Galenus. De marcore (De marcore) [n° 056 Fichtner] [GalLat]

Περὶ μαρασμοῦ
Marasme
Withering (Marc.)
De marcore, 1824, vol. 7, p. 666-704. urn:cts:greekLit:tlg0057.tlg053.verbatim-lat1
Theoharides, 1971 (eng).

De marcore, 2, ed. Kühn, 1824, vol. 7, p. 669-672. urn:cts:greekLit:tlg0057.tlg053.1st1K-grc1:2

3. Κάλλιον οὖν ἴσως ἐστὶ κᾀνταῦθα τὸν λόγον
4. ἐπ’ ἀρχὴν ἀγαγεῖν. ἀρχὴ δὲ ἀρίστη τὸ γνῶναι γήρως
5. αἰτίαν, ἐπειδὴ φαίνεται τῶν μαρασμῶν οὗτος ἀφυκτότατος,
6. ὡς καὶ κατὰ φύσιν εἶναι δοκεῖν· ἄφυκτα δὲ τὰ τῆς φύσεως
7. ἔργα σύμπαντά ἐστι, καὶ τάξιν τῆς γενέσεως ἀναγκαίαν
8. ἔχοντα. προηγεῖται δέ τι καὶ αὐτοῦ τοῦδε τὸ γνῶναι τὰ
9. σημαινόμενα τῆς κατὰ φύσιν λέξεως. οὐ γὰρ δὴ οὕτω λέγεται
10. κατὰ φύσιν εἶναι τὸ γῆρας, ὡς τὸ τρέφεσθαί τε καὶ αὐξάνεσθαι.
11. ταυτὶ μὲν γὰρ ἔργα τῆς φύσεώς ἐστι, τὸ γῆρας
12. δὲ οὐκ ἔργον, ἀλλὰ πάθος ἐξ ἀνάγκης ἑπόμενον. οὐδὲν γὰρ
13. τῶν γεννητῶν ζώων ἀγήρων ἑωρᾶτο. καὶ διὰ τοῦτο κατὰ
14. φύσιν εἶναι λέγουσιν αὐτό τινες ἐξ ἀνάγκης ἑπόμενον ἅπασι
15. τοῖς ὑπὸ φύσεως διοικουμένοις. εἴπερ οὖν κατὰ τοῦτο τὸ
16. σημαινόμενον εἴρηται κατὰ φύσιν εἶναι τὸ γῆρας, οὔτ’ ἀναγκαῖον
17. ἔτι προσεπισκέπτεσθαι τἄλλα σημαινόμενα τῆς λέξεως,
1. ἃ κακῶς ἔδοξέ τισιν, ὡς ἐν ἑτέροις ἐπιδείκνυμεν, οὔτ’ ἀπορία
2. τις ὑπολείπεται κατὰ τὸν λόγον. οὕτω γὰρ λεγόντων, ὡς
3. εἴρηται νῦν, ἀληθές ἐστι τὸ κατὰ φύσιν εἶναι τὸ γῆρας
4. ἄφυκτόν τε ὑπάρχειν, εἴπερ ἐξ ἀνάγκης ἕπεται τοῖς ἔργοις τῆς
5. φύσεως. καί τοί τις τῶν καθ’ ἡμᾶς φιλοσόφων ἔγραψε βιβλίον,
6. ἐπιδεικνὺς ὅπως ἔνεστιν ἀγήρων τινὰ διαμεῖναι τὸ
7. πάμπαν. ἐξέδωκε μὲν οὖν τὸ βιβλίον ἔτι τεσσαρακοντούτης
8. ὢν, παρέτεινε δὲ μέχρι καὶ τῶν ὀγδοήκοντα ἐτῶν, καὶ ἦν
9. οὕτως ἰσχνός τε καὶ ξηρὸς, ὡς ἁρμόζειν ἐπ’ αὐτοῦ τὴν ἐκ τοῦ
10. προγνωστικοῦ Ἱπποκράτειον ῥῆσιν, ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι,
11. κρόταφοι ξυμπεπτωκότες, ὦτα ψυχρὰ, καὶ συνεσταλμένα,
12. καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι, καὶ τὸ
