Galenus. De marcore (De marcore) [n° 056 Fichtner] [GalLat]

Περὶ μαρασμοῦ
Marasme
Withering (Marc.)
De marcore, 1824, vol. 7, p. 666-704. urn:cts:greekLit:tlg0057.tlg053.verbatim-lat1
Theoharides, 1971 (eng).

De marcore, 4, ed. Kühn, 1824, vol. 7, p. 677-681. urn:cts:greekLit:tlg0057.tlg053.1st1K-grc1:4

1. Ἡ φύσις ἡ δημιουργοῦσα τά τε φυτὰ καὶ
2. τὰ ζῶα πάντως μὲν δήπου τῆς γενέσεως αὐτῶν ἀρχήν τινα
3. λαμβάνει σωματοειδῆ, οὐδενός γε τῶν ὄντων δυναμένου τὴν
4. ἀρχὴν τῆς γενέσεως ἐκ τοῦ παντάπασιν οὐκ ὄντος λαβεῖν.
5. ἀρξαμένη δ’ ἐντεῦθεν, ἐπὶ σκοπὸν ἀεὶ τέταται τὸν ἐξ ἀρχῆς
6. αὐτῇ προκείμενον ἐν τῇ δημιουργίᾳ, τοῦτο δέ ἐστι τὸ τέλεον
7. ἀπεργάσασθαι τὸ γεννώμενον, εἴτ’ οὖν φυτὸν, εἴτε καὶ ζῶον.
8. ἔστι δὲ δήπου τὸ τέλεον, ᾧ μηδεμία τῶν οἰκείων ἐνεργειῶν
9. ἀπολείπεται· πλείονες δ’ εἰσὶ τῶν ἐνεργειῶν, αἳ σκληρῶν χρῄζουσι
10. τῶν ὀργάνων, καὶ τοῦτ’ ἔστιν αἴτιον τοῦ πολλὰ γίνεσθαι
11. τοῖς ζώοις μόρια σκληρά· τὴν δὲ ἀρχὴν αὐτῶν τῆς γενέσεως
12. ἔμπαλιν τῷ τελείῳ ζώῳ μαλακὴν ἀναγκαῖον ὑπάρχειν,
13. ἵν’ εὐρύθμιστός τε καὶ εὔπλαστος, εὐπειθής τε πρὸς ἅπαν ᾖ
14. τῷ δημιουργοῦντι. καὶ διὰ τοῦτο κᾂν σκληρὸν ᾖ τι σπέρμα,
15. φυτὸν μαλακὸν γίνεται πρότερον ὑγρότητι συμμέτρῳ τεγγόμενον,
16. ἵν’ ἀντὶ σπέρματος φύσις γένηται. εἴπερ οὖν ἄρχεσθαι
17. μὲν χρὴ τὴν τοῦ ζώου γένεσιν ἐκ μαλακῆς οὐσίας, τελειουμένην
18. δὲ γίνεσθαι σκληρὰν, ἐπικρατεῖν ἀναγκαῖόν ἐστιν
1. ἐν τῇ πρώτῃ κράσει τῶν συνιστώντων αὐτὸ στοιχείων τό τε
2. ὑγρὸν καὶ τὸ ξηρόν. τὸ μὲν οὖν ὑγρὸν τὸ ὑδατῶδές ἐστιν·
3. τὸ δὲ ξηρὸν διττὸν μὲν ὑπάρχει τὴν φύσιν, τὸ μὲν γεῶδες,
4. τὸ δὲ πυρῶδες. ἀλλ’ οὐχ οἷόν τε ἦν ἐξ ἀρχῆς μιχθῆναι πλέον
5. τὸ γεῶδες, ὑγρᾶς δεομένης εἶναι τῆς τῶν ζώων ἀρχῆς. ἀπολείπεται
6. οὖν ἔτι μόνον τὸ πυρῶδες, ἀναγκαίαν ἔχον ἐπικράτησιν
7. ἐν τῇ πρώτῃ τοῦ ζώου γενέσει τε καὶ συμπήξει. εἰ μὲν
8. οὖν οἶόν τε ἦν τῇ φύσει μέχρι τῆς ἀκμῆς προαγαγούσῃ τὸ
9. ζῶον ἢ φυτὸν αὖθις ἑτέραν ἐνθεῖναι στοιχείωσιν ἀναλόγως
10. ἴσην κατὰ δύναμιν, οὕτως ἂν μόνως ἀγήρων τε καὶ ἄφθαρτον
11. ἔμεινεν αὐτῇ τὸ δημιούργημα, σοφοῦ τινος ἐπιστάτου
12. τυγχάνον, οὐ γὰρ δὴ ἁπλῶς τε οὖν οὕτως ἄφθαρτον ἂν ἐγένετο
13. κακῶς διαιτώμενον, καὶ τότε ἂν ἡμῖν ὁ Αἰγύπτιος ἐπεδείξατο
14. τὴν ἑαυτοῦ τέχνην ἐπὶ δυνατῷ γενέσθαι πράγματί.
15. νυνὶ δὲ ἐπεὶ οὐδὲ οἷόν τέ ἐστι μεταθεῖναί τε καὶ ὑπαλλάξαι
16. τὰ πρῶτα στοιχεῖα τῆς τῶν ζώων καὶ φυτῶν γενέσεως, ἀναγκαῖόν
17. ἐστι καὶ μετὰ τὴν ἀκμὴν ξηραίνεσθαι τὸ σῶμα, καίτοι
1. γε οὐ δεόμενον ἔτι πάσχειν τοῦτο, τῆς τοῦ ξηραίνεσθαι χρείας
