14. Ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἰτέον, ὡς
15. ἅπαντας τοὺς ἑκτικοὺς πυρετοὺς ὀνίνησι βαλανεῖον, ὅταν γε
16. αὐτὸ τοῦτο μόνον ἑκτικοὶ τυγχάνουσιν ὄντες· ἂν δὲ
17. ἐρυσίπελας, ἢ φλεγμονή τις, ἢ σηπόμενοι χυμοὶ καὶ ἔτι
1. ἄπεπτοι περιέχονται κατὰ τὸ σῶμα, διὰ ταῦτα βλαβῆναι συμβήσεται
2. τοὺς νοσοῦντας, οὐ διὰ τὸν ἑκτικὸν πυρετόν. αὐτὸς
3. μὲν γὰρ, ᾗ πυρετός ἐστι, διαπαντὸς ὑπό τε ψυχροῦ σβέννυται
4. πόματος ὑπό τε βαλανείων ὀνίναται, διὰ δὲ τὰς ἐπιμιγνυμένας
5. αὐτῷ διαθέσεις οἱ κάμνοντες βλάπτονται. τὰ
6. μὲν δραστικώτατα τῶν βοηθημάτων, ὡς κωλῦσαι γενέσθαι
7. μαρασμὸν, ταῦτά ἐστι, καὶ χρὴ παραλαμβάνειν αὐτὰ πάνυ
8. θαῤῥούντως κατὰ τοὺς ἑκτικοὺς πυρετούς. εἰ δὲ ἐρυσιπελατώδης
9. εἴη διάθεσις, ἀπέχεσθαι μὲν χρὴ βαλανείου τοπᾶν,
10. ὕδατι δὲ ψυχρῷ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοσήματος χρηστέον
11. ἀγωνιστικῶς, οὕτω δ’ ὀνομάζειν εἴωθεν, ὅταν ἀθρόον τε
12. καὶ ψυχρότατον δῶμεν· ἐν ἀρχῇ δ’ οὐ χρηστέον, εἰ μὴ καταναγκασθείημεν
13. ὑπὸ τοῦ κάμνοντος ἐν ἔθει τε ψυχροποσίας ὄντος,
14. οὐ φέροντός τε τὸ δίψος, ἀλλ’ ἔξωθεν ἐπιτιθέναι χρὴ
15. τὰ ψύχοντα, καὶ εἰ μηδὲν ἀνύῃ, καὶ εἴσω τοῦ σώματος ἀναγκάζειν
16. λαμβάνειν. μάλιστα δ’ αὐτοῖς ἁρμόττουσιν αἱ ὑγραὶ
17. καὶ νέαι θριδακίναι, πεπλύσθωσαν δὲ ἀκραιφνεῖ ψυχρῷ, μάλιστα
18. μὲν οὕτω ληφθεῖσαι, δεηθέντος δέ ποτε τὴν ἀηδίαν τῆς
1. προσφορᾶς παραμυθήσασθαι τοῦ κάμνοντος, ὄξος ὕδατι ψυχρῷ
2. μίξαντες συγχωρεῖν ἐν τούτῳ βάπτειν. ἔστω δὲ ἀκριβῶς
3. ἀποκεχωρηκὸς ἁπάσης οἰνώδους ποιότητος τὸ ὄξος. ἔξωθεν
4. δὲ καὶ αὐτὸς μὲν ὁ τῆς θριδακίνης χυλὸς ἐπιτήδειος, ἀλλὰ καὶ
5. ἀειζώου καὶ σέρεως ὅσα τ’ ἄλλα ψύχοντα. κάλλιστον δ’ ᾧ
6. μάλιστα χρώμεθα κατὰ καιρὸν, τῶν ὀμφάκων. ἐνθλίψαντες
7. γὰρ αὐτῶν τὸ ὑγρὸν, ἐμβάλλομεν ὅλμῳ μετὰ τῶν ἀνδραχνῶν,
8. εἶτα κόψαντες ἐκπιέζομεν, ἐνστήσαντες τότε ἀγγεῖον ὕδατι
9. ψυχρῷ, κάλλιον δὲ εἰ καὶ χιόνος ἔχει τι. μίγνυμεν δὲ ἐπὶ
10. τῆς χρήσεως ὀλίγον ἀλφίτου λευκοῦ, κᾄπειτα δεύσαντες εἰς
11. ὀθόνιον δίπτυχον, ἐπιτείνομεν ἔξωθεν αὐτὸ κατὰ τῶν ὑποχονδρίων,
12. οὐκ ἐῶντες χρονίζειν, ἀλλ’ ἐπειδὰν γένηται χλιαρὸν,
13. αἴροντες μὲν τοῦτο, χρώμενοι δὲ ἑτέρῳ παραπλησίως, καὶ
14. τοῦτο διαπαντὸς ἐκ διαδοχῆς ποιοῦντες, ἄχρις ἂν ὁ κάμνων
15. αἰσθάνηται τοῦ βάθους ψυχόμενος, καὶ ἀδιψότερος γένηται.
