν
2. οὐδενὶ, ὥσπερ τὰ ἐξ ἄλλων προφάσεων. ὄντως γὰρ
3. παράλογον, μηδὲν ἐκπυῆσαι, καὶ οὐκ εἰθισμένα πάντως.
4. εἶτ’ ἐπιφέρει, ἦν δ’ ὁ τρόπος αὐτέων, χαῦνα, μεγάλα, κεχυμένα,
5. οὐ μετὰ φλεγμονῆς· παράλογον γὰρ χωρὶς φλεγμονῆς
6. ἅπασι γενέσθαι τὰς περὶ τὰ ὦτα ἀποστάσεις. ὥστε φέρειν
7. πάλιν κᾀνταῦθα τὸ κῶμα φαίνεται ἐπὶ καταφορᾶς τῆς
8. ὑπνώδους, ὅταν λέγῃ· ἦν δὲ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες·
9. ὡς γὰρ ὑπνῶδες εἶναι δέον αὐτὸ, καὶ ὡς τοιοῦτο ἀεὶ γιγνόμενον,
10. εἶτα νῦν παραλόγως οὐ γιγνόμενον, ἐπισημαίνεται. τὸ
11. δ’, ὅταν ἐν τῷ αὐτῷ βιβλίῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐπὶ τοῦ
12. Πυθίωνος εἴπῃ, ἐννάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο·
13. σαφῶς γὰρ κᾀνταῦθα τὸ κῶμα καταφοράν τινα δηλοῦν ἔοικεν.
14. ἀλλ’ οὐχ οἷόν τέ φασιν ἅμα καταφέρεσθαι καὶ ἀγρυπνεῖν.
15. ταῦτα γὰρ οἱ θαυμαστοὶ λέγουσιν ἐξηγηταὶ, μὴ γιγνώσκοντες,
16. ὅτι δύο εἰσὶν εἴδη καταφορᾶς, ὡς οἵ τε δοκιμώτατοι
17. τῶν ἰατρῶν γεγράφασι καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ. 
1. κοινὸν μὲν γὰρ ἀμφοτέρων ἐστὶν, ὅτι ἐπαίρειν οὐ δύνανται
2. τοὺς ὀφθαλμοὺς, ἀλλ’ εὐθέως βαρύνονται καὶ ὑπνοῦν βούλονται·
3. ἴδιον δὲ θατέρας, ὅτι οἱ μὲν ὑπνοῦσιν εὐθέως, βαθέως
4. τε καὶ χρόνον πολύν· οἱ δὲ ἄγρυπνοι στρεφόμενοί εἰσιν,
5. ἄλλης ἐπ’ ἄλλῃ φαντασίας ἐπιγινομένης, καὶ τὴν γνώμην κινούσης,
6. καὶ τὸν ὕπνον διακοπτούσης, ὅθεν ἀεὶ μὲν ἄγρυπνοι
7. μένουσιν, ἀνίστασθαι δὲ ἀδυνατοῦσι καὶ πράττειν τὰ τῶν
8. ἐγρηγορότων, ἀλλ’ ἐλλιπέστερον ἔχουσιν, ἢ ὡσανεὶ ἐγρηγόρουν,
9. καὶ βαρύνονται καὶ καταφέρονται, ὥστ’ ἐλπίσεις, ἂν
10. συγχωροίης αὐτοῖς, ῥᾳδίως ἂν κατακοιμηθῆναι, συγχωρηθέντος
11. δ’ αὐτοῖς τούτου, οὐχ ὅπως ὑπνοῦσιν, ἀλλ’ οὐδ’ ἣν εἶχον
12. ἐλπίδα, ὡς ὑπνώσοντες, φυλάττουσιν. ἐνταῦθ’ οὖν
13. νόει μοι κῶμα, ὡς κοινὸν ἀμφοτέρων, ὅπερ δὴ καλεῖν ἔθος
14. ἡμῖν καταφοράν· ἂν δὲ τὴν ὑπνώδη μόνην νοήσῃς, ἁμαρτήσεις,
15. τὴν γὰρ οὐχ ὑπνώδη καταφορὰν στερήσεις ὀνόματος,
16. οὐχ ἧττον τῆς ἑτέρας δεομένην τῆς τοῦ κώματος ἐπωνυμίας.
