Galenus. De comate secundum Hippocratem (De comate sec. Hipp.) [n° 055 Fichtner] [GalLat]

Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Coma selon Hippocrate
Coma According to Hippocrates (Hipp. Com.)
Mewaldt, 1915.
De comate secundum Hippocratem, 1824, vol. 7, p. 643-665. urn:cts:greekLit:tlg0057.tlg052.verbatim-lat1
Nieto Ibáñez, 2005 (spa).

De comate secundum Hippocratem, 3, ed. Kühn, 1824, vol. 7, p. 656-663. urn:cts:greekLit:tlg0057.tlg052.1st1K-grc1:3

5. Ἡ μὲν οὖν ὑπνώδης, ὅσον ἐπὶ τῷ παρόντι,
6. τοῖς ληθαργικοῖς συμπίπτει· τὴν δ’ ἄγρυπνον, ἥτις τοῖς φρενιτικοῖς
7. ἐπιγίγνεται, πειράσομαι διορίζειν, ἵνα δυνηθῇς εὑρίσκειν
8. τὴν ὑφ’ Ἱπποκράτους εἰρημένην διαφοράν. οὐ γὰρ
9. ἦν τῶν ματαίως τὰ ὀνόματα ἐπιτιθέντων οὗτος ὁ ἀνὴρ, οὔτ’
10. ἀνοήτως πρόσκειται τῇ καταφορᾷ τὸ νωθρὰ, οὔτε φησιν,
11. ὥσπερ Ὅμηρος, ὑγρὸν ἔλαιον καὶ γάλα λευκὸν, μηδενὸς ἕνεκα
12. διορισμοῦ· καὶ γὰρ πᾶν γάλα λευκὸν καὶ ἔλαιον ὑγρόν·
13. ἀλλ’ ἑκάστη λέξις καὶ συλλαβὴ πᾶσα πρᾶγμά τι σημαίνει παρ’
14. αὐτοῦ. περὶ φρενίτιδος ἄρα λόγον ποιούμενος, ὅπερ πρὸς
15. τὰ παρόντα χρήσιμόν ἐστι διδάσκειν τοὺς τὸ σύνηθες αὐτῷ
16. μανθάνειν βουλομένους, ποτὲ μὲν οὕτω γράφει, παρελήρει·
17. ποτὲ δ’ οὕτω, παρηνέχθη· ποτὲ δὲ πάλιν, παρέκοψε·
1. πάλιν δὲ, παρεφρόνησε· καὶ πάλιν, ἐξέστη· καὶ αὖθις,
2. ἐμάνη, καὶ ἐξεμάνη, καὶ οὐ κατενόει, καὶ παρέλεγε. ταῦτα
3. πάντα τῶν βεβλαμμένων τὴν διάνοιάν ἐστιν, οὓς ἅπαντας σὺ
4. μὲν παραφρονοῦντας ὀνομάζεις, Ἱπποκράτει δ’ οὐκ ἀρκεῖ τὸ
5. γένος μόνον εἰπεῖν, ἀλλ’ ἑκάστῳ μεγέθει τοῦ τῆς παραφροσύνης
6. εἴδους ἴδιον ἐφεύρηκεν ὄνομα. ἄνθρωπος γάρ, φησι, θερμαινόμενος
7. ἐδείπνησεν, οὐκ ἐτόλμησεν εἰπεῖν πυρετὸν τοσαύτην
8. θερμασίαν, καθ’ ἣν δύναταί τις δειπνῆσαι. πάλιν δὲ τὸ
9. τοῦ πυρετοῦ μέγεθος ἐνδεικνύναι βουλόμενός φησι, πῦρ ἔλαβεν
10. αὐτόν. ἠσχολησάμην μὲν ἐπιδεικνύων τὴν τοῦ ἀνδρὸς
11. ἐπιμέλειαν περὶ τὰς λέξεις, ἀλλ’ ὡς ἤδη εἰδόσι καὶ πεπεισμένοις
12. ἐπὶ τὸ ζητούμενον ἀφίξομαι. διττὸν μὲν εἶδος τῆς
13. ἀγρύπνου καταφορᾶς. ὀνομάζεται δὲ ἡ μὲν νωθρὰ, ἧς μέμνηται
14. νῦν Ἱπποκράτης· ἡ δὲ τῷ τοῦ γένους ὀνόματι κέχρηται.
