Galenus. De marcore (De marcore) [n° 056 Fichtner] [GalLat]

Περὶ μαρασμοῦ
Marasme
Withering (Marc.)
De marcore, 1824, vol. 7, p. 666-704. urn:cts:greekLit:tlg0057.tlg053.verbatim-lat1
Theoharides, 1971 (eng).

De marcore, 3, ed. Kühn, 1824, vol. 7, p. 672-676. urn:cts:greekLit:tlg0057.tlg053.1st1K-grc1:3

10. Ἴσως οὖν ἄμεινον ἡμᾶς ἐπισκέψασθαι τὴν
11. αἰτίαν ἥτις ποτέ ἐστι, δι’ ἣν γηράσκει τά τε ζῶα καὶ τὰ φυτὰ
12. σύμπαντα. φαίνεται γὰρ δὴ ξηραινόμενα καὶ τοιοῦτόν τι
13. πάθος εἶναι τὸ γῆρας, εἰ καί τινες ἑτέρως ὑπέλαβον, ψυχρούς
14. τε καὶ ὑγροὺς ἀποφηνάμενοι τοὺς γέροντας· ἐπιδέδεικται δὲ
15. αὐτῶν ἡ αἰτία τῆς ἀπάτης ἐν τοῖς περὶ κράσεων γράμμασιν.
16. ἆρ’ οὖν διὰ τοῦτο ξηραίνεται, δι’ ὃ λέγουσί τινες,
17. ὡς ἡ σύμφυτος τοῖς ζώοις θερμασία καθάπερ τι πῦρ ὑπάρχουσα,
18. τὴν αὔξησιν ἐκ τῆς ὕλης, ὅθεν ἀνάπτεται, λαμβάνει;
1. ταύτῃ γὰρ ἐνδέδεται καὶ ταύτης ἀχώριστός ἐστι, καὶ πάντα
2. ἐκ ταύτης ἐστὶν αὐτῇ. τὰ μὲν οὖν νεογενῆ ζῶν, καθάπερ
3. καὶ τὰ φυτὰ, σύμπαντά ἐστιν ὑγρὰ, καὶ διὰ τοῦθ’ ὥσπερ
4. ἐγκαταπνιγομένη τῷ πλήθει τῆς ὑγρότητος ἑαυτὴν ἀναφέρει
5. μόλις, ὁμιχλώδης τέ τις οὖσα καὶ βραδεῖα καὶ δυσκίνητος·
6. ἐν δὲ τῷ χρόνῳ προϊόντι καὶ ταύτης περιγίνεται, καὶ
7. τῆς ὕλης ἐγκρατὴς ἁπάσης καθίσταται. καὶ οὕτως οὐχ ὁμιχλώδης
8. ἐστὶ καὶ θολερὰ καὶ καπνώδης, ἀλλὰ καθαρά τε καὶ
9. αἰθερώδης γινομένη, τὰς ἑαυτῆς κινήσεις ἁπάσας ἀκωλύτως
10. ἐπιδείκνυται, καὶ τὸ σύμπαν εἰπεῖν, ὥσπερ αἱ φλόγες, ὅταν
11. ἐμπέσωσιν ὑγροῖς ξύλοις, ἐν ἀρχῇ μὲν ὑποτύφονταί τε καὶ
12. οἷον καταπνίγονται μικραὶ παντάπασιν οὖσαι καὶ ἀσθενεῖς,
13. ἐν δὲ τῷ χρόνῳ προήκοντι κατὰ βραχὺ μὲν ἐκλάμπουσί τε καὶ
14. αὔξονται, κατὰ βραχὺ δὲ τῆς ὕλης ἐγκρατεῖς γίνονται, καὶ
15. τέλος ἐπὶ μήκιστον αἴρονται μέγεθος, ὅταν ἁπάσης κρατήσωσιν,
16. ὅπερ ἐστὶν αὐταῖς ἀκμή τε καὶ ῥώμη· κᾄπειτα ἐντεῦθεν
17. ἤδη τῆς τροφῆς ἐπιλειπούσης ταύτης, μαραίνονταί
18. τε καὶ σβέννυνται· κατὰ τὸν αὐτὸν τρόπον ἡ ἐν ἡμῖν, φασι,