13. περὶ τὸ μέτωπον ξηρόν τε καὶ περιτεταμένον, καὶ καρφαλέον
14. ἐόν. ἐπεὶ τοίνυν ἐγελᾶτο τοιοῦτος φαινόμενος, ὅτι ἄλλους
15. ἀνθρώπους ἐπεχείρησε διδάσκειν, ὅπως ἄν τις ἀγήρως διαμείνῃ,
16. δευτέραν ἔκδοσιν ἐποιήσατο περὶ τῆς θαυμαστῆς ἀγηρασίας,
17. οὕτω γὰρ αὐτὴν καὶ ὠνόμασε διὰ τοῦ συγγράμματος, 
1. ἐπιδεικνὺς, ὡς οὐ πᾶς ἄνθρωπος ἀγήρως δύναται διαμένειν,
2. ἀλλὰ δέοι μὲν εἰς τοῦτο καὶ φύσιν ἔχειν ἐπιτηδείαν, μάλιστα δ’
3. ὧν ἡ πρώτη τροφὴ τοιαῦτα βάλλοιτο θεμέλια, καὶ ἐπηγγείλατο
4. τῶν ἐπιτηδείων εἰς τοῦτο βρεφῶν εὐθὺς ἐξ ἀρχῆς αὐτὸς
5. ἐπιστατῶν, ἀθάνατα αὐτῶν ποιήσειν τὰ σώματα. καὶ ἦν
6. ἀνεξέλεγκτον αὐτοῦ τὸ ἐπάγγελμα· πρὸ τοῦ γὰρ ἀνδρωθῆναι
7. τοὺς παῖδας, οὓς παρελάμβανεν, ἔμελλεν αὐτὸς τεθνήξεσθαι.
8. οἱ μὲν οὖν ἄλλοι πάντες ἐσχάτην μωρίαν αὐτοῦ κατεγίνωσκον,
9. ἐγὼ δὲ οὒ, [μόνον] εἰδὼς, ὅτι πολλὰ καὶ ἄλλα δόγματα τοῖς διὰ
10. τῆς ἐμπειρίας ἐγνωσμένοις μαχόμενα πολλοὶ τῶν λογικῶν ἀνδρῶν
11. ἀπεφήναντο τῇ πιθανότητι τῶν λόγων ἐξαπατηθέντες.
12. οὐκ οὖν οὐδὲ τοῦτο θαυμαστόν ἐστιν ὅσον ἐπὶ τῷ λόγῳ. τὸ
13. γὰρ ὅτι τὸ γεννητὸν πᾶν φθαρήσεται πάντως οὔτ’ ἐπιστημονικὴν
14. οὔτ’ ἀναγκαίαν ἔχει τὴν ἀκολουθίαν, ἀλλ’ ἄχρι τοῦ
15. πιθανοῦ προϊοῦαν, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἀποδέδεικται;
16. καίτοι γε τούτῳ χρῶνται τῷ λόγῳ σχεδὸν ἅπαντες, ὅσοι τὸ
17. γηράσκειν ἀναγκαῖον ἐπιδεικνύουσι τοῖς ζώοις, ὁδὸν εἶναι
1. φάσκοντες αὐτὸ πρὸς τὴν ἐξ ἀνάγκης ἑπομένην φθορὰν τοῖς
2. γεννητοῖς ἅπασιν. ἐξ ἐμπειρίας οὖν ἔτι μόνης τὸ γῆρας ἀναγκαῖόν
3. τε καὶ κατὰ φύσιν, ὥσπέρ γε καὶ ὁ θάνατος οὐδ’ αὐτὸς
4. ἀποδεδειγμένος ὑπὸ τῶν ἑτοίμως ἀποφαινομένων καὶ λεγόντων,
5. ὡς ἀναγκαῖόν ἐστι τὸ γεννηθὲν ἅπαν εὐθὺς εἶναι φθαρησόμενον.
6. ἑπόμενον δὲ δήπου τοῖς σοφισταῖς ἐστι τὸ πρὸς
7. τὴν ἐμπειρίαν ἀντιλέγειν, ὅπερ, οἶμαι, κᾀκεῖνος ἐποίει φάσκων
8. ἀποθνήσκειν τε καὶ γηράσκειν ἅπαν ζῶον ἀγνοίᾳ τῶν
9. ἐπιστατούντων.

Cliquer un n° de page pour en afficher l’image