15. κοινὸν δ’ ἀμφοτέρων ἐστὶ τῶν καὶ μάλιστα τῆς ὑπνώδους διαφερουσῶν,
16. ὅτι φράζουσί τε καὶ παραληροῦσι μεδεμιᾶς ἐχόμενα
17. γνώμης, κᾀπὶ τὰς ἀναστάσεις πρόθυμοί εἰσι μάλα, ὧν οὐδὲν
18. ἐπὶ ταῖς ληθαργικαῖς ὑπάρχει καταφοραῖς. οὔτε γὰρ χωρὶς 
1. φράζουσί τι καὶ πανούργως, δυσαίσθητοι δ’ εἰσὶν, οὕτε πρὸς
2. τῶν ἐπιβοώντων καὶ νυττόντων ἐγείρονται ῥᾳδίως. κῶμα δὲ
3. τὸ μὲν φρενιτικὸν καὶ ἄγρυπνον ἔξω ταύτης ἐστὶ τῆς δυσαισθησίας
4. καὶ δυσκινησίας· καὶ γὰρ ἀνίστανται ῥᾳδίως ἀκούσαντες
5. τῆς φωνῆς καὶ ἤχου παντὸς, κᾂν μέρους τινὸς ἅψῃ
6. τοῦ σώματος, εὐθὺς ἐξαίρουσι τοὺς ὀφθαλμοὺς, καὶ πρὸς τὸν
7. ἁπτόμενον ἀποβλέπουσι. κατ’ αὐτὴν δὲ τὴν καταφόρησιν
8. ἢ χεῖρα κινοῦσιν, ἢ σκέλος, ἢ σύμπαν τὸ σῶμα ῥίπτουσιν
9. ἀλόγως, ἐξαίφνης τε καὶ παραφρονητικῶς ἐξάλλονται σπασμοῦ
10. δίκην, καὶ ταῦτα πάντα ποιοῦσι μετὰ τοῦ καὶ λέγειν τινὰ οὐ
11. προσηκόντως, ὧν οὐδὲν οἱ μετὰ καταφορᾶς ληθαργικοὶ
12. πράττουσιν, ἀκίνητοι γὰρ ἀεὶ καὶ ἄφωνοι κεῖνται τοῖς βαθέως
13. κοιμωμένοις ὁμοιωθέντες. τῶν δὲ μὴ ὑπνωδῶς καταφερομένων
14. οἱ μὲν οὕτω ῥᾳδίως καὶ ἐπὶ πολὺ εὐκίνητοί εἰσιν, ὥστε
15. μὴ διαλείπειν βοῶντες μέγα, καὶ κινεῖν τι μόριον σφοδρῶς,
16. ἂν δ’ ἐξεγείρῃς αὐτοὺς ἢ προσλαλῇς, προσβλέπουσιν ἀπρεπῶς
17. καὶ μᾶλλον ἐξίστανται, καὶ κακὸν πράττειν ἐπιχειροῦσι, καὶ
18. πάντως ἀκούειν προθυμότατοί εἰσιν οὐδὲν ἀπολειπόμενοι τῶν
1. ἄκρως παραφρονούντων· οἱ δ’ ἔμπαλιν ἀνιστάμενοι κατανοοῦσι
2. μᾶλλον, καὶ οὐ πολὺ κινοῦνται, καὶ τότε μᾶλλον παραφρονοῦσιν,
3. ὅταν ἐπιτρέψῃς αὐτοὺς τῷ κώματι. καὶ κατὰ
4. τοῦτο μάλιστά ἐστιν αὐτοὺς διορίζειν τῶν ληθαργικῶν καταφορῶν.
5. αὕτη μὲν οὖν ἐστιν ἡ πρὸς Ἱπποκράτους λεγομένη
6. νωθρὰ καταφορά. ἐπεὶ δὲ σαφῶς ἐμάθομεν, ὡς οὐ
7. μόνον τὸ καταφέρεσθαι τῶν φρενιτικῶν τισι συμβαίνει, ἀλλὰ
8. καὶ τὸ νωθρῶς, (περὶ τούτου μάλιστ’ ἄν τις ἀπορήσειεν) ἐπὶ
9. τὴν λοιπὴν μεταβῶμεν ἀμφισβήτησιν, ἧς εἰ μέν τινα εὑρήσωμεν
10. λύσιν, ἕξομεν ἤδη τὸ πᾶν. ἔστι δὲ ἡ ἀμφισβήτησις ἥδε.