16. μίγνυμεν δὲ ἐνίοτε καὶ ἔλαιον ὀμφάκινον ἢ ῥόδινον,
17. ἐπειδὰν μάλιστα καὶ φλεγμονῶδές τι καθ’ ὑποχονδρίου ᾖ.
1. τὰς μὲν οὖν ἐρυσιπελατώδεις διαθέσεις οὕτως ἐμψύχειν χρὴ,
2. γινώσκειν δὲ ὡς εἴπερ εἴη τις τοιαύτη διάθεσις, τὸν πυρετὸν
3. ἀκριβῶς ἑκτικὸν ἀδύνατον ὑπάρχειν. ἀκριβῶς δὲ ἑκτικός ἐστιν
4. ὁ μηδεμίαν ἀρχὴν, ἢ ἐπίδοσιν, ἢ ἀκμὴν, ἢ παρακμὴν μερικοῦ
5. παροξυσμοῦ ποιούμενος. εἴρηται δ’ ἐν τῷ περὶ τῆς διαφορᾶς
6. τῶν πυρετῶν τά τ’ ἄλλα καὶ ὡς ἐπὶ ταῖς τροφαῖς μόναις
7. ἀναζέουσιν οἱ ἑκτικοὶ πυρετοὶ, καθάπερ ἡ τίτανος ἐπιχυθέντος
8. ὕδατος, ἀλλ’ ἀφαιρεθείσης γε τῆς τοιαύτης αὐξήσεως,
9. ἴσοι διαμένουσιν ἀεί. εἰ δὲ καὶ παρεμπίπτει ποτὲ κᾂν βραχυτάτη
10. τις αὔξησις ἢ ἐπισημασία, διασκέπτεσθαι, μήτις ἤτοι
11. χυμῶν σηπεδὼν, ἢ τόπος ὁ πρῶτος πεπονθὼς ἕτερός ἔστι
12. παρὰ τὴν καρδίαν, οὐδ’ αὐτὸς ἁπλῆν οὐδ’ ἑκτικὴν ἔχων διάθεσιν,
13. ἀλλ’ ἤτοι φλεγμονώδη τινὰ, ἢ ἐρυσιπελατώδη. καὶ
14. οὕτω τὴν θεραπείαν οἰκείαν ἐφαρμόττειν ταῖς διαθέσεσι.
⟨
(De marcore) [n° 056 Fichtner] [GalLat]
De marcore
Περὶ μαρασμοῦ
Marasme
Withering (Marc.)
De marcore, 1824, vol. 7, p. 666-704. urn:cts:greekLit:tlg0057.tlg053.verbatim-lat1
Theoharides, 1971 (eng).
De marcore, 8, ed. Kühn, 1824, vol. 7, p. 696-699. urn:cts:greekLit:tlg0057.tlg053.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