1. Οὐσῶν γὰρ τῶν πρώτων τε καὶ γενικωτάτων
2. ἐν τοῖς πυρετοῖς διαφορῶν τριῶν, ἐξαίρομεν ἔν γε
3. τῷ παρόντι τοὺς ἐφημέρους· ὁ δέ μοι λόγος ὑπέρ τε τῶν
4. ἐπὶ χυμῶν γενήσεται καὶ τῶν ἑκτικῶν. τῶν μὲν οὖν ἐπὶ
5. χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν μετὰ τὴν πέψιν
6. τῶν χυμῶν ἴαμα βαλανεῖόν ἐστι· τοῖς δὲ ἑκτικοῖς μόνοις μὲν
7. συνισταμένοις χωρὶς ἐπιπλοκῆς τινος ἑτέρου πυρετοῦ πᾶς
8. χρόνος ἐπιτήδειός ἐστι πρὸς λουτρόν· εἰ δὲ ἐπιπλέκοιτό τινι
9. τῶν ἐπὶ χυμῶν, ὅταν ἐκεῖνοι πεφθῶσι. τοὺς δ’ αὐτοὺς χρὴ
10. νομίζειν εἶναι καιροὺς ὡς ἔγγιστα καὶ δόσεως ψυχροῦ. ἀλλὰ
11. τούτου μὲν ἡ ἀποτυχία μετὰ μεγάλης βλάβης γίνεται· βαλανείου
12. δ’ ἀκίνδυνος ἡ χρῆσις ἐπὶ τῶν εἰρημένων πυρετῶν
13. ἐστι, πλὴν εἴπου μὲν ὑποπτεύοις ἀσθένειαν δυνάμεως· καὶ
14. ἡμεῖς γε πολλοὺς ἐθεραπεύσαμεν ἐπιδόξους μαρανθήσεσθαι
15. διὰ τούτων βοηθημάτων. εἴρηται δ’ ἐν τῷ πρώτῳ περὶ διαφορᾶς
16. πυρετῶν, ὅτι καὶ τῶν ἐφημέρων τινὲς κοινωνοῦσι τῷ
17. γένει τῶν ἑκτικῶν, καὶ ὡς οὐκ ἔστιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν
1. ἀκριβῶς γνωρίζειν αὐτοὺς, ἀλλ’ ἤτοι περὶ τὴν δευτέραν,
2. ἢ πάντως γε τὴν τρίτην· καὶ ὡς ἐπειδὰν πρῶτόν τις γνῷ,
3. διδόναι τὸ ψυχρὸν ὕδωρ· ἀκινδυνότατον γὰρ ἐν τούτῳ τῷ
4. καιρῷ, τῆς τε δυνάμεως ἐῤῥωμένης ἔτι καὶ δαψιλοῦς τοῦ
5. αἵματος ἐν τῷ σώματι περιεχομένου. χρονίζοντες μὲν γὰρ
6. ἀσθενεῖς γίνονται δυνάμει, ὀλίγον δ’ ἴσχουσι τὸ αἷμα. βλάπτονται
7. τοιγαροῦν ὡς τὰ πολλὰ βλάβην διττὴν, μίαν μὲν
8. τῷ πλήττεσθαί τε καὶ καταψύχεσθαί τινα τῶν μορίων ἐν τῇ
9. πόσει τοῦ ψυχροῦ· ἑτέραν δὲ, ἐπειδὰν οἱ διδόντες αὐτοῖς τὸ
10. ὕδωρ μὴ κρατήσαντες τοῦ συμμέτρου καταψύξωσιν οὐ μόνον
11. ἄλλο τι μόριον, ἀλλὰ καὶ αὐτὸ τὸ τὴν ἀρχὴν ἔχον τῆς γενέσεως
12. τοῦ πυρετοῦ. εἰ δὲ καὶ τὴν καρδίαν ἐπιπλέον ἐμψύξαιεν,
13. εἰ μὲν ἔτι διαφυλάττει τὴν ἔμφυτον ἰκμάδα, κατάπτωσις γίνεται
14. δυνάμει· εἰ δὲ ἤδη ξηροτέρα ὑπάρχουσα, ἡ τῷ γήρᾳ διάθεσις
15. ἐοικυῖα διαδέξεται. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐν ᾧ
16. πρῶτα τὰ γνωρίσματα σαφῆ τῶν ἑκτικῶν πυρετῶν ἐστι, καὶ ἡ
17. τῶν ἔξωθεν ἐπιτιθεμένων ψυχόντων φαρμάκων προσφορὰ
18. χρήσιμος ὑπάρχει κατ’ αὐτῆς ἐπιτιθεμένων, ὡς ἂν εἴποι τις,
1. τῆς ἑστίας τοῦ πυρετοῦ, περὶ ἧς ὀλίγον ὕστερον ἀκριβῶς διοριοῦμεν.