2. οἰχομένης. ἀλλ’ ἡ μὲν παρακμὴ βραχεῖαν ἔχουσα τὴν ξηρότητα
3. λανθάνει τοὺς πολλοὺς, ὡς οὐδέπω μαρασμός
4. τις οὖσα· τὸ δὲ γῆρας οὐ τῷ γένει διαφέρον αὐτῆς, ἀλλὰ
5. μόνῃ τῇ ποσότητι κατάφωρον γίνεται. αὕτη μὲν ἡ αἰτία τὴν
6. ἀναγκαίαν ἅπασι τοῖς ζώοις ἐπὶ προήκοντι τῷ χρόνῳ ξηρότητα
7. ἐναργῶς ἐνδεικνυμένη τῷ γε μὴ παντάπασιν ἀσυνέτῳ
8. τό τε τῆς γενέσεως ἄφυκτον καὶ τὸ τῆς τάσεως ἀδύνατον.
9. ὃ γὰρ ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ πρώτῃ τῶν ζώων γενέσει,
10. τοῦτο πῶς ἄν τις γενέσθαι κωλύσειεν, ἢ παύσει γενόμενον;
11. ἥτις δέ ἐστιν ἡ τοῦ γήρως ἀρχὴ, καὶ πότε πρῶτον ἄρχεται
12. γηράσκειν τὰ σώματα, καιρὸν ἂν εἴη σκοπεῖσθαι. ὅσοι μὲν
13. οὖν ἡγοῦνται τὴν μὲν τοῦ παρακμάζοντος κρᾶσιν εἶναι ξηρὰν
14. καὶ ψυχρὰν, τὴν δὲ τῶν γερόντων ὑγρὰν καὶ ψυχρὰν, ἐν τῇ
15. ταύτης μεταβολῇ τὴν ἀρχὴν τοῦ γήρως τίθενται. ἡμεῖς δὲ
16. ἀποδείξαντες ἐν τῷ περὶ κράσεων ἅπαντα τὰ σώματα μετὰ
17. τὴν ἀκμὴν ἄχρι τῆς τελευτῆς ξηραινόμενα, δεόντως ἀπορήσομεν
18. ὑπὲρ ἀρχῆς γήρως, ἁπάσης τῆς μετὰ τὴν ἀκμὴν ἡλικίας
1. ξηρᾶς καὶ ψυχρᾶς ὑπαρχούσης. οὐδὲ γὰρ ἐν τῷ μᾶλλόν τε
2. καὶ ἧττον ἕτερον ἑτέρου τῶν παρακμαζόντων εἶναι ξηρὸν καὶ
3. ψυχρὸν ἀρχὴν τοῦ γήρως ὑποθέσθαι δυνατόν ἐστιν, ὅταν
4. ἐπὶ πλεῖστον ἥκῃ τὸ σῶμα ξηρότητος· τουτὶ γὰρ τὸ ἐπὶ πλεῖστον
5. εἰς σωρητικὴν ἀπορίαν ἐμπίπτει, καὶ δύναται μέν τις
6. καὶ καταφρονῆσαι τῆς τοιαύτης ἀπορίας, καὶ πολλαχόθι γε
7. ἀναγκαῖον οὕτω ποιεῖν, οὐ μὴν ἄμεινόν γε σαφέσιν ὅροις
8. ἀφορίσασθαι δυνάμενον ὑποβάλλειν ἑαυτὸν οὐκ ἀναγκαίαις
9. ἀπορίαις. ὅροι δὲ σαφεῖς ἐπὶ ταῖς τοῦ παρακμάζοντος ἡλικίαις
10. καὶ ταῖς τοῦ γέροντος ἡ τῶν ὑγρῶν ἐπικράτησις περιττωμάτων,
11. ὑφ’ ὧν ἐξαπατωμένους ἐλέγομεν ἀποφήνασθαί τινας
12. ὑγρὸν εἷναι τὸ γῆρας. εὐθέως δὲ καὶ τὰς ἐνεργείας ἐν τῷδε
13. σαφῶς ἔστιν ἰδεῖν ἀῤῥωστούσας ἁπάσας, καὶ ἡ τέως λανθάνουσα
14. τῶν παρακμαζόντων ἐπὶ θάνατον ὁδὸς ἐναργῶς καταφαίνεται
15. τηνικαῦτα. καὶ προβλήματα ὑποθέσεως γίνεται
16. τοῖς σοφισταῖς, τοῖς μὲν ὡς νόσος ἐστὶ τὸ γῆρας, τοῖς δὲ ὡς
17. ἡ κατὰ σχέσιν ὑγεία, τοῖς δὲ ὡς οὐδέτερόν τι· καὶ τοῖς μὲν
18. ὡς κατὰ φύσιν ἐστὶ, τοῖς δὲ ὡς παρὰ φύσιν· ἐνίοις δὲ κᾀνταῦθα 
1. μέσον τι καὶ οὐδέτερον ἀμφοῖν ἔδοξεν εἶναι τὸ γῆρας,
2. ὡς μήτε κατὰ φύσιν αὐτὸ μήτε παρὰ φύσιν ὀνομάζειν, ἀλλὰ
3. καὶ λέξιν ἐξευρίσκειν ἐπ’ αὐτῇ τρίτην, οὐ φύσει φάσκοντες
4. ὑπάρχειν αὐτό. περὶ μὲν δὴ τῶν τοιούτων ἀμφισβητημάτων
5. ἑτέρου διελέσθαι καιροῦ.

Cliquer un n° de page pour en afficher l’image