Galenus. De marcore (De marcore) [n° 056 Fichtner] [GalLat]

Περὶ μαρασμοῦ
Marasme
Withering (Marc.)
De marcore, 1824, vol. 7, p. 666-704. urn:cts:greekLit:tlg0057.tlg053.verbatim-lat1
Theoharides, 1971 (eng).

De marcore, 5, ed. Kühn, 1824, vol. 7, p. 681-687. urn:cts:greekLit:tlg0057.tlg053.1st1K-grc1:5

6. Τὸν δὲ τοῦ γήρως μαρασμὸν ἀδύνατον δήπου
7. καταλῦσαι, βοηθεῖσθαι δὲ ὡς ἐπιπλεῖστον ἐκταθῆναι
8. δυνατὸν, καὶ τό γε γηροκομικὸν ὀνομαζόμενον μέρος τῆς
9. ἰατρικῆς αὐτὸ τοῦτ’ ἔστι, σκοπὸν ἔχον ὡς ἡ τοῦ πράγματος
10. ἐνδείκνυται φύσις, ἐνίστασθαι καὶ διακωλύειν ὡς οἷόν τε, μὴ
11. ξηρανθῆναι τὸ σῶμα τῆς καρδίας εἰς τοσοῦτον, ὡς ἐνεργοῦν
12. ποτε παύσασθαι. τοῦτο γὰρ δὴ τὸ πέρας ἐστὶ τῆς ζωῆς,
13. παῦλα τοῦ τῆς καρδίας ἔργου, ὡς μέχρι ἂν ἥδε κινῆται κατὰ
14. τὴν ἑαυτῆς ἐνέργειαν, ἀδύνατον ἀποθανεῖν τὸ ζῶον. εἰ μὲν
15. οὖν οἷόν τέ ἐστιν ὑγρότερον ἐργάσασθαι τὴν οὐσίαν αὐτοῦ
16. τοῦ τῆς καρδίας σώματος, ἢ καὶ νὴ Δία τοῦ ἥπατος, ἐγχωρεῖ
17. τὸ γῆρας ἐπισχεῖν· εἰ δὲ μηδεὶς ἱκανός ἐστι μήθ’ ἧπαρ
18. ὑγρότερον ἑαυτοῦ ποιῆσαι μήτε καρδίαν, ἀλλ’ ἀναγκαῖον
1. ἐπὶ προήκοντι τῷ χρόνῳ ξηρότερα γίνεσθαι σφῶν αὐτῶν οὐ
2. τὰ σπλάγχνα μόνον, ἀλλὰ καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας,
3. κωλῦσαι μὲν τὸ γῆρας ἀδύνατον, ἐπισχεῖν δὲ τὸ τάχος αὐτοῦ
4. δυνατόν. ἔοικε τοίνυν Ὅμηρος, εἴπερ τι καὶ ἄλλο, καὶ
5. τοῦτο μαντικῶς ἐκφωνῆσαι περὶ τῶν γερόντων,

6. — — ἐπὴν λούσαιτο φάγοι τε,
7. Εὑδέμεναι μαλακῶς, οἵα δίκη ἐστὶ γερόντων.

