Galenus. De marcore (De marcore) [n° 056 Fichtner] [GalLat]

Περὶ μαρασμοῦ
Marasme
Withering (Marc.)
De marcore, 1824, vol. 7, p. 666-704. urn:cts:greekLit:tlg0057.tlg053.verbatim-lat1
Theoharides, 1971 (eng).

De marcore, 6, ed. Kühn, 1824, vol. 7, p. 687-690. urn:cts:greekLit:tlg0057.tlg053.1st1K-grc1:6

10. Ὅτι δὲ ἀδύνατον ἰάσασθαι μαρασμὸν, ὅταν
11. ὄντως μαρασμὸς ᾖ, λέλεκται μέν που καὶ πρόσθεν, ἡνίκα
12. περὶ τοῦ γήρως ἐγράφομεν, εἰρήσεται δὲ καὶ νῦν. συμβαίνει
13. τι τοιοῦτον τοῖς οἰομένοις ἰᾶσθαι μαρασμὸν, οἷόν τι καὶ τοῖς
14. ὑπειληφόσι τὴν εἰς τὰ πρόσω μετάστασιν τῶν καταμαρανθέντων
15. κατὰ ῥάχιν σπονδύλων. ἐξ ὧν γὰρ ἑκάτεροι περὶ
16. τὰς διαγνώσεις τῶν παθῶν ἐσφάλησαν, ἐκ τούτων ᾠήθησαν
17. ἑαυτοὺς μέγιστα κατωρθωκέναι. καταλεπτυνθέντας μὲν γάρ
1. τινας ἰάσαντο, μαρανθέντας δὲ μηδένας. διττῆς δὲ οὔσης
2. τῶν οὕτω λεπτυνθέντων τῆς διαθέσεως, ὑπὲρ ἑκατέρας ἰδίᾳ
3. λεκτέον. γίνεται τοίνυν ἡ μὲν ἑτέρα τῶν κατισχνωθέντων
4. διάθεσις, ἐπειδὰν ἥ τε ὑγρότης ἀπόλλυται τῶν στερεῶν σωμάτων,
5. ἣν οἰκείαν αὐτῶν ἔφαμεν εἶναι τροφὴν, αἵ θ’ ἁπαλαὶ
6. σάρκες συντακῶσιν· ἡ δ’ ἑτέρα τῶν σωμάτων αὐτῶν ἅπτεται
7. τῶν στερεῶν, ἃ δὴ καὶ πρῶτά τε καὶ ὁμοιομερῆ προσαγορεύομεν.
8. αὕτη μὲν οὖν ἐστιν ἡ ἀνίατος, ὥσπέρ γε καὶ
9. τὸ γῆρας· ἡ δὲ ἑτέρα κινδυνώδης, οὐ μὴν τὸ πάμπαν
10. γε ἀνίατος, ἐν μὲν τῷ κοινῷ γένει ταῖς ἄλλαις ἁπάσαις
11. ἐστὶ, τῶν ἐναντίων τῷ πάθει δεομένη βοηθημάτων, οὐ μὴν
12. ὡσαύτως γε ταῖς πλείσταις αὐτῶν ἀσφαλής. ὑγρανθῆναι μὲν
13. γὰρ χρὴ τὰς τρεῖς διαθέσεις, καὶ τοῦτ’ αὐταῖς κοινὸν ἐπὶ
14. κοινῇ τῇ ξηρότητι, θερμανθῆναι δεομένης τῆς μιᾶς, ἣν τῷ
15. γήρᾳ προσεικάζομεν. ὥσπέρ γε καὶ ψύξαι μίαν, ἣν περιφρυγῆ
16. μαρασμὸν ὀνομάζομεν. ἐπιμίκτου δέ πως ἰάσεως ὁ
17. συγκοπώδης δεῖται μαρασμὸς, οὔτε γεγονὼς ἤδη, μεμνῆσθαι
1. γὰρ χρὴ τούτου διαπαντὸς, ἀλλ’ ἔτι γινόμενος, ἐκδαπανωμένης
2. τῆς συμφύτου τοῖς στερεοῖς μορίοις ὑγρότητος.
3. οὗτοι μὲν οἱ σκοποὶ τῆς ἰάσεως. ὅπως δ’ ἄν τις εὕροι