11. μεμνημένος Ἱπποκράτης ἐν τῷ προῤῥητικῷ τῶν κωματωδῶν
12. ἀγρύπνων, ἀπορεῖ πότερον φρενιτικοὺς αὐτοὺς, ἤ τι ἕτερον
13. ὀνομάσει. ἔχει δὲ ἐφεξῆς οὕτως. οἱ κωματώδεες ἐν ἀρχῇσι
14. γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου
15. ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσι; γράφεται δὲ
16. διχῶς ἥδε ἡ ῥῆσις, ἐπί τισι μὲν ἀντιγράφοις οὕτως, ἐπί τισι δὲ
17. ἄνευ τοῦ εἰσίν, ἆρά γε φρενιτικοί; ἀλλὰ νῦν μὲν τὸ πρῶτον
1. ἐρευνῶμεν. ἐπειδὴ δύο τὰ πρῶτά ἐστι κώματος εἴδη, καὶ τὸ
2. μὲν τοῖς ληθαργικοῖς ἀεὶ, τὸ δὲ τοῖς φρενιτικοῖς ἔστιν ὅτε
3. συμπίπτει, ἀπορεῖ νῦν Ἱπποκράτης, εἰ δεῖ τοὺς οὕτως ἔχοντας
4. ὀνομάζειν φρενιτικούς. τοῦτο δὲ οὐχ ὅπως ἄπορον, ἀλλ’
5. ἔμπαλιν ῥᾳδίως εὑρετὸν καὶ πρόχειρον εἶναι δοκεῖ. ἐπειδὴ γάρ
6. ἐστι δύο κώματα, καὶ τὸ μὲν ὑπνῶδες τὸ τῶν ληθαργικῶν
7. ἴδιον οὐ δύναται ἐνταῦθα νοηθῆναι, τὸ γὰρ ἄγρυπνοι
8. προσκείμενον οὐκ ἐπιτρέπει σημαίνεσθαι τοῦτο, περὶ τοῦ λοιποῦ
9. κώματος τὸ ἆρά γε φρενιτικόν ἐστιν ἀπαγγέλλειν φαίνεται.
10. πῶς ἄρα ἀπορεῖ; συλλογιστική ἐστί, φησιν, ἡ ἆρα
11. λέξις, οὐκ ἀπορητική. ἀλλὰ τοῦτο μὲν ἐὰν μὴ βάρβαρον
12. εἶχε τὴν ἑρμηνείαν καὶ πάσης Ἑλληνικῆς συνηθείας ἀλλοτρίαν,
13. ἴσως ἂν ἀπεδεχόμην· ὅτε δὲ οὔτε οἱ ἄλλοι Ἕλληνες οὔτε ὁ
14. Ἱπποκράτης τοιαύτῃ προτάσεων συντάξει οὐχ εὑρίσκονται
15. χρώμενοι, πῶς ἂν δεχοίμην συλλογιστικὸν εἶναι τὸ ἆρα
16. ἐπίῤῥημα; πρὶν γὰρ ἢ λήμμασι χρῆσθαι ἐν τῷ λόγῳ καὶ
17. προτάξαι αὐτὰ τοῦ συμπεράσματος, οὐκ ἔστι συλλογίζεσθαι.