8. καὶ γὰρ τὸ λουτρὸν τῶν ὑγραινόντων ἐστὶ, καὶ ἡ μαλακὴ
9. κοίτη καὶ ὁ ὕπνος, ἡ δὲ τροφὴ πρώτη καὶ μάλιστα. μόνη
10. γὰρ αὕτη μέρος γίνεται τῶν τρεφομένων σωμάτων
11. ὁμοιουμένη ταῖς οὐσίαις αὐτῶν; ἕκαστον δὲ τῶν ἄλλων ἢ τῷ
12. κωλῦσαι ξηρανθῆναι σφοδρότερον τὰ ὁμοιομερῆ, ἢ τῷ τὴν ἐν
13. ταῖς μεταξὺ χώραις αὐτῶν ἐπιτέγγειν τε καὶ αὐξάνειν ὑγρότητα,
14. τῆς τῶν ὑγραινόντων μετείληφε προσηγορίας τε καὶ
15. δυνάμεως. οὕτω δὲ ἐγχωρεῖ ποτε ἧπαρ καὶ τὴν καρδίαν
16. ὑγρανθῆναι, ὡς εἴρηται νῦν, τῆς τε παρεσπαρμένης αὐτοῖς
17. ὑγρότητος αὐξανομένης, ἣν κᾀν τοῖς λεπτυνθεῖσι νέοις
1. σώμασιν ἐκδαπανᾶσθαι συμβαίνει, καθ’ ὅλον μὲν τὸ σῶμα
2. φανερῶς πολλάκις, ἐγχωρεῖ δέ ποτε καὶ κατὰ τὴν καρδίαν καὶ
3. τὸ ἧπαρ. ὅτι δὲ τούτων τῶν σπλάγχνων τὸ μὲν ἀρτηριῶν
4. τε καὶ σφυγμῶν ἐστιν ἀρχὴ, τὸ δὲ φλεβῶν τε καὶ τοῦ τρέφεσθαι,
5. δι’ ἄλλης ἐπιδέδεικται πραγματείας, ἐν ᾗ περὶ τῶν Ἱπποκράτους
6. καὶ Πλάτωνος ἐπεσκοπούμεθα δογμάτων. ταῦτα
7. οὖν τὰ σπλάγχνα, πρὶν ἰσχυρὰν ἔνδειαν αἵματος γενέσθαι
8. καθ’ ὅλον τὸ ζῶον, οὐκ ἀπορεῖ συμμέτρου τροφῆς, τὸ μὲν
9. ἧπαρ, ὅτι πᾶν τὸ αἷμα τὴν ἀρχὴν ἐντεῦθεν ἔχει· ἡ καρδία
10. δὲ, διὰ τὸ τῆς ὁλκῆς ἰσχυρόν. ἕλκει μὲν ἅπαντα τὰ μόρια
11. τοῦ ζώου τὴν οἰκείαν τροφὴν ἐφ’ ἑαυτὰ, τῇ δὲ ἴσῃ ῥώμῃ τῆς
12. ὁλκῆς οὐ κέχρηται πάντα· διὰ τοῦτ’ οὖν οὐδ’ ὁμοίως ἀτροφεῖ
13. κατὰ τὰς ἐνδείας τοῦ αἵματος, ἀλλ’ ἥ τε καρδία σφοδροτάτην
14. ἔχουσα τὴν κατὰ τὸ ἕλκειν ἐνέργειαν, οὐκ ἄν ποτε
15. ἀπορήσειεν τροφῆς, πρὶν εἰς ἐσχάτην ἔνδειαν ἀφικέσθαι πάντα
16. τοῦ ζώου τὰ μόρια. μὴ τοίνυν ὑπολαμβάνωμεν, ἐπειδὰν
17. ἰσχνὸν γένηται τὸ σῶμα χρονίως ἀῤῥωστῆσαν, ἀναλόγως τοῖς
18. ἄλλοις ἅπασι μέρεσι τὴν καρδίαν καὶ τὸ ἧπαρ ὑπάρχειν ἰσχνά.
1. θεάσασθαι δ’ ἔστι σοι τοῦτο βουληθέντι κᾀπὶ τῶν ἄλλων
2. ζώων. ὅ τι γὰρ ἂν ἐθελήσαις ἐπιπλεῖστον λιμαγχονήσας ἀνατέμνειν,
3. ἰσχνὰ μὲν αὐτοῦ καὶ ξηρὰ τἄλλα σύμπανθ’ εὑρήσεις
4. μόρια, τὸ δ’ ἧπαρ ἅμα τῇ καρδία πλησίον τοῦ κατὰ φύσιν.
