ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΑΡΑΣΜΟΥ ΒΙΒΛΙΟΝ.
1. Μαρασμός ἐστι φθορὰ ζῶντος σώματος ἐπὶ
2. ξηρότητι. διττῶς δὲ τῆς φθορᾶς λεγομένης, τῆς μὲν ἐν τῷ
3. γίνεσθαι, τῆς δὲ ἐν τῷ γεγονέναι, κατὰ τὸ πρότερον σημαινόμενον
4. ἀκούειν χρὴ τῆς προσηγορίας. οὕτω δὲ καὶ αὐτὸς ὁ
5. μαρασμὸς ὁ μὲν παρὰ τὸ μεμαράνθαι λέγοιτ’ ἂν, ὁ δὲ παρὰ
6. τὸ μαραίνεσθαι, περὶ οὗ νῦν ὁ λόγος ἐστίν. ἐπεὶ δὲ ζῶντος
7. σώματος ἔφαμεν εἶναι φθορὰν τὸν μαρασμὸν, ἔστι δὲ τρία
8. γένη τῶν ζώντων, ζῶα, φυτὰ καὶ σπέρματα, καὶ διὰ
9. ταῦτα καὶ οἱ καρποὶ, τούτων ἂν εἶναι πάθος τὸν μαρασμὸν
10. ἑρμηνεύοντες κυρίως, ἐκ μεταφορᾶς δὲ ἤδη καὶ τὰς ἀλλὰς
1. φθορὰς, ὅσαι γίνονται διὰ ξηρότητος, μαρασμὸν ὀνομάζουσιν.
2. ὥστε καὶ κατὰ τοῦ πυρὸς ἐπιφέρουσι τοὔνομα, καὶ
3. μᾶλλον ἔτι ποῤῥώτερον, ἐπιφέροντες ἐπὶ πάντα τὰ κατὰ
4. βραχὺ φθειρόμενα. ἀλλ’ οὐδὲ περί τινος τῶν ἄλλων, ὅσα
5. μὴ κυρίως μαραίνεσθαι λέγεται, περὶ μόνου δὲ τοῦ κατὰ τὸν
6. ὁρισμὸν μαρασμοῦ νῦν ἡμῖν πρόκειται λέγειν, καὶ μάλισθ’ ὅταν ἐν
7. ζώου γένηται σώματι. κοινωνίαν γ’ ὁ λόγος ἀναγκαίαν ἕξει καὶ
8. πρὸς τὰ φυτά. κατὰ τέτταρας οὖν τρόπους ἁπλοῦς καὶ πρώτους
9. ἁπάντων τῶν ζώντων φθειρομένων, ὅτι καὶ τὰ στοιχεῖα
10. τῆς οὐσίας αὐτῶν ἐστι τέσσαρα, τὰ μὲν διὰ ξηρότητος
11. φθειρόμενα μαραίνεσθαι λέγομεν. εἰ μὲν δὴ τοῦτο μόνον
12. αὐτοῖς ὑπάρχοι τὸ ξηραίνεσθαι, τῆς ἑτέρας τῶν στοιχείων ἀντιθέσεως
13. τῆς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐν τοῖς οἰκείοις
14. ὅροις διαμενούσης, ἁπλοῦς ἐστιν ὁ τοιοῦτος μαρασμός· εἰ
15. δ’ ἤτοι θερμότης ἄμετρος ἢ ψύξις αὐτῷ προσγένοιτο, σύνθετος
16. οὕτω τε καὶ διττὸς ὁ τρόπος εἴη τῆς φθορᾶς. ὁ μὲν οὖν
17. ἁπλοῦς μαρασμὸς ἐπὶ ταῖς ἀσιτίαις δοκεῖ γίνεσθαι τῶν τε κατὰ
18. πρόθεσιν ἀποκαρτερούντων καὶ ὅσοι λιμώττουσιν ἀπορίᾳ
1. σιτίων· ὁ δὲ μετὰ ψύξεως, ἐπί τε τῶν γηρασκόντων
2. καὶ ὅσοι διά τι πάθος εἰς ὁμοίαν γήρᾳ διάθεσιν ἐμπίπτουσι·
3. ὁ δὲ μετὰ θερμότητος, ἔν τισι τῶν ἑκτικῶν πυρετῶν. ἐπὶ
4. μὲν δὴ τῶν φυτῶν ὅλον τὸ σῶμα καὶ μόριον ὁτιοῦν αὐτῶν
5. μαραίνεσθαι λέγομεν ἐπὶ ταῖς διὰ ξηρότητος φθοραῖς· οὐ
6. μὴν ἐπί γε τῶν ζώων, ἀλλὰ τὸ μὲν ὅλον σῶμα μαραίνεσθαί
7. φαμεν, οὐκέτι δὲ σύνηθές ἐστι καθ’ ἑκάστου μορίου
8. φέρειν τοὔνομα, καὶ νῦν ἡμῖν ὁ λόγος ἐστὶν οὐ περὶ
9. τῶν ξηραινομένων διά τι σύμπτωμα μορίων, ἀλλ’ ὅταν
10. ὅλον οὕτω καταστῇ τὸ σῶμα. δῆλον τοίνυν ἐστὶν ἤδη
11. τό γε τοσοῦτον, ὡς εἴπερ ὅλου τοῦ σώματός ἐστι πάθος ὁ
12. μαρασμὸς, οὐκ ἄνευ τῆς ἀρχῆς τοῦ ζώου παθόντος γίνεται.
13. οὐ μὴν οὐδ’ ἄλλο μέν τι πάθος ἐν ὅλῳ τῷ ζώῳ γίνεσθαι
14. δυνατόν ἐστιν, ἄλλο δέ τι κατειληφέναι τὴν ἀρχὴν, ὥστ’
15. ἀνάγκη τὸ σῶμα τῆς καρδίας ξηραίνεσθαι τοῖς μαραινομένοις.
16. εἰ τοίνυν εὕροιμεν ἁπάσας τὰς αἰτίας, ὑφ’ ὧν
17. ξηραίνεσθαι συμβαίνει τὴν καρδίαν, εἰσόμεθα πότερον
1. ἀνιάτως ἔχουσιν οἱ μαραινόμενοι πάντες, ἤ τινες ἐξ αὐτῶν
2. ἰαθῆναι δύνανται.