Galenus. De tumoribus praeter naturam (De tum. praeter nat.) [n° 057 Fichtner] [GalLat]

Περὶ τῶν παρὰ φύσιν ὄγκων
Tumeurs contre nature
Unnatural Lumps (Tum. Pr. Nat.)
, 1968.
De tumoribus praeter naturam, 1824, vol. 7, p. 705-732. urn:cts:greekLit:tlg0057.tlg054.verbatim-lat1
Richter, 1913 (deu); Lytton, Resuhr, 1978 (eng).

De tumoribus praeter naturam, 2, ed. Kühn, 1824, vol. 7, p. 707-714. urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:2

3. Λέγεσθαι δὲ εἴθισται τοῖς Ἕλλησι
4. τοὔνομα τοῦτο κατὰ τῶν ἐν ὄγκῳ μείζονι μορίων
5. σαρκωδῶν, ἅμα τάσει καὶ ἀντιτυπίᾳ καὶ ὀδύνῃ σφυγματώδει
6. καὶ θερμῇ καὶ μετ’ ἐρυθήματος· ἥτις δ’ ἐστὶν ἡ
7. αἰτία, δι’ ἣν ταῦτα ἐγένετο τὰ συμπτώματα, μὴ ὅτι τοῖς
8. πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς ἔγνωσται πᾶσιν.
9. οὐδὲ γὰρ ὁδῷ τινι ποιοῦνται τὴν ζήτησιν οἱ πλείους αὐτῶν,
10. ἀλλὰ τὸ δόξαν αὐτοῖς ἁπλῶς ἀποφαίνονται. γίγνοιτο δ’ ἂν
11. ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί. μείζων ὄγκος
12. οὐκ ἄν ποτε γένοιτο περὶ σῶμα οὐδὲν ἄνευ τοῦ τὴν οὐσίαν
13. αὐτοῦ δυοῖν τούτων παθεῖν θάτερον, ἢ ὑπὸ θερμότητος πολλῆς
14. οἷον περιζέσασαν χυθῆναι, ἢ ἔξωθέν τινα νεωτέραν
15. οὐσίαν ἐπικτήσασθαι. χεομένη μὲν γὰρ πνευματοῦται καὶ
16. ψυχθεῖσά γε αὕτη τὸν ἀρχαῖον ὄγκον ἀνακτᾶται ῥᾳδίως.
17. οὔτε δὲ πνεῦμα περιεχόμενον ἐν τοῖς φλεγμαίνουσιν ὁρᾶται,
18. καθάπερ ἐν ἄλλοις ὄγκοις πολλοῖς, καὶ ψυχόμενα πρὸς τὴν
1. ἐξ ἀρχῆς κατάστασιν οὔτ’ εὐθὺς οὔτ’ ἐξ ἅπαντος ἐπανέρχεται.
2. ὅτι δ’ οὐ περιέχεται πνεῦμα, δῆλον ἐκ τῆς τομῆς.
3. φαίνεται γὰρ εἰ τμηθείη τὸ φλεγμαῖνον, αἷμα μὲν ἐκχεόμενον
4. πάμπολυ καὶ τὸ χωρίον ὅλον ἐναργῶς αἵματος μεστὸν, ὥσπερ
5. οἱ διάβροχοι σπόγχοι, πνεῦμα δὲ οὔτ’ εὐθὺς ἐκπῖπτον οὔτ’
6. αὖθις. ἀλλὰ καὶ ἡ χροιὰ μόνη τοῦ αἵματος οἰκεία τε ἅμα
7. καὶ ἀχώριστος. οὐδὲ γὰρ ἄλλο τῶν ἐν τῷ σώματι μορίων
8. ἢ χυμῶν ἐρυθρὸν, πλὴν σαρκός τε καὶ αἵματος. ἀλλ’ οὔτε
9. πολυσαρκία ἐστὶ τὸ πάθημα τῆς φλεγμονῆς, καὶ εἴπερ συσταίη
10. ποτὲ πολυσαρκία κατὰ τὸ σῶμα μόνη, χωρὶς αἵματος πλήθους,
11. ὁ μὲν ὄγκος μείζων γίνεται τοῦ κατὰ φύσιν, ἡ χροιὰ
12. δὲ ἐν ὅροις ὑγιεινοῖς διαμένει, μηδὲν τῆς ἀρχαίας ἐξαλλάττουσα
13. φύσεως. οὐδενὶ γὰρ αὐξανομένῳ κατὰ τὴν οὐσίαν
14. ἐπιτείνεται τὸ πρόσθεν χρῶμα. οὕτω γὰρ ἂν ἥ τε χιὼν ἐγίνετο
15. λευκοτέρα καὶ ἡ πίττα μελαντέρα καὶ ὁ χρυσὸς ξανθότερος.
16. ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας ἀλλοιώσεως.
17. αὐξάνεται μὲν γὰρ κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ
18. κατὰ τὸ ποιόν. ἔστι δέ που καὶ τὸ χρῶμα ποιᾶς οὐσίας, οὐ
1. ποσῆς γνώρισμα. διὰ ταῦτα μὲν οὖν πολυσαρκία ἕτερον
2. φλεγμονῆς, δι’ αὐτὰ δὲ ταῦτα πλεονάζειν ἄν τις ἐν αὐτῇ τὸν
3. τοῦ αἵματος ὑπολάβοι χυμόν. ἀλλὰ καὶ μεθ’ ἑλκῶν ἐνίοτε
4. μέγισται γίνονται φλεγμοναὶ, καὶ φαίνεταί τις ἐκρέων ἰχὼρ
5. ὑδατώδης λεπτὸς, αἱματώδους φαινομένου τοῦ πέριξ χωρίου.
6. ἀναγκαῖον οὖν ἐν τῷδε τὴν πύκνωσιν τῆς σαρκὸς, ἣν ἐν τοῖς
7. κατὰ τὸ τραῦμα πέρασιν ἑαυτῇ ἐπεκτήσατο, συμμετρίας εἰς
8. τοσοῦτον ἥκειν, ὡς διεκπίπτειν ἐπιτρέπουσαν τοῖς ἰχῶρσιν,
9. ἐναποστέγειν δ’ ἔνδον ἑαυτῆς τὸ αἷμα. καὶ μὴν ὅσον
10. αἵματος ἰχὼρ λεπτομερέστερός ἐστι, τοσοῦτον ἢ καὶ πλέον
11. ἔτι παχυμερέστερος ὑπάρχει πνεύματος. ὥστε εἴπερ ἡ κατὰ
12. τὸ τραῦμα σὰρξ ἐπιτρέπει ἐκπίπτειν τοῖς ἰχῶρσιν, ἐπέτρεπεν
13. ἂν δήπου τῷ πνεύματι. κενωθέντος δὲ ἅπαξ αὐτοῦ, καθίστατο
14. ἂν εὐθέως καὶ ὁ τῆς φλεγμονῆς ὄγκος. ἀμέλει καὶ φαίνεται
15. γιγνόμενον οὕτως ἐν οἷς ἂν μορίοις ὄντως ἀθροισθῇ τὸ
16. πνεῦμα. τμηθέντων γὰρ αὐτῶν αὐτίκα συστέλλεται πᾶς
17. ὄγκος. ἀλλὰ καὶ ἡ γένεσις αὐτῆς τῆς ἐπὶ τραύμασι γενομένης
18. φλεγμονῆς μαρτυρεῖ. ἐν ἀρχῇ μὲν γὰρ ἔτι νεοτρώτων
19. ὄντων ἐκπίπτει πλῆθος αἵματος· ἴσχεται δ’ 
1. αὖθις ἤτοι ψυξάντων ἡμῶν, ἢ αὐτομάτως ὑπὸ τοῦ περιέχοντος
2. ψυχθέν. ἀλλὰ καὶ πιλησάντων ἡμῶν ταῖς χερσὶν ἢ ἐπιδησάντων,
3. ἴσχεται κωλυόμενον ἐκρεῖν. εἶτ’ ἐν τοῖς στόμασι
4. τῶν διῃρημένων ἀγγείων ἰσχόμενόν τε καὶ φραττόμενον πιλοῦταί