5. ἀποθνήσκουσι γὰρ (ἐπὶ ταῖς ἀσιτίαις) οὐ τοσοῦτον ἐνδείᾳ
6. τῆς τῶν στερεῶν σωμάτων τροφῆς, ὅσον τοῦ πνεύματος οἱ
7. σφαττόμενοι, καὶ διὰ τοῦτο γοῦν ἅπαντα τὰ μόρια μαλακά
8. τέ ἐστι καὶ ὑγρὰ τοῖς τῶν ζώντων ὁμοίως, ἐπειδὴ τὸ περιεχόμενον
9. ἐν αὐτοῖς ὑγρὸν, ὑφ’ οὗ πρώτως τρέφεται, σώζεται
10. σύμπαν· οἱ δ’ ὑπὸ λιμοῦ διαφθαρέντες ἥκουσι μὲν
11. ἐγγὺς τοῦ ὄντως μαρασμοῦ, καὶ διὰ τοῦτο μεμαράνθαι φήσομεν
12. αὐτοὺς, ὅταν γε τῆς ἀκριβολογίας μηδέπω καιρὸς ᾖ,
13. κατ’ ἀλήθειαν δ’ οὐκ ἐμαράνθησαν, ἢ οὐ πάντα γε τὰ μόρια
14. τοῦ σώματος· ὁ δ’ ὄντως μαρασμὸς ὁμοίως μαραίνει
15. πάντα, διότι καὶ τὰς ἀρχάς. ἔστι δ’ οὗτος ἐν μὲν ταῖς
16. ἡλικίαις τὸ γῆρας, ἐν δὲ τοῖς παρὰ φύσιν ὁ μαρασμώδης
17. πυρετός. ἑτέρα δέ τις ἀνάλογος γήρᾳ διάθεσις, ἣν οὐδὲν
1. χεῖρον ὀνομάζειν ἐκ νόσου γῆρας, οὐ μὰ Δί’ οὔθ’ ὡς
2. Φίλιππος, ὃς τὸν ἕνα μαρασμώδη πυρετὸν καλεῖ. οὐ γάρ
3. ἐστιν ἡ τοιαύτη διάθεσις πυρετὸς, ἐν ᾗ ψυχροτέρα τοῦ κατὰ
4. φύσιν ἡ καρδία γέγονεν. ὅτι δ’ οὕτως ἔχει κράσεως, οὐκ
5. ἐλάχιστον γνώρισμα μικρὸς καὶ ἀραιὸς σφυγμὸς ἀποτελούμενος,
6. ὡς καὶ αὐτὸς ὁ Φίλιππος γράφει· δέδεικται δὲ ἐν τῷ·
7. περὶ σφυγμῶν ὁ τοιοῦτος σφυγμὸς ἐν ψύξει γινόμενος. ἀλλὰ
8. καὶ ἡ ἀναπνοὴ τοῖς οὕτω διακειμένοις ὁμοίως φαίνεται τῷ
9. σφυγμῷ μικρά τε ἅμα καὶ ἀραιὰ, καὶ διὰ πολλοῦ, τὴν ψύξιν
10. ἐνδεικνυμένη καὶ αὕτη τῶν κατὰ τὴν καρδίαν, ὡς καὶ τοῦτ’
11. ἐν τοῖς περὶ δυσπνοίας δέδεικται. οὐ μὴν οὐδ’ ἐκπνέουσι
12. θερμὸν, ὅπερ ἀχώριστόν ἐστι καὶ αὐτὸ τοῦ κατεψύχθαι τὴν
13. ἀρχὴν, ὥπερ γε τὸ ἐναντίον τοῦ θερμανθῆναι. πόθεν οὖν,
14. ὅτι πυρέττουσιν; οὐδὲ γὰρ ὁ θώραξ αὐτῶν ἐστι θερμὸς,
15. οὔτ’ οὖν κατὰ τὸ στέρνον, οὔθ’ ἑτέρωθι, οὔτ’ ἐν τῷ κατὰ
16. μασχάλην τε καὶ τὰ κυρτὰ τῶν πλευρῶν, οὔτ’ ἄχρι ῥάχεως.
