15. Τοῦ μὲν οὖν περιφρυγοῦς μαρασμοῦ
16. τὴν γένεσιν ἐκ τῶν καυσωδῶν πυρετῶν λαμβάνοντος ἡ κώλυσις
17. ἐν τοῖς ψυκτηρίοις ἐστὶν ἰάμασιν, ἔξωθέν τε κατὰ τοῦ
1. πεπονθότος ἐπιτιθεμένοις, εἴσω τε τοῦ σώματος λαμβανομένοις.
2. εἰ δ’ ἀποτελεσθείη γῆρας ἐκ νόσου, τὸ μὲν ἀκριβῶς
3. ἤδη γεγονὸς ἀδύνατον ἰάσασθαι· τὸ δ’ οὔπω μὲν ἀπηκριβωμένον,
4. ἐγγὺς δὲ ἧκον αὐτοῦ τῆς γενέσεως, ἕνα μὲν ἔχει τὸν
5. τῆς ἰάσεως σκοπὸν, ὃν ἀνάληψίν τε καὶ ἀνάθρεψιν ὀνομάζομεν,
6. ἐκ πολλῶν τε τῶν κατὰ μέρος ἐνεργειῶν, ἃ πολλά τε καὶ
7. παμπόλλης ἀσφαλείας δεόμενα, ὑπὲρ ὧν εἰ λέγοιμι νῦν, ὁ
8. λόγος ἄν μοι γένοιτο μήκιστος, εἴρηται δὲ ἱκανῶς ἐν τῇ τῆς
9. θεραπευτικῆς μεθόδου πραγματείᾳ. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον
10. εἰπεῖν, ὡς τὰ ἐξηραμμένα τῶν σωμάτων στερεῶν ἰᾶται
11. τροφή. δέδεικται δὲ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων, ὡς
12. οὐχ ἑαυτὴν ἡ τροφὴ ποδηγεῖ πρὸς ἅπαντα τὰ μέρη τοῦ σώματος,
13. ἀλλ’ ὑπ’ αὐτῶν ἕλκεται τῶν τρέφεσθαι δυναμένων.
14. ἄτονα δέ ἐστιν ἐν τοῖς μαρασμοῖς ταῦτα, καὶ ἕλκειν ἄῤῥωστα
15. διὰ τὴν ξηρότητα, προσελθούσης δὲ καὶ ψύξεως ἐγγὺς ἤδη
16. νεκρῶν τυγχάνει. χρὴ τοίνυν εὔελκτον εἶναι τὴν τροφὴν, ἵν’
17. ὅπερ ἐνδεῖ τῇ ῥώμῃ τῶν ἑλκόντων, ἐκ τῆς κατὰ τὴν ὕλην ἐπιτηδειότητος
1. ἀναπληρῶται. εὔελκτος δέ ἐστιν ἡ λεπτομερής τε
2. καὶ φύσει θερμὴ, ἀλλ’ αὕτη γε τοὐπίπαν ἄτροφός ἐστιν. ἐπιδέδεικται
3. γὰρ ὥστε τροφὴν μόνην ἀναγκαῖον παχεῖάν τε εἶναι
4. καὶ γλίσχραν, ὡς ἂν μόνιμός τε καὶ δυσδιάπνευστος ᾖ, καὶ
5. τοῖς τρεφομένοις σώμασιν ἑτοίμως ὁμοιῶται. μαχομένων γ’
6. οὕτω τῶν σκοπῶν τούτων, ἀδύνατον μὲν εὐπορῆσαι τροφῆς
7. ἀκριβῶς διασωζούσης ἀμφότερα· πειρατέον δὲ ὅμως κᾂν μετρίως
8. ἑκάτερον ἐργάζεσθαι δυνάμενον ἐξευρεῖν. ἐμοὶ μὲν δὴ
9. βέλτιον οὐδὲν εἰς τὰ τοιαῦτα γάλακτος εἶναι δοκεῖ, μάλιστα
10. μὲν εἴ τις αὐτὸ ὑπομένει βδάλλειν ἐντιθέμενος τῷ στόματι γυναικεῖον
11. τιτθὸν, ὥσπερ Εὐρυφῶν τε καὶ Ἡρόδικος ἐπὶ τῶν
12. φθινόντων ἀξιοῦσιν· εἰ δὲ μὴ, ἀλλὰ τό γε τῆς ὄνου λαμβάνειν
13. ἔτι θερμὸν, ἐλαχίστῳ χρόνῳ ὡμιληκὸς τῷ περιέχοντι.