17. ἄν τε μὲν οὖν ὑπνώδης ἄν τε ἄγρυπνος εἴη καταφορὰ, κῶμα
18. καλεῖν ἔθος ἐστὶν αὐτῷ· καὶ οὐδαμῶς γε ἀλλήλοις μάχεται τὰ
1. κατὰ μέρος, ἀλλ’ εὐλόγως ὁτὲ μὲν ἐν ταῖς σμικραῖς ἀγρυπνίαις
2. εὑρίσκεται τὸ κῶμα, ὁτὲ δ’ ἐν τῷ ὕπνῳ. καὶ γὰρ ἡ καταφορὰ
3. ὁτὲ μὲν ὑπνώδης ἐστὶν, ὁτὲ δὲ ἄγρυπνος, ὥστε οὐκ
4. ἔχεις εἰπεῖν περὶ τῶν καταφερομένων, ὅτι ἀγρυπνοῦσιν ἢ μή·
5. τοσοῦτόν γε μὴν διαφέρουσιν, ὅσον οἱ μὲν πλείους αὐτῶν
6. ὑπνοῦσιν, ὀλίγοι δὲ τῶν οὕτως ἐχόντων ἄγρυπνοι μένουσιν,
7. ὅθεν καίτοι ἀμφοτέρων τυγχάνον τὸ πάθος, οἰκειότερον μέντοι
8. πολλῷ τῶν ὑπνούντων εὑρίσκεται. διὰ τοῦτο μὲν οὖν
9. φησιν, ἦν δὲ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες, ὡς ἂν ἐπὶ τὸ
10. πολὺ ὑπνώδους γιγνομένου. ἂν τοίνυν κοινόν ἐστιν ἀμφοτέρων
11. τὸ κῶμα καὶ τοῦ ὕπνου οἰκειότερον, εὐλόγως, ὅταν
12. βούληται τὴν ὑπνώδη σημαίνειν καταφορὰν, ἁπλῶς φάσκει
13. κωματώδεις· ὅταν δὲ πάλιν τὴν ἄγρυπνον, οὐχ ἁπλῶς, ἀλλὰ
14. μετὰ προσθήκης φησὶ κωματώδεις ἀγρύπνους. οἶδε γὰρ ἀμφότερα,
15. ὅτι τε οἰκειότερόν ἐστι τῷ ὕπνῳ τὸ κῶμα καὶ τῇ
16. αὐτοῦ φύσει μᾶλλον ὡμοίωται, καὶ ὅτι μετ’ ἀγρυπνίας ἔστιν
17. ὅτε συνίσταται. κᾂν μὲν τοῦθ’ οὕτως ἔχῃ, θαυμαστὸν οὐδὲν,
18. εἰ μὴ μόνον τοῖς ληθαργικοῖς, ἀλλὰ καὶ τοῖς φρενιτικοῖς
1. συμπίπτῃ. τὸ δ’ οὐχ ὑπνῶδες κῶμα τούτοις μὲν οὐκ ἔστιν
2. ἴδιον, γίνεται δ’ ἐνίοτε. εὑρήσεις γὰρ πολλοὺς φρενιτικοὺς
3. οὔτε ἀνισταμένους οὔτε ἐπαίρειν τοὺς ὀφθαλμοὺς ὅλως δυναμένους,
4. ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ μένοντας ὁμοίους τοῖς ληθαργικοῖς,
5. ὥστε τούτους οἱ πολλοὶ καὶ ἀπαίδευτοι τῶν ἰατρῶν,
6. οὔτε τί δεῖ καλεῖν οἴδασιν, ἀλλὰ παντάπασιν ἀποροῦσι, καὶ
7. ἀλλότριον δοκεῖ αὐτοῖς εἶναι τοῦτο τὸ πάθος καὶ ἀνώνυμον,
8. ἔνιοι δὲ σύμμικτόν ἐκ ληθάργου τε καὶ φρενίτιδος ὑπολαμβάνουσι,
9. καὶ προσαγορεύουσι τυφομανίαν. καὶ τὸ κάκιστον
10. πάντων, τινὲς τῶν Ἱπποκρατείων εἶναι προσποιουμένων τοῦτό
11. φασι, καίτοι δήπου σαφῶς οὕτω καὶ φανερῶς γράφοντος Ἱπποκράτους,
12. οὐκ ἐν ἀμφιδόξῳ βιβλίῳ, ἀλλ’ εἴπερ τις ἄλλος
13. τῶν γνησίων εἶναι πεπιστευμένῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν,
14. οὔτ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ’ ἄλλοισιν, ἀλλ’
15. ἄλλῃ τινὶ καταφορῇ νωθρῇ βαρέως ἀπώλλυντο. οὐ μόνον
16. γὰρ ὅτι καταφορὰ ταῖς φρενίτισιν ἐνίοτε συμπίπτει διήγγειλεν,
17. ἀλλ’ ὅτι καὶ νωθρὰ πολλάκις. τίς δ’ ἡ νωθρά; μεμνήσῃ
18. πρῶτον μὲν τῆς διαιρέσεως, ἂν μὴ μέλλῃς τὰ παρόντα
1. παρακούειν, ὅταν καταφορὰν τὴν μὲν ὑπνώδη, τὴν δὲ ἄγρυπνον
2. ἐκάλουν, καὶ τὴν μὲν ὑπνώδη ἰδίαν εἶναι τῶν ληθαργικῶν
3. καὶ διαπαντὸς ὑπάρχειν αὐτοῖς, τὴν δὲ οὔτε ἰδίαν
4. εἶναι τῶν φρενιτικῶν οὔτε ὑπάρχειν αὐτοῖς διαπαντός.

Cliquer un n° de page pour en afficher l’image