5. τε καὶ πήγνυται, παραπλήσιόν τι πάσχον θρόμβῳ,
6. πλὴν ὅτι θρόμβος μὲν ἀθρόα τοῦ αἵματός ἐστι πῆξις αἰσθητὴ,
7. τὸ δ’ ἐπὶ τῶν ἑλκῶν γιγνόμενον οὐκέτ’ ἀθρόως, ἀλλὰ κατὰ
8. σμικρὰ καὶ πολλὰ πέρατα τῶν διῃρημένων ἀγγείων ἵστησι
9. καὶ παχύνει τὸ αἷμα. ὅταν οὖν ἅμα μὲν τοῦτο παχύτερον,
10. ἅμα δὲ τῶν ἀγγείων τὸ πέρας γένηται στενότερον, ἴσχεται
11. μὲν ἤδη τὸ αἷμα, διεκπίπτουσι δὲ ἰχῶρες. ταῦτα πάντα
12. τεκμήρια μέγιστα τοῦ πληθύνειν ἐν τοῖς φλεγμαίνουσι μορίοις
13. τὸ αἷμα. θερμότερον μὲν οὖν ἐστι τοῦ κατὰ φύσιν ἐν τοῖς
14. οὕτω διακειμένοις, οὐ μὴν τοσοῦτον θερμότερον, ὡς μόνῃ
15. τῇ χύσει τηλικοῦτον ἐργάσασθαι τὸν ὄγκον. πολλὰ δ’ ἂν εἴη
16. σοι καὶ τὰ τοῦδε τεκμήρια. πρῶτον μὲν οἱ διακαέστατοι τῶν
17. πυρετῶν· ὅσον γὰρ ἐπὶ τούτων ἡ θερμασία σφοδροτέρα τῆς
18. κατὰ τὰ φλεγμαίνοντα μόριά ἐστι, τοσοῦτον τὸν ὄγκον ἐχρῆν
1. εἶναι μείζονα. δεύτερον δὲ τεκμήριον ἐκ τῆς τοῦ αἵματος οὐσίας·
2. οὐ γὰρ ὥσπερ πίττα καὶ ῥητίνη καὶ κηρὸς ὑπὸ ψύξεως
3. πέπηγεν, ἀλλ’ ἔστιν ἀεί τε καὶ φύσει θερμότερον. ἐκείνοις
4. μὲν οὖν θερμαινομένοις εἰς τοὐναντίον ἡ μετάστασις· αἵματι
5. δὲ κατὰ φύσιν ὑπάρχοντι θερμῷ γένοιτο μὲν ὀλίγῳ τινὶ
6. ὁ μείζων ὄγκος, οὐ μὴν ἐπὶ τοσοῦτον, ὅσον ἐξαίρουσιν αἱ
7. φλεγμοναὶ τὰ πάσχοντα μόρια. καίτοι γε πίττα καὶ ῥητίνη
8. καὶ κηρὸς, εἰς τοσαύτην ἀφικνούμενα θερμασίαν, εἰς ὅσην
9. ἥκει τὰ φλεγμαίνοντα, βραχὺ τοῦ ἐξ ἀρχῆς ἐπαύξεται. καί
10. σοι καὶ τοῦτό ἐστι τεκμήριον ἕτερον ἐπὶ τοῖς εἰρημένοις οὐ
11. σμικρὸν τοῦ τὸν ὄγκον τῶν φλεγμαινόντων μορίων μὴ διὰ
12. μόνην γίνεσθαι τὴν χύσιν. ὀλίγη μὲν γάρ ἐστιν ἡ κατὰ θερμασίαν
13. ἀλλοίωσις τοῦ αἵματος, οὐκ ὀλίγῳ δὲ μείζων ὁ ὄγκος.