1. θερμότης ἐνδεδεμένη τῷ τοῦ ζώου σώματι καθάπερ ὕλῃ τινὶ,
2. τὸ μὲν πρῶτον ὑγρά τίς ἐστι καὶ ἀσθενὴς, αὐξανομένη δὲ
3. μέχρι τῆς τῶν ἀκμαζόντων ἡλικίας ἐκλάμπει τε καὶ αὐξάνεται
4. καὶ ἐπὶ πλεῖστον αἴρεται μεγέθους καὶ μιμεῖται τοῦ πυρὸς τὴν
5. φλόγα· τοὐντεῦθεν δὲ τροφῆς ἀπορίᾳ μαραίνεται κατὰ
6. βραχὺ, καὶ τοῦτό ἐστι τὸ γῆρας, ὕστερον δὲ ἤδη καὶ ἀποσβέννυται
7. παντελῶς, ὅπερ ἐστὶν ὁ θάνατος. οὗτος ὁ λόγος εὐδοκιμεῖ
8. παρὰ πᾶσιν ὀλίγου δεῖν τοῖς νεωτέροις ἰατροῖς τε
9. καὶ φιλοσόφοις, οὐκ ὢν ἀληθὴς, ἐμοὶ γοῦν κριτῇ, παραβάλλων
10. γέ τοι τὴν φλόγα τοῦ πυρὸς τῇ τῶν ζώων θερμασίᾳ,
11. μηδὲ τοῦτ’ αἰσθανόμενος, ὡς ταῖς μὲν φλοξὶν ἡ γένεσις ἐκ
12. τῆς κατὰ τὴν ὕλην ἐστὶ φθορᾶς, ὅθεν περιεξάπτονται, τὰ
13. ζῶα δὲ οὐχ οὕτως ὑπὸ τοῦ διαπλάττοντος αὐτὰ τῆς ἐμφύτου
14. θερμότητος ἔτυχεν, ἀλλ’ ὡς αὐξηθησόμενα καὶ διοικηθησόμενα
15. παρ’ αὐτῆς, οὐδέ ἐστί τις χρόνος ἐν ᾧ διὰ πάσης αὐτῆς
16. οὐκ ἐκτέταται τὸ σύμφυτον ἡμῖν θερμὸν δυνάμεις ἔχον, οὐχ
17. αἷς διαπλάττει μόνον, ἀλλὰ καὶ πολλὰς ἑτέρας. καὶ γὰρ ἕλκει
18. τὴν τροφὴν ἐφ’ ἑαυτὸ, καὶ τὴν ὕλην διοικεῖ καὶ προστίθησι
1. καὶ προσφύει καὶ ὁμοιοῖ, καὶ συλλήβδην εἰπεῖν ἅπαντα
2. τἀναντία ταῖς φλοξὶν ἀπεργάζεται περὶ τὴν σύμφυτον ὕλην
3. ἑαυτῇ. τίς γὰρ φλὸξ αὐξάνει ὕλην, ᾗπερ ἐνεδέθη; τίς δ’
4. ἐκείνῃ τὴν τροφὴν ἐξομοιοῖ μᾶλλόν περ ἢ τὴν ὕλην ἑαυτῇ;
5. τίς δὲ τοσαύτας μηχανὰς ἕνεκα τοῦ διασώζεσθαι ὕλην ἐξευρίσκει,
6. τὰ μὲν ἀμφιεννῦσα καὶ ἀποστέγουσα τῶν μορίων, ὡς
7. μηδὲν αὐτοῖς ἔξωθεν πλεονάζειν, τὰ δὲ διατρυπῶσα καὶ ἀνευρύνουσα
8. καὶ ὀχετοὺς ἐντιθεῖσα, τοὺς μὲν ὥσθ’ ἕλκειν δι’ αὐτῶν
9. τὴν τροφὴν, τοὺς δ’ εἰς ἀνάψυξίν τε καὶ ἀναπνοὴν, ἐξοχετεύουσά
10. τε τὰ περιττώματα, δι’ ἄλλων μὲν τὰ παχέα, δι’
11. ἄλλων δὲ τὰ λεπτά; λάθοιμ’ ἂν ἐνταῦθα μεταφέρων ἅπασαν
12. τὴν περὶ χρείας μορίων πραγματείαν, εἰ τὰ τῆς φύσεως
13. ἔργα πάνθ’ ἑξῆς καταλέγοιμι. καὶ μὴν ταὐτὸν εἶναί φασιν
14. ἔμφυτον θερμὸν καὶ φύσιν οἱ τῆς εἰρημένης δόξης ἡγεμόνες.