4. τὰς ὕλας τῶν βοηθημάτων, ἔτι τε σὺν· αὐτοῖς τὸν τρόπον
5. τῆς χρήσεως, ἐφεξῆς ἂν εἴη σκεπτέον. ἄμεινον μὲν οὖν γεγράφθαι
6. τῷ Φιλίππῳ, μὴ μόνον ὅσα γέγραπται κατὰ τὸ
7. πρῶτον περὶ μαρασμοῦ βιβλίον ὑπέρ τε γενέσεως τοῦ πάθους
8. καὶ τῆς κατ’ αὐτὸ διαφορᾶς διαγνώσεώς τε καὶ μεταπτώσεως,
9. ἀλλὰ καὶ περὶ τῆς θεραπείας τι. νυνὶ δὲ ταύτην μὲν, ὡς ἔοικεν,
10. οὐκ ἔφθασεν γράφειν. ζητήσας γοῦν ἐγὼ πάνυ πολλοῖς
11. ἔτεσι τὸ περὶ μαρασμοῦ δεύτερον, οὔτ’ αὐτὸς εὗρον οὔτ’
12. ἄλλῳ συνέτυχον ἀνεγνωκέναι ποτὲ φάσκοντι. κατὰ δὲ τὸ
13. πρῶτον βιβλίον, ὅ τινες οὐδὲ πρῶτον ἐπιγράφουσιν, ἀλλ’
14. ἁπλῶς περὶ μαρασμοῦ, διὰ τὸ μὴ φαίνεσθαι τὸ δεύτερον,
15. ἐπεμνήσθη βαλανείου χρήσεως. οὐ μὴν ἀποδέχεται τοὺς χρωμένους
16. ὡς βοηθήματι, βλάπτεσθαι νομίζων ὑπ’ αὐτοῦ τοὺς
17. μαραινομένους· ἅτε δ’ ἐν παρέργῳ μνημονεύσας, οὔτ’
18. ἐπεξῆλθεν οὔθ’, ὡς εἴωθεν, ἀκριβῶς ἐσκέψατο περὶ τοῦ
1. βοηθήματος. καίτοι γε φαίνεται ἐναργῶς ὑγραῖνον τοὺς κατεξηρασμένους,
2. ὡς ἔνεστιν ἐπί τε τῶν ὁδοιπορησάντων ἐν
3. ἡλίῳ θερινῷ, ἢ καὶ ἄλλως ὁπωσοῦν γυμνασαμένων ἢ ἐγκαυθέντων
4. θεάσασθαι· τούτους τε γὰρ ἅπαντας ἔτι τε πρὸς αὐτοῖς
5. ὅσοι διψώδεις εἰσὶν, ὑγροὺς καὶ ἀδίψους καθίστησί τε
6. καὶ ἐργάζεται· φαίνεται δὲ καὶ τοὺς ἄλλους ὁπωσοῦν ἐξηρασμένους,
7. ἢ ὑπὸ ἀγρυπνίας, ἢ φροντίδος, ἢ ἀφροδισίων, ἢ
8. βρωμάτων, ἢ φαρμάκου ξηραίνοντος, ἢ θυμοῦ, πάντας ἐπιτέγγον
9. τε καὶ ἀνακτώμενον. ἀλλά μοι δοκεῖ Φίλιππος ἐπὶ
10. τῶν ἤδη ὄντως μεμαρασμένων κατεγνωκέναι βαλανείου, οὓς
11. οὐδ’ ἄλλο οὐδὲν ἰᾶται, ὥστε με διχόθεν ἀποστῆναι τῆς γνώμης
12. αὐτοῦ, ἐξ ὧν τε νομίζει τῶν ὄντως μαρανθέντων ἰάσασθαί
13. τινας, ἐξ ὧν τε βαλανείου κατέγνωκεν. ἔνεστι γὰρ
14. ἐναργῆ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πεῖραν ἐπὶ τῶν μηδέπω
15. τὸν ἀθεράπευτον νοσούντων μαρασμὸν, ὃν οὐδὲ μαρασμὸν
16. ἄν τις ἴσως ἀκριβολογεῖσθαι βουλόμενος ὀνομάζοι.
17. ἀλλ’ ἡμῖν γε ὀνομάτων οὐ μέλει, δυναμένοις ἑρμηνεῦσαι λόγου
18. τὰ πράγματα σαφέστερον.

Cliquer un n° de page pour en afficher l’image