14. ἱκανὸν δὲ τεκμήριον ἔστω σοι καὶ αὐτὸ τὸ φαινόμενον. οὐ
15. γὰρ ὥσπερ ἡ ῥητίνη καὶ ἡ πίττα καὶ ὁ κηρὸς θερμαινόμενα
16. σφοδρότερον ἐπιπλεῖστον ἥκουσι χύσεως, οὕτω καὶ τὸ αἷμα·
17. φυλάττει δὲ, κᾂν ἐπὶ πυρὸς ἕψηται, τὸν ἔμπροσθεν ὄγκον,
18. ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλάχιστον εἰς μέγεθος ἐξαιρόμενον.
1. εἴρηται δέ μοι καὶ πρόσθεν, ὅτι ψυχομέναις ταῖς φλεγμοναῖς
2. οὐκ ἀεὶ καθίστασθαι συμβαίνει. τὴν γὰρ ἀκμάζουσάν τε καὶ
3. μεγάλην, ἐφ’ ἧς ἐσφήνωται τὸ ῥεῦμα, κᾂν ἐπὶ πλέον ψύξῃς,
4. οὐ καθαιρήσεις τὸν ὄγκον, ἀλλὰ πελιδνὸν ἐργάσῃ τὸ μέρος
5. καὶ ψυχρὸν, εἰς σκίῤῥον τε μεταστήσεις τὸ πάθος. εὐκολώτατα
6. δὲ πρὶν μὲν σφηνωθῆναι τὸ ῥεῦμα τοῖς ψύχουσί τε καὶ
7. στύφουσιν ἀναστέλλεται, καὶ μάλισθ’ ὅταν ὀλίγον ᾖ· δυσλύτως
8. δὲ ἔμπροσθεν ἐμπλασθὲν, ὑπὸ μὲν τῶν στυφόντων καὶ ψυχόντων
9. οὐδὲν ὀνίναται, κενωθῆναι δὲ δεῖται. ἐξεύρηται τοιγαροῦν
10. τηνικαῦτα τοῖς ἰατροῖς οὐ μόνον τοῖς θερμαίνουσι διαφορεῖν,
11. ἀλλὰ καὶ αὐτοῦ τι τοῦ αἵματος αἰσθητῶς ἐκκενοῦν, ἀμυχὰς
12. εἰς τὸ δέρμα ποιούντων. πάντα ταῦτα οὖν μεγάλα γνωρίσματα
13. τοῦ πεπληρῶσθαι τὸ φλεγμαῖνον αἱματώδους χυμοῦ.
14. θερμὸν δὲ ἀμέτρως οὐκ εὐθὺς ἐξ ἀρχῆς, ἀλλ’ ἐν τῷ χρόνῳ γίνεται,
15. διὰ τὴν ἔμφραξιν ἁπάντων τῶν πόρων ἰσχομένης τῆς
16. ἀρχαίας ἀναπνοῆς. ἀναγκαῖον οὖν δήπου καὶ σήπεσθαι
17. χρονίζοντι τῷ αἵματι. πάντα γὰρ ὅσα θερμὰ καὶ ὑγρὰ σώματα,
18. κατὰ θερμὸν ἀθροιζόμενα τόπον ἑτοίμως σήπεται,
1. μήτε κενούμενα μήτε ἐμψυχόμενα, ὥστε καὶ ἡ ἐκ τῆς
2. σηπεδόνος αὐτοῦ προέρχεται θερμότης, ἐφ’ ᾗ πρόσθεν εἶχεν.