14. συμφέρει μὲν οὖν ὁ τοιοῦτος σκοπὸς τῶν τροφῶν οὐ
15. μόνον τοῖς γήρᾳ παραπλησίαν ἔχουσι διάθεσιν, ἢ συγκοπώδεσι
16. μαρασμοῖς, ἀλλὰ καὶ τοῖς περιφρυγέσιν ὑπὸ τοῦ Φιλίππου
17. προσαγορευομένοις. χρηστέον δὲ ταῖς ὕλαις τῶν τροφῶν,
1. ἐπί γε τούτων, μὴ θερμαῖς, ὥσπερ ἐπὶ τοῦ γήρως, ἀλλὰ
2. ψυχραῖς. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἔστωσαν αἱ ταῖς συγκοπώδεσι
3. διδόμεναι. γάλα μὲν οὖν καὶ πτισάνη καὶ χόνδρος
4. ἐπὶ τῶν τριῶν διαθέσεων ἁρμόττουσιν. ἀλλὰ τοῦ χόνδρου
5. μὲν, δι’ ὄξους ὁμοίως πτισάνῃ σκευαζομένου, πρὸς τὸ ῥᾴδιον
6. ἀναδίδοσθαι. μέλι δὲ ἐν μὲν ταῖς ψυχραῖς διαθέσεσι ὠφελιμώτατον,
7. ἐν δὲ ταῖς θερμαῖς βλαβερώτερον. οὕτως οὖν
8. ἔχει κᾀπὶ τῶν ἐπιδόξων μαρανθήσεσθαι τοὺς εἰρημένους μαρασμούς.
9. ἐναντιώτατον μὲν γὰρ τοῖς περιφρυγέσιν, ὠφελιμώτατον
10. δὲ τοῖς τῶν γερόντων κινδυνεύουσιν ἴσχειν διάθεσιν.
11. ἐν δὲ τοῖς συγκοπώδεσιν, εἰ μὴ κωλύοι τὰ τῆς γαστρὸς, ἑψῶντα
12. διδόναι καθ’ ἑαυτό τε καὶ σὺν τοῖς ἄλλοις ἐδέσμασι. βαλανείου
13. δὲ χρῆσις εὔκαιρος εἴς τε τἄλλα τὰ προειρημένα
14. καὶ εἰς τὰς ἀναδόσεις τῆς τροφῆς ἄριστον βοήθημα.
15. παραλαμβάνειν δὲ αὐτὸς, πεπεμμένης ἤδη τῆς τροφῆς, οὐκ
16. ἐπ’ ἐνδείᾳ μακροτέρᾳ. τῷ μὲν γὰρ ἀρτίως ἐδηδοκότι προσεισφερόμενον
17. λουτρὸν ὠμῶν καὶ ἀπέπτων χυμῶν ἐμπίπλησι τὸ
1. σῶμα· τῷ δ’ ἐπ’ ἐνδείᾳ μακροτέρᾳ τὴν δύναμιν καθαιρεῖ.
2. ἐν δὲ ταῖς ἄλλαις ἁπάσαις καταστάσεσι τοῦ σώματος, καὶ μάλιστα
3. ἐν τῇ νῦν προειρημένῃ, πειρατέον, ὡς εἴρηται, λούειν
4. ἐπὶ συμπεπληρωμένῃ τῇ πέψει. καὶ ἡ τοῦ οἴνου δὲ χρῆσις
5. ἐπὶ μὲν τοῦ ψυχροῦ μαρασμοῦ μεγάλως ὠφέλιμος, ἐπὶ δὲ
6. τοῦ περιφρυγοῦς φευκτέον· μέση δέ πώς ἐστιν ἐν τῇ συγκοπώδει,
7. διότι καὶ ἡ διάθεσις αὕτη μέση τέ ἐστι καὶ μικτὴ,
8. τὸ μέν τι ψύξεως ἔχουσα, τὸ δέ τι καὶ τοῦ πυρετοῦ διασώζουσα.
9. μεταβαλλούσης δὲ τῆς τοιαύτης διαθέσεως πρὸς
10. τἀναντία, ἐν μέρει ποτὲ μὲν κατάψυξίν τε καὶ ἀσφυξίαν
11. φερούσης καὶ ἁπλῶς εἰπεῖν τὰ τῆς συγκοπῆς ἴδια, ποτέ
12. δὲ θερμότητα καὶ σφυγμοὺς ὁμοίους τῷ περιφρυγεῖ, καὶ τὰ
13. τῆς θεραπείας χρὴ συμμεταβάλλεσθαι κατὰ τὴν τῶν ἐπικρατούντων
14. φύσιν, ἐν μὲν τοῖς συγκοπώδεσιν οἶνόν τε
15. καὶ τροφὰς εὐκράτους διδόντων ἡμῶν, καὶ πιλούντων καὶ
16. πυκνούντων τὸ σύμπαν σῶμα, ἐν δὲ τῷ περιφρυγεῖ
17. τἀναντία. τὴν δὲ κατὰ μέρος ἁπάντων ἐπιδέξιον χρῆσιν
1. ὁ γεγυμνασμένος ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν
2. ἐξευρήσει. τουτὶ γὰρ τὸ βιβλίον οὐ τοῖς ἐπιτυχοῦσιν,
3. ἀλλὰ τοῖς ἕξιν ἔχουσί τινα κατὰ τὴν τέχνην γέγραπται.
⟨
(De marcore) [n° 056 Fichtner] [GalLat]
De marcore
Περὶ μαρασμοῦ
Marasme
Withering (Marc.)
De marcore, 1824, vol. 7, p. 666-704. urn:cts:greekLit:tlg0057.tlg053.verbatim-lat1
Theoharides, 1971 (eng).
De marcore, 9, ed. Kühn, 1824, vol. 7, p. 699-704. urn:cts:greekLit:tlg0057.tlg053.1st1K-grc1:9
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