ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΦΥΣΙΝ
ΟΓΚΩΝ ΒΙΒΛΙΟΝ.
1. Ἕν τι τῶν συμβεβηκότων τοῖς σώμασιν
2. ὑπάρχει τὸ δηλούμενον πρᾶγμα πρὸς τῆς ὄγκου φωνῆς. τὴν
3. γὰρ εἰς μῆκος καὶ πλάτος καὶ βάθος διάστασιν οὕτως ὀνομάζουσιν
4. Ἕλληνες. ἔστι δ’ ὅτε καὶ τὴν ὑπὲρ τὸ κατὰ φύσιν
5. αὔξησιν ὄγκον καλοῦσιν, ὅπερ οὐ τοῖς νοσοῦσι μόνον
6. καθ’ ὁτιοῦν μόριον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ὑπάρχει.
7. καὶ γὰρ καὶ οἱ παχεῖς ηὔξηνται μὲν ὑπὲρ τὸ κατὰ φύσιν εἰς
8. βάθος καὶ πλάτος, οὐ μὴν ἤδη γέ πω παρὰ φύσιν ἔχουσιν.
1. ὡς γὰρ πολλάκις εἴρηται, τρίτη τίς ἐστι κατάστασις ἡ τῶν
2. οὐ φύσει διακειμένων σωμάτων, ἐν μέσῳ πως ὑπάρχουσα
3. τῶν κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἐχόντων. ὁ μὲν οὖν παχὺς
4. ἢ ἰσχνὸς οὐ παρὰ φύσιν, ἀλλ’ ἁπλῶς μόνον ὁ μὲν ὑπὲρ
5. τὸ κατὰ φύσιν, ὁ δὲ ἐνδεέστερον ἔχει τοῦ κατὰ φύσιν, οὐ
6. φύσει δὲ ἑκάτερος. ὁ δὲ ἐξ ὑδέρου τὸν ὄγκον ἐπικτησάμενος,
7. ἢ ἐκ φθόης τὴν λεπτότητα, παρὰ φύσιν ἄμφω διάκεινται.
8. πρόκειται δὲ ἡμῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σκέψασθαι περὶ
9. τῶν παρὰ φύσιν ὄγκων, ὅλον τε καταλαμβανόντων τὸ σῶμα,
10. καὶ μόριον ὁτιοῦν αὐτοῦ, τοσοῦτον ἐπιδιορισαμένοις, ὡς τῶν
11. οὐ φύσει διαθέσεων αἱ ὑπερβολαὶ παρὰ φύσιν εἰσίν. ὅρος δὲ
12. τῆς ὑπερβολῆς ἐστιν αὐτῶν ἡ βλάβη τῆς ἐνεργείας. ἀλλὰ
13. περὶ μὲν τούτων τῶν ὄγκων οὐ δεῖ μακροτέρου λόγου. γινώσκεται
14. γὰρ ὑπὸ πάντων ἀνθρώπων, οὐ μόνον τῶν ἰατρῶν,
15. σαρκὸς καὶ πιμελῆς ἀμετρία τὴν γένεσιν αὐτῶν ἐργαζομένη·
16. τοὺς δ’ ἄλλους ὄγκους, ὅσοι κατὰ τὴν διάθεσιν αὐτῶν τῶν
1. σωμάτων, οὐ μόνον τὴν ποσότητα πρώτην, τοῦ κατὰ φύσιν
2. ἐξεστήκασιν, ἤδη σκοπῶμεν, ἀπὸ φλεγμονῆς ἀρξάμενοι.