3. ὅτι μὲν οὖν ἐν τοῖς ἀγγείοις αἷμα πλεῖον ἤθροισται κατὰ τὰ
4. φλεγμαίνοντα μόρια, τοῖς ὄγκοις αὐτῶν τεκμαρτέον, οὐχ
5. ἥκιστα δὲ καὶ τῷ φαίνεσθαι φλέβας ἐν αὐτοῖς ἀοράτους ἔμπροσθεν
6. οὔσας ὑπὸ σμικρότητος, οὐ γεννηθείσας δήπου κατὰ
7. τὴν φλεγμονὴν, ἀλλ’ ἐκ τοῦ πληρωθῆναι τοῦ αἵματος εἰς μέγεθος
8. ἀρθείσας τοσοῦτον, ὡς αἰσθητὰς γενέσθαι. μάλιστα
9. δὲ ἐν ὀφθαλμοῖς φαίνεται τοῦτο συμπῖπτον καὶ πόσθῃ καὶ
10. τιτθοῖς. ὅτι δὲ καὶ ἡ σύμπασα φαίνεται σὰρξ, ἧς ἤδη καὶ
11. μάλιστα πάθος ἐστὶν ἡ φλεγμονὴ, πληροῦσθαι ῥεύματος αἱματώδους,
12. ἥ τε χροιὰ καὶ ὁ ὄγκος αὐτὸς ἐνδείκνυται. διὰ
13. τοῦτο δὲ καὶ ὑγρὰ πᾶσα καὶ διάβροχος ὥσπερ ἔριον καὶ
14. σπόγγος φαίνεται, καὶ τούτῳ μαρτυροῦσι καὶ οἱ ἐκρέοντες
15. ἰχῶρες, ἐπειδὰν ἔχῃ στόμιον ἡ φλεγμονή. εἰκότως δὲ, οἶμαι,
16. καὶ τὸ δέρμα σὺν τοῖς ὄγκοις τῶν ὑποκειμένων ἐξαίρεται καὶ
17. περιτείνεται, καὶ τῷ χρόνῳ δὲ δέχεται καὶ αὐτὸ τοῦ ῥεύματος,
18. ὥσπερ καὶ οἱ τῶν ἀγγείων χιτῶνες. οὕτω δὲ καὶ οἱ
1. ὑμένες οἱ κατὰ τὸ φλεγμαῖνον μέρος, ἔτι δὲ καὶ τὰ νεῦρα
2. καὶ οἱ τένοντες ἀπολαύουσιν ἐν τῷ χρόνῳ τῆς φλεγμονῆς,
3. ἐνίοτε μέν τοι τρωθέντων αὐτῶν ἢ καὶ ἄλλως παθόντων,
4. ἐξ αὐτῶν ἐκείνων πρῶτον ἄρχεται τὸ κακόν. ὅλως δὲ οὐδὲν
5. τῷ φλεγμαίνοντι μορίῳ κατὰ φύσιν ἔχον ἀκριβῶς διαμένει
6. χρονιζούσης τῆς φλεγμονῆς, ἀλλὰ συναπολαύει τῇ
7. σαρκὶ πάντα τοῦ ῥεύματος, ὥστ’ ἐνίοτε καὶ τῶν ὀστῶν
8. ἅπτεται, ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ
9. πασχόντων. ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ
10. ἐστι τὸ δέρμα τοῖς γε μὴ παχέσιν, ἥ τ’ ἐν τῷ μεταξὺ χώρα
11. κενὴ, καθ’ ἧς ἐπιπέπτωκεν· ὡσαύτως δὲ καὶ αἱ κατὰ τὴν
12. σάρκα χῶραι, περὶ ὧν ἐπὶ πλέον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι
13. λέλεκται, κεναὶ πᾶσαι τυγχάνουσιν οὖσαι, καὶ μάλιστά
14. γε αἱ περὶ τὰς ἀρτηρίας ἐν κύκλῳ ταῖς διαστολαῖς
15. αὐτῶν ἀνακείμεναι· κατὰ δὲ τὰς φλεγμονὰς ἅπασαι πληροῦνται
16. τοῦ αἵματος, ἐκ μὲν τῶν ἀγγείων διιδρουμένου
17. κατὰ τοὺς χιτῶνας αὐτῶν, ἐν παντὶ δὲ μορίῳ τῆς σαρκὸς
18. ἀναμιγνυμένου δροσοειδῶς.

Cliquer un n° de page pour en afficher l’image