17. ἀλλὰ ταῦτα μὲν ὁμολογεῖ καὶ ὁ Φίλιππος, ἔχειν δ’ αὐτῶν
18. φησι τοὺς σφυγμοὺς τὸ σημεῖον τοῦ πυρετοῦ, τὴν σκληρότητα 
1. δηλονότι λέγων, ἣν ἀχώριστον ἔθετο σημεῖον ἁπάντων πυρετῶν
2. Ἀρχιγένης. ἀλλ’ εἰ μὲν τὸν ὄντως λέγει σκληρὸν, ὑπάρχει
3. μὲν τοῖς μαραινομένοις ἅπασι διὰ τὴν ξηρότητα τῶν ἀρτηριῶν,
4. οὐ μὴν σημεῖόν ἐστι πυρετῶν· εἰ δ’ ὃν Ἀρχιγένης
5. ἐκάλει σκληρὸν, ὄνομα μόνον φθεγγόμενος, οὐ μὴν ἔχων γε
6. δεῖξαι πρᾶγμα καθ’ οὗ τοὔνομα φέρει, γέγραπται καὶ ἡμῖν
7. περὶ αὐτοῦ πολλὰ κατὰ τὰς περὶ τῶν σφυγμῶν πραγματείας.
8. τὸ μέν τοι γῆρας τὸ ἐκ νόσου, ψύξις ὂν ἅμα ξηρότητι,
9. πυρετὸς οὐκ ἔστι, τὸ δὲ ἕτερον εἶδος, ὁ περιφρυγὴς ὀνομαζόμενος
10. ὑπὸ τοῦ Φιλίππου μαρασμὸς, ὄντως ἐστὶ μαρασμὸς,
11. ὥσπέρ γε καὶ ὁ συγκοπώδης. καί ἐστιν αὐτοῖς ὁ σφυγμὸς
12. πυκνός τε καὶ μικρὸς, ἐπὶ μέρος δὲ τοῖς ἐν τῷ περιφρυγεῖ συμβαίνει
13. θερμὰ ἐκφυσᾷν πνεύματα χαίνουσιν, ὡς ἄν τις εἰκάσειεν
14. αὐτὸ τῇ καύσει. ἡ γένεσις δὲ, ὡς εἴρηται, τῷ περιφρυγεῖ
15. μὲν ἐκ θερμότητος καὶ καυσωδεστάτων ἐστὶ πυρετῶν,
16. καὶ μάλιστα ἐπὶ ξηρότητι τῆς ἕξεως· τῷ συγκοπώδει δὲ ἐπειδὰν
17. ἐν συγκοπῇ γενηθέντες ἐκφεύγουσιν ἐν τῷ παραυτίκα τὸ
1. τοῦ κινδύνου σφοδρὸν, ὑπολείπεται δ’ αὐτοῖς τι τῆς συγκοπώδους
2. διαθέσεως. ὁ δὲ ψυχρὸς μαρασμὸς ὁ τὴν τοῦ γήρως
3. ἔχων διάθεσιν ἐκ μεταπτώσεως γίνεται πυρετῶν ψυχθέντων
4. ὡς οὐ χρὴ, διά τε πόσεως ὕδατος ψυχροῦ, καὶ ὅσα καθ’ ὑποχονδρίου
5. τε καὶ θώρακος ἐπιφερόμενα ἰάματα ψυκτήρια· τὸ
6. δ’ ὡς οὐ χρὴ, διττόν ἐστι, ἤτοι γε ἀμετρότερον τοῖς ψύχουσι
7. χρησάμενον, ἢ μὴ ἐπὶ προσήκοντι τῷ χρόνῳ. συμβαίη δ’
8. ἄν ποτε καὶ κατ’ ἀμφοτέρας ἅμα τὰς αἰτίας συστῆναι τὸ
9. πάθος.

Cliquer un n° de page pour en afficher l’image