2. νυνὶ δὲ ἐπὶ τὸ βαλανεῖον ἐπάνειμι χρήσιμον ὑπάρχον
3. ἐν ἅπασι τοῖς αὐχμώδεσι πυρετοῖς, ὅταν γε ἄλλο μηδὲν
4. κωλύοι τῶν ἐπιπλεκομένων αὐτοῖς· χρησιμώτερον δ’ ἔστιν ὅτε
5. καὶ τῶν ἐμψύχων φαρμάκων, ὅταν ἐπικρατῇ τὸ αὐχμῶδες
6. ἤτοι καθ’ ὅλον τὸ ζῶον ἢ κατὰ τὴν ἑστίαν. λέγω δὲ ἑστίαν
7. τοῦ πυρετοῦ τὸ μόριον ἐκεῖνο τοῦ ζώου τὸ πρῶτον ἀμέτρως
8. θερμανθὲν τοῖς στερεοῖς μέρεσιν ἑαυτοῦ. πρώτη μὲν οὖν ἡ
9. καρδία θερμοτέρα τοῦ προσήκοντος γενομένη τὸν ἑκτικὸν πυρετὸν
10. ἐπιφέρει· ἐφεξῆς δὲ τὸ ἧπαρ οὐ καθ’ ἑαυτὸ μὲν, ὥσπερ
11. ἡ καρδία, τῷ δὲ ἐκείνην ἄγειν εἰς συμπάθειαν, ἡνίκα τὸ τῆς
12. καρδίας πάθος μὴ αὐτὸν τῆς αἰτίας ἐφέξει λόγον, ἀλλὰ τὰ
13. τῶν γειτνιώντων αὐτῇ σωμάτων. ἑξῆς δὲ τούτοις ἐστὶν ἡ γαστὴρ,
14. καὶ μετὰ ταύτην ὅσα δύναται συνεκθερμαίνειν ἑαυτοῖς
15. τὴν καρδίαν. ὅσον μὲν οὖν ἐπὶ τῇ γειτνιάσει, μάλιστα πάντων
16. ἐχρῆν τῷ πνεύμονι συνεκθερμαινομένην τὴν καρδίαν ἑκτικὸν
17. καὶ ξηρὸν ἐπιφέρειν πυρετὸν, ᾧ μαρασμὸς ἕπεται·
18. οὐ μὴν φαίνεται γιγνόμενον, ἅμα μὲν ὅτι τὸ σπλάγχνον ὑγρὸν,
1. ἅμα δ’ ὅτι διὰ τῆς ἀναπνοῆς ψυχόμενον, οὐ ῥᾳδίως ἄν ποτε
2. διάθεσις ὁμοίαν αἰτίαν κτήσεται. ὡς τὰ πολλὰ μὲν οὖν κατὰ
3. τὰ λοιπὰ σπλάγχνα μετὰ χολώδους χυμοῦ συνίστασθαι πέφυκεν
4. ὁ ἑκτικὸς πυρετὸς, ἀναποθέντος εἰς τὴν γαστέρα τοῦ πάσχοντος
5. τόπου. καὶ διὰ τοῦτο καὶ ὁ Φίλιππος ἐρυσιπελατώδη
6. διάθεσιν ἐν τῇ γαστρὶ γενέσθαι νομίζει κατὰ τοὺς
7. πλείους τῶν μαραινόντων πυρετῶν. εἰ δὲ ἐν γαστρὶ, ἀναγκαῖον
8. καὶ καθ’ ἧπαρ ὑπονοῆσαι τὴν αὐτὴν συνίστασθαι διάθεσιν,
9. ἐφ’ οἷς σπλάγχνοις πάσχουσι μόνοις ἔοικέν ὁ Φίλιππος
10. ἡγεῖσθαι γίνεσθαι μαρασμόν. ἐθεασάμην δ’ οὐκ ὀλιγάκις τινὰς,
11. ἀπαθῶν ὑπαρχόντων τούτων, ἐν τῇ καρδίᾳ μαρανθέντας,
12. ἧς οὐκ οἶδ’ ὅπως ἐπιλέλησται ὁ μὴ ἐφ’ ἥπατι καὶ γαστρὶ
13. μόνοις πάσχουσιν ἐπιδεῖξαι δυνάμενος ὅπως γίνεται μαραίνων
14. πυρετὸς ἄνευ τοῦ τῇ καρδίᾳ διαδοθῆναι τὸ πάθος. οὐ μόνον
15. δὲ κατὰ τοῦτό μοι σφάλλεσθαι δοκεῖ, ἀλλὰ καὶ καθ’ ὅσον ἐπὶ
16. τοῖς ἄλλοις μέρεσιν οὐχ ἡγεῖται συνίστασθαι μαρασμώδη πυρετόν.