15. οὔκουν ὀρθῶς ὁμοιοῦσι καὶ παραβάλλουσιν αὐτὸ ταῖς
16. φλοξὶ καὶ φθείρειν οἴονται τὰ σώματα τοῦτο. Ἱπποκράτης
17. εἶπε, καὶ ἀποκτείνει τοίνυν ἡμᾶς τὸ θερμὸν, ὅπερ ἔφυσε
18. τὰ σώματα. πρῶτον μὲν δὴ φήσομεν, ὦ βέλτιστοι, 
1. τῶν γνησίων οὐκ ἔστιν Ἱπποκράτους βιβλίων, ἐν ᾧ τοῦτο
2. λέγεται. δεύτερον δὲ, εἰ καὶ δόγμα ἐστὶν Ἱπποκράτους,
3. ἐχρῆν ἐξηγεῖσθαι αὐτὸ ὅπως εἴρηται, καί τινα φέρειν ἀπόδειξιν.
4. εἰ δὲ ἐξ ὧν ἀποροῦσιν ἀποδείξεων, ἐκ τούτων πιστεύεσθαι
5. δικαιοῦσιν, οὐκ ὀρθῶς γινώσκουσιν. ἀληθὲς μέν
6. ἐστι τὸ διὰ τὴν ἔμφυτον θερμότητα γηράσκειν τε τὰ σώματα
7. καὶ τελευτῶντα διαφθείρεσθαι· ψευδὴς δὲ ὁ τρόπος ὃν
8. οὗτοί φασιν. οὐ γὰρ ὡς ἡ φλὸξ τὰ ξύλα, ταύτῃ καὶ τὸ
9. σύμφυτον θερμὸν τῶν ζώων ἀναλίσκει τὰ σώματα· τουτὶ
10. μὲν γὰρ ἴσως οἰκεῖόν ἐστι τοῖς ὑπὸ τῶν πυρετῶν διαφθειρομένοις
11. παράδειγμα, καὶ τό γε παρ’ Ἱπποκράτους λεγόμενον
12. ἐν τῇ προγεγραφυίᾳ ῥήσει τοιοῦτόν τι δηλοῦν ἔοικε· τὸ
13. μέν τοι ξηραίνεσθαι τὰ σώματα κατά τινα φυσικὴν ἀκολουθίαν,
14. καὶ γίνεσθαι τοῦτο διὰ τὴν ἔμφυτον θερμότητα, παντὸς
15. μᾶλλον ἀληθές ἐστιν, ὡς κᾀν τῷ πρώτῳ τῶν ὑγιεινῶν
16. ἐπιδέδεικται, ῥηθῆναι δὲ ἀναγκαῖόν ἐστι τῷ λόγῳ καὶ νῦν
17. οὐδὲν ἧττον.

Cliquer un n° de page pour en afficher l’image