Galenus. De tumoribus praeter naturam (De tum. praeter nat.) [n° 057 Fichtner] [GalLat]

Περὶ τῶν παρὰ φύσιν ὄγκων
Tumeurs contre nature
Unnatural Lumps (Tum. Pr. Nat.)
, 1968.
De tumoribus praeter naturam, 1824, vol. 7, p. 705-732. urn:cts:greekLit:tlg0057.tlg054.verbatim-lat1
Richter, 1913 (deu); Lytton, Resuhr, 1978 (eng).

De tumoribus praeter naturam, 16, ed. Kühn, 1824, vol. 7, p. 730-731. urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:16

3. Κιρσοὺς δὲ καὶ τὰς ἄλλας ἁπάσας φλέβας
4. εὐρυνομένας ὀνομάζουσιν οἱ παλαιοί. κιρσοὺς δὲ καὶ ταύτας
5. οἱ νεώτεροι καλοῦσιν ἰατροὶ, τὸ ι΄ στοιχεῖον μετὰ τοῦ κ΄
6. στοιχείου τιθέντες, οὐ καθάπερ οἱ Ἀθηναῖοι. γίνονται δὲ
7. καὶ κατὰ τὰ σκέλη κιρσοὶ διὰ ἀῤῥωστίαν τῶν τῇδε φλεβῶν,
8. καὶ μᾶλλον ὅταν αἷμα παχὺ πλεονάζῃ κατὰ τὸ σῶμα. περιτοναίου
9. δὲ τρωθέντος, ἢ ῥαγέντος, εἶτα μὴ συμφύντος, ὄγκος
10. μαλακὸς γίνεται κατὰ τὸ χωρίον. εἰ δὲ καὶ κατὰ τὸν βουβῶνα
11. γένοιτο, καλοῦσι βουβωνοκήλην. εἰ δὲ κατὰ τὸν ὀμφαλὸν
12. συμβαίη τοῦτο, καλοῦσιν ἐξομφάλους ἔνιοι τῶν ἰατρῶν τοὺς
13. ᾧδε πάσχοντας. ἔστι δ’ οὐ τοῦ περιτοναίου μόνου οὐδὲν τῶν
14. παθῶν τούτων, ἀλλὰ χρὴ πάντως καὶ τὴν τοῦ μυὸς ἀπονεύρωσιν
15. παθεῖν, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ὁποία τίς
16. ἐστιν ἐδήλωσα. ταυτὶ μὲν οὖν τὰ πάθη τῶν ἐγκαρσίων μυῶν
17. ἐστιν, αἱ δ’ ἐν τῷ βουβῶνι κῆλαι τῶν λοξῶν, ἤτοι ῥηγνυμένης,
18. ἢ ἀνευρυσμένης αὐτῶν τῆς κατὰ τοῦτο τὸ χωρίον ἀπονευρώσεως
1. ἅμα τῷ περιτοναίῳ χιτῶνι. γίγνονται δὲ καὶ ἄλλοι
2. τῶν ταύτῃ χωρίων ὄγκοι, διά τι τῶν ὑποκειμένων σπλάγχνων
3. ἐξαιρόμενον. εἴρηται δὲ καὶ τὰ πάθη τὰ τοὺς ὄγκους αὐτῶν
4. ἐργαζόμενα. φλεγμοναὶ γάρ εἰσι καὶ σκίῤῥοι καὶ ἀποστήματα
5. καὶ ὅσα τοιαῦτα. κατὰ δὲ τοὺς ὑδερικοὺς ἀθροίζεται
6. ταύτῃ πλῆθος, ὑδατῶδες μὲν ἐν τοῖς ἀσκίταις, πνευματῶδες
7. δὲ ἐν τοῖς τυμπανίταις, φλεγματῶδες δὲ ἐν τοῖς ἀνὰ σάρκα
8. καὶ λευκοφλεγματίαις ὀνομαζομένοις.

Cliquer un n° de page pour en afficher l’image