17. εἴτε γὰρ ἐρυσιπελατώδης διάθεσις μόνη κατὰ γαστρὸς
1. γεννηθεῖσα τὸν τοιοῦτον ἐπάγει πυρετὸν, εἴτε καὶ χωρὶς
2. ταύτης ἔστιν ὅτε τὸ σῶμα αὐτὸ μόνον ἐκπυρωθὲν ἄνευ χολώδους
3. ὑγρότητος, ἐγχωρεῖ καὶ κατ’ ἄλλό τι μέρος ὁμοίαν γίνεσθαι
4. διάθεσιν· ἀλλ’ εἴπερ εἴη τὸ μόριον ἐκεῖνο τοιοῦτον, οἷον
5. ἑαυτῷ συνεκθερμῆναι τὴν καρδίαν, ἀνάγκη πᾶσα πυρετὸν γεννῆσαι
6. τὴν διάθεσιν αὐτοῦ, καὶ τοῦτον πάντως ἐν τῷ χρόνῳ
7. γενόμενον ἑκτικὸν, εἰ μὴ λύοιτο, μαρασμὸν ἐπενεγκεῖν. ἄλλως
8. τε ὅπερ εἶπον ἔμπροσθεν, οὐ περὶ τῶν ὀνομάτων σπουδάζειν
9. προσήκει, ἀλλὰ τὰς ξηραινούσας ἁπάσας διαθέσεις τὸ
10. σῶμα διαγινώσκειν τε ἅμα καὶ θεραπεύειν ὀρθῶς, ὧν ἐστι
11. μία καὶ ἡ μετὰ πυρώδους θερμότητος, ἣν βαλανεῖον ὀνίνησιν
12. διαπαντὸς, ὅταν αὕτη καθ’ ἑαυτὴν ὑπάρχῃ μόνη. γίνεται γὰρ,
13. ὡς εἴρηται, ποτὲ σὺν ἐρυσιπελατώδει διαθέσει πυρετὸς ἑκτικός
14. τε καὶ μαρασμώδης, καὶ δεῖται ψυχθῆναι πρότερον ἐδέσμασι τε
15. καὶ πόμασι καὶ τοῖς ἔξωθεν ἐπιτιθεμένοις· ἀλλ’ αὐτὸς καθ’
16. ἑαυτὸν ὁ τοιοῦτος πυρετὸς ἄμικτος ἑτέρῳ νοσήματι βαλανείου
17. χρῄζει, καθάπερ καὶ αἱ ἄλλαι πᾶσαι ξηρότητες, εἴτε θερμαὶ τύχοιεν,
18. εἴτε ψυχραί τινες οὖσαι. θαυμαστὸν γὰρ δὴ τοῦτο τοῖς
1. βαλανείοις ὑπάρχει τὸ καὶ τὰς θερμὰς ξηρότητας ὀνίνασθαι
2. καὶ τὰς ψυχρὰς, ὥσπερ γε καὶ τὸ διψώδεις μὲν ποιεῖν τοὺς μὴ
3. διψῶντας, ἀδίψους δὲ τοὺς διψώδεις. ὅτι μὲν ἐργάζεται
4. ταῦτα, καὶ χωρὶς λόγου παντὸς ἐναργῶς ὁρᾶται. φαίνονται
5. γὰρ, ὡς εἴρηται πρόσθεν, ἐξ ἡλίου τε καὶ ὁδοιπορίας θερμαινόμενοί
6. τε καὶ ξηραινόμενοι λουσάμενοι θαυμαστῶς ὅπως
7. ὑγραινόμενοί τε καὶ ψυχόμενοι· καὶ τούτων οὐδὲν ἧττον οἱ ἐκ
8. κρύους ἰσχυροῦ θερμανθῆναι δεόμενοι, τάχιστα καὶ οὗτοι
9. θερμαινόμενοι. καὶ μέν γε καὶ οἱ ἐξ ὁδοιπορίας τε καὶ ἡλίου
10. διψώδεις ἀδιψότεροι γίνονται, καὶ οἱ μὴ διψώδεις δὲ, λουσάμενοι
11. διψῶσι. χρὴ δὲ τούτους μὲν πλεονάκις, ἐκείνους δὲ
12. ἅπαξ λούσασθαι. ταυτὶ μὲν οὕτω φαίνεται γινόμενα, καὶ
13. τὰς αἰτίας αὐτῶν ἐν ἑτέροις εἴπομεν.
⟨
(De marcore) [n° 056 Fichtner] [GalLat]
De marcore
Περὶ μαρασμοῦ
Marasme
Withering (Marc.)
De marcore, 1824, vol. 7, p. 666-704. urn:cts:greekLit:tlg0057.tlg053.verbatim-lat1
Theoharides, 1971 (eng).
De marcore, 7, ed. Kühn, 1824, vol. 7, p. 691-696. urn:cts:greekLit:tlg0057.tlg053.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