18. φέρε εἰπεῖν, ὅπως τὸ λεγόμενον σαφὲς γένηται καὶ τοῖς ἧττον
1. γεγυμνασμένοις, τὸ ἆρά γε ἡμέρα ἐστί; καὶ, ἆρά γε ἐλεύσεται
2. σήμερον; ἀπορητικὸν ἔχει ἐπίῤῥημα. ἂν δὲ λόγῳ ἀποφαίνειν
3. αὐτοῖς βουληθῶ, ἤτοι ἁπλῶς λέγων οὕτω χωρὶς πάσης
4. ἀποδείξεως, ἐλεύσεται σήμερον· ἤτοι μετ’ ἀποδείξεως
5. οὕτως, ἐὰν ἥλιος ὑπὲρ γῆν ἐστιν, ἡμέρα ἐστίν· ἐὰν περιπατεῖ,
6. κινεῖται ἄρα. ὅταν δὲ χωρὶς ἀποδείξεως ἀποφαίνωμέν
7. τι, οὐ δεόμεθα τοῦ ἄρα ἐπιῤῥήματος, περιττὸς γάρ ἐστιν
8. ὁ λόγος, καὶ οὐδεὶς οὕτω φησὶν, ἡμέρα ἐστὶν ἄρα, οὔθ’
9. οὕτως, ἀρά γε ἡμέρα ἐστὶν, ἐπειδὰν ἐξῇ λέγειν οὕτως ἁπλῶς,
10. ἡμέρα ἐστίν. οὔθ’ οὕτω κατ’ ἀπόδειξιν οἷόν τέ ἐστι χρῆσθαι
11. αὐτὸν τῷ ἆρά γε. πῶς γὰρ ἂν εἴη ἀπόδειξις, πάσης
12. ἀποδείξεως ἐξ ἑτέρων λημμάτων ἕτερον λῆμμα καταλαμβανούσης;
13. ἀλλὰ μηδὲν φαίνεται νῦν λῆμμα συλλογιστικὸν εἰς ἀπόδειξιν
14. λαμβάνων. πῶς οὖν τὸ ἆρά γε ἐπίῤῥημα γενήσεται
15. ἀντ’ ἀπορητικοῦ συλλογιστικὸν καὶ συμπεραντικόν; μετὰ γάρ
16. τινων οὔτε τὸν αὐτὸν τόπον κατέχουσι τὸ ἀπορητικὸν ἐπίῤῥημα
17. καὶ τὸ συλλογιστικόν τε καὶ συμπεραντικὸν καλούμενον,
18. ἀλλὰ τὸ μὲν ἀπορητικὸν πρόκειται ἀεὶ, τὸ δὲ συλλογιστικὸν
1. καὶ συμπεραντικὸν μεταξὺ τοῦ ὀνόματος καὶ τοῦ κατηγορουμένου
2. καθίσταται. ἀποροῦντες γὰρ λέγομεν, ἆρά γε ἡμέρα
3. ἐστί; συλλογιζόμενοι δὲ οὕτως, ἡμέρα ἄρα ἐστί. πῶς οὖν
4. νῦν προετέθη; ὡς οὐ συλλογιστικὸν ὑπάρχον, προετέθη.
5. οὐ γὰρ εἴρηται οὕτω, φρενιτικοὶ ἄρα εἰσὶν, ἀλλ’ ἁπλῶς, ἆρά
6. γε φρενιτικοί εἰσιν; ἀποροῦντος φανερῶς τοῦ Ἱπποκράτους,
7. καὶ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ὑπὲρ αὐτῶν, ὥσπερ
8. ἀμέλει πολλάκις φαίνεται ποιῶν. ἀρκέσει δ’ ἓν ἢ δεύτερον
9. παράδειγμα, χάριν τοῦ μὴ διατρίβειν ἐπὶ πλέον ἐν οὕτω σαφεῖ
10. πράγματι. ἐν μὲν οὖν τῷ πρώτῳ τῶν ἐπιδημιῶν φησι,
11. μετὰ δὲ ταῦτα δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες. ἆρά
12. γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. ἐνταῦθα τὸ σκεπτέον
13. προσκείμενον, οὐδὲ τὸν ἀναιδέστατον ἄλλως ἀκούειν ἐάσει
14. τοῦ ἄρα συνδέσμου, πλὴν ὡς ἀπορητικοῦ. ἐν δὲ τῷ ἕκτῳ
15. τῶν ἐπιδημιῶν τὸ μετ’ οὔρησιν σύναγμά, φησι, παιδίοισι
16. μᾶλλον, ἆρά γε ὅτι θερμότερα; ἐν αὐτῷ δὲ τῷ προῤῥητικῷ,
17. ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις κακὸν, ὡς καὶ Ἀρχεκράτει.
18. ἆρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; καὶ πάλιν, ἐν 
1. ἀφωνίῃ πνεῦμα, οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν.
2. ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον; εἰ τοίνυν χρὴ κεφαλὴν
3. ἐπιδοῦναι τῷ λόγῳ, καὶ μήτ’ ἄλλος τις τῶν Ἑλλήνων
4. οὕτω κέχρηται τῷ ἆρα συνδέσμῳ μήθ’ Ἱπποκράτης αὐτὸς,
5. ὡς ἐγὼ νῦν ἔδειξα, μέμψαιτ’ ἄν τις, οἶμαι, τοὺς ἐξηγησαμένους
6. ὡς οὐκ ἀπορητικὸν σύνδεσμον.

Cliquer un n° de page pour en afficher l’image