Galenus. De comate secundum Hippocratem (De comate sec. Hipp.) [n° 055 Fichtner] [GalLat]

Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Coma selon Hippocrate
Coma According to Hippocrates (Hipp. Com.)
Mewaldt, 1915.
De comate secundum Hippocratem, 1824, vol. 7, p. 643-665. urn:cts:greekLit:tlg0057.tlg052.verbatim-lat1
Nieto Ibáñez, 2005 (spa).

De comate secundum Hippocratem, 4, ed. Kühn, 1824, vol. 7, p. 663-665. urn:cts:greekLit:tlg0057.tlg052.1st1K-grc1:4

 

7. Καί τοι χαλεπώτερον ἐμαυτὸν τὸν λόγον
8. ἐπίσταμαι ποιεῖν. διωρισμένης γὰρ τῆς ὑπνώδους καταφορᾶς
9. ἀπὸ τῆς οὐχ ὑπνώδους φρενίτιδος, οὐκ ἂν ἔτι δεόντως ἀπορῶν
10. φαίνοιτο καὶ μὴ βεβαίως ἀποφαινόμενος φρενιτικοὺς εἶναι
11. τοὺς τοιούτους. ἀλλ’ ἧττον γὰρ ἐμοὶ μέλει τῆς ἐν τοῖς λόγοις
12. χαλεπότητος ἢ τῆς ἀληθείας, ὅτι τε ἀπορητικός ἐστιν ὁ σύνδεσμος,
13. ὁμολογῶ, καὶ δείξω τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐτόλμησε
14. φρενιτικοὺς εἶναι τοὺς τοιούτους ἀποφήνασθαι ὁ Ἱπποκράτης,
15. ἀλλ’ ἔτ’ ἀπορεῖ. τὸ γὰρ ἐν ἀρχῇσι προσκείμενον τὴν πάσαν
16. ἔχει τοῦ λόγου δύναμιν, ὃ παραλείπουσιν οἱ πολλοὶ τῶν
17. ἐξηγητῶν, ὥσπερ μάτην προσγεγραμμένον. παραπλήσιον
18. γάρ τι συμβαίνει πολλῶν ἀρχομένοις νοσημάτων, οἷον ἔν τισι
1. τῶν μεθυσθέντων ἔστιν ἰδεῖν γιγνόμενον. ὅταν μὲν κωματώδεις
2. ὦσι, καὶ σφάλλονται, καὶ βαρῶσι τὴν κεφαλὴν, καὶ
3. μηδ’ εἰ βιάζοιντο διαίρειν δύνανται τὰ βλέφαρα· δι’ αὐτὸ
4. δ’ αὖ πάλιν τοῦτο τὸ βάρος ὑπνοῦν ἀδυνατοῦσιν ἀσώμενοι,
5. καὶ στρεφόμενοι, καὶ ῥιπτοῦντες ἑαυτοὺς, καὶ μεταβάλλοντες
6. ἄλλοτ’ εἰς ἄλλο σχῆμα. ταῦτα γὰρ ἔστιν ἰδεῖν πολλάκις
7. ἐπὶ τῶν μεθυσθέντων γιγνόμενα, πληρωθείσης αὐτῶν
8. ἐν τῇ μέθῃ τῆς κεφαλῆς, εἶθ’ ὑπὸ τοῦ βάρους ἅμα τ’ εἰς κῶμα
9. κατασπώσης ἅμα τε ὕπνον κωλυούσης. οὕτως οὖν καὶ πλήθους
10. ἀπέπτου τὴν κεφαλὴν κατειληφότος, ἄγρυπνοί τε ἅμα
11. καὶ κωματώδεις εἰσίν. καὶ τοῦτο κατ’ ἀρχὰς γενόμενον, ἔστιν
12. ὅτε μὲν πεφθῇ καλῶς, ὥσπερ καὶ ἐξ οἴνου τοιοῦτο εἴη γεγονός·
13. ἀλλ’ οὕτω μὲν οὔτε λήθαργος, οὔτε φρενῖτις ἠκολούθησεν·
14. ἔστιν ὅτε δὲ δριμὺ γενόμενον εἰς φρενίτιδα ἐτελεύτησε.
15. πολλοῖς δ’ αὖ τὸ μὲν λεπτότερον ἢ πεφθὲν ἢ διαφορηθὲν
16. ἐκενώθη, ὑπέμεινε δὲ τὸ παχύτερον, καὶ οὕτω
17. λήθαργος ἐπεγένετο. προεληλυθότος μὲν τοῦ τοιούτου νοσήματος,
18. ἡ τοιαύτη διάθεσις, ὡς μὲν ἡμεῖς ἐδείξαμεν, ἐγγὺς
19. ἤδη φρενίτιδος· ὡς δ’ οἱ τὸ μικτὸν πάθος ἐκ ληθάργου
1. καὶ φρενίτιδος εἰσάγοντες ὑπολαμβάνουσιν, ἐκείνῳ δόξειεν ἂν
2. εἶναι συγγενεστέρα. πότερον δ’ ἤδη τοὺς οὕτως ἔχοντας ὀνομάζειν
3. χρὴ φρενιτικοὺς, ἢ ὀλίγου ὕστερον ἔσεσθαι προσδοκᾷν,
4. τοῦθ’ ἑτέρας ἂν εἴη σκέψεως, οὔτ’ ὠφελούσης τι τὰ νῦν προκείμενα,
5. καὶ ἄλλως διὰ τοῦ εἰσίν, ὃ καί τινες προσγράφουσι
6. τῷ ἆρα φρενιτικοὶ, τινὲς δ’ οὔ.

Cliquer un n° de page pour en afficher l’image