8. Ἔστι δὲ καὶ ὁ ἀχὼρ ἕλκος μικρὸν ἐν τῷ
9. δέρματι τῆς κεφαλῆς, εἰκάσαις δὲ αὐτὸ φλέγματος ἁλμυροῦ
10. καὶ νιτρώδους ἔκγονον ὑπάρχειν. ἐκρεῖ γοῦν αὐτοῦ τις ἰχὼρ
11. οὔθ’ ὑδατώδης ἁπλῶς οὔτ’ ἤδη παχὺς ὥσπερ τὸ μέλι, καθάπερ
12. ἐν τοῖς κηρίοις ὀνομαζομένοις. καὶ γὰρ καὶ ταῦτα σὺν
13. ὄγκῳ τινὶ καὶ κατατρήσεσι πλείοσι γίγνεται, μελιτώδους
14. ἐκρέοντος ὑγροῦ. μικρὸς δὲ καὶ τούτων ὁ ὄγκος, ἀλλ’ οὐκ
15. εἰς τοσοῦτον εἰς ὅσον ἀχῶρος. ἔτι δὲ καὶ τούτων ὄγκοι μικρότεροι
16. παρὰ φύσιν ἐπὶ τοῦ δέρματος γεννῶνται, μυρμηκίαι
17. τε καὶ ἀκροχορδόνες τε καὶ ψύδρακες, ἐπικνυκτίδες τε, ἅπασι
18. γνώριμα πάθη. γνώριμος δ’ οὐχ ἥκιστα καὶ ὁ δοθιήν
1. ἐστιν, ἐπιεικὴς μὲν ὑπάρχων, ὅτε ἐν αὐτῷ μόνῳ συνίσταται
2. τῷ δέρματι, κακοήθης δὲ, ὅταν ἐκ πλείονος ἀνίσχηται βάθους.
3. ἔοικε γὰρ οὕτως φύματι, καὶ τῇ σκληρότητι μόνον
4. διήνεγκε φύματος ὁ τοιοῦτος δοθιήν. ἔστι δ’ ἄμφω τὰ πάθη
5. φλεγμονώδη. καὶ τρίτον ἐπ’ αὐτοῖς ὁ βουβὼν, καὶ τέταρτον
6. ὅπερ ὀνομάζουσιν ἔνιοι φύγεθλον, θερμότητι ἅμα καὶ τάχει
7. γενέσεως ἀφορίζοντες τῶν ἄλλων φυμάτων. εἰσὶ δὲ καὶ οἱ
8. κατὰ βουβῶνας καὶ μασχάλας μόνας γίνεσθαι φύγεθλα λέγοντες,
9. φλεγμονὰς ὑπάρχοντα τῶν ἀδένων. τῶν τῇδε σκιῤῥωθέντων
10. τὸ δὲ πάθος ὀνομάζεται χοιρὰς, ὥσπέρ γε καὶ
11. τῶν ὄρχεων σκιῤῥωθέντων ὄνομα τῷ νοσήματι σαρκοκήλην
12. ἔθεντο, καθάπερ ὅταν ὑγρὸν ὑδατῶδες ἐν τοῖς περὶ τὸν ὄρχιν
13. ἀθροίζηται χιτῶσιν, ὑδροκήλην καλοῦσιν, ἐπιπλοκήλην τε
14. καὶ ἐντεροκήλην, καὶ πρὸς τούτων ἔτι τὸ σύνθετον ἐξ ἀμφοῖν,
15. μᾶλλον τοῦ δέοντος πεπλεγμένον, ἐντεροεπιπλοκήλην, νεωτέρων
16. ἰατρῶν ὄνομα, τῶν καὶ σύμπαντας τοὺς κατὰ τῶν ὄρχεων
17. ὄγκους ὀνομαζόντων κήλας διὰ τοῦ η΄ στοιχείου τῆς
18. πρώτης λεγομένης συλλαβῆς, οὐ διὰ τοῦ α΄, καθάπερ ὑπὸ
19. τῶν Ἀθηναίων. ὥσπερ δὲ τῶν εἰρημένων ὀνομάτων ἕκαστον
1. ἐνδείκνυται τοῦ μέρους τὸ νόσημα καθ’ οὗ λέγεται, οὕτω καὶ
2. ἡ κιρσοκήλη νεώτερον ὄνομα δηλοῖ τὸ πάθος ἐφ’ οὗ λέλεκται.
⟨
(De tum. praeter nat.) [n° 057 Fichtner] [GalLat]
De tumoribus praeter naturam
Περὶ τῶν παρὰ φύσιν ὄγκων
Tumeurs contre nature
Unnatural Lumps (Tum. Pr. Nat.)
, 1968.
De tumoribus praeter naturam, 1824, vol. 7, p. 705-732. urn:cts:greekLit:tlg0057.tlg054.verbatim-lat1
Richter, 1913 (deu); Lytton, Resuhr, 1978 (eng).
De tumoribus praeter naturam, 15, ed. Kühn, 1824, vol. 7, p. 728-